ΑΚΟΛΟΥΘΙΑ
ΑΛΕΞΑΝΔΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.
ΑΥΓΟΥΣΤΟΥ
30.
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα προσόμοια
Ἰωάννου Βασκαρεσκούλου.
Ἦχος
δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Σὺ προωρίσθης πρεπόντως θεόφορε, ἵνα τὸν ἀνίερον Ἄρειον ἔνδοξε, ἐπιστομίσῃς ὡς πάνσοφος καὶ θεολόγος, διὸ ἐπέμφθης πρὸς τὴν συνέλευσιν, ὅθεν οὖν καὶ ἄναρχον ἐθεολόγησας, μακαριστὴν αἰωνίζουσαν, Τριάδα θείαν, ἀντιμισθίαν Πάτερ εὐράμενος, στεφανηφόρος καὶ ἀήττητος, Ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. (Δίς).
Σὺ προωρίσθης πρεπόντως θεόφορε, ἵνα τὸν ἀνίερον Ἄρειον ἔνδοξε, ἐπιστομίσῃς ὡς πάνσοφος καὶ θεολόγος, διὸ ἐπέμφθης πρὸς τὴν συνέλευσιν, ὅθεν οὖν καὶ ἄναρχον ἐθεολόγησας, μακαριστὴν αἰωνίζουσαν, Τριάδα θείαν, ἀντιμισθίαν Πάτερ εὐράμενος, στεφανηφόρος καὶ ἀήττητος, Ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. (Δίς).
Προεβιβάσθης ἀξίως
Θεοφόρε, εἰς θρόνον ὑπέρλαμπρον Πάτερ Ἀλέξανδρε, καὶ ἀνεδείχθης πανάριστος,
ποιμὴν ποιμένων, καὶ ζηλωτής τε τῆς θείας πίστεως, ὅθεν καὶ τὸν βέβηλον σὺ καὶ ἀνίερον,
ἱερωμένον λεγόμενον, ὡς τῆς αἰσχύνης τῆς ἱερὰς εὐχαῖς κατέσφαξας, στεφανηφόρος
καὶ ἀήττητος, Ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς
ψυχὰς ἡμῶν.
Ἐθαυμαστώθης, ὡς
μέγιστος προστάτης, ὡς ὄντω ὑπέρλαμπρος θεῖε Ἀλέξανδρε, διοικητὴς δομιμώτατος τῆς
Ἐκκλησίας, ὅθεν ἐφάνης μέγας ἀντίπαλος, τῶν αἱρετιζόντων τε, καὶ ὡς πανάριστος,
ἐνεπιστεύθης τοὺς οἴακας τοὺς θείους Πάτερ, ἀντιμισθίαν ἅμα εὑράμενος, ὡς
μέγας μύστης καὶ πανένδοξος, ἀρχιθύτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὅν ἱκέτευε σῶσαι,
καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα,
Καί νῦν. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοί, ὕμνοις
πνευματικοῖς ἀναδήσωμεν τὸν Ἱεράρχην, τὸν θεῖον Ποιμένα, καὶ μέγιστον ἀντιλήπτορα
τῆς Ὀρθοδοξίας. Οὗτος γὰρ ὡς καὶ πρότερον τὸν παγκάκιστον Ἄρειον ἐν συνόδῳ ἀπέδειξεν
ἀσεβῆ ματαιόφρονα, καὶ ὕστερον ὅτε περιδεᾷ ἐποίει αὐτὸν ὁ Βασιλεύς, εἰμὴ
προσδέξηται τοῦτον αὐτῷ συλλειτουργεῖν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν, ἐκβληθέντα
τῆς Ἐκκλησίας, Ἀρείῳ δὲ ἀσεβεστάτῳ κοινωνήσειν τοῦ θρόνου μετ’ αὐτόν. Εἰσελθῶν
γὰρ ὑπὸ τὸ θυσιαστήριον, πανύχιος ἔκειτο πρηνὴς τοῦ Θεοῦ δεόμενος, ἵνα μὴ τὸν λύκον
ἐάσῃ τοῖς προβάτοις συμμιχθῆναι. Τότε δὴ τότε ἡ θεία κρίσις προφθάσασα τὸν ἄδικον
κατεδίκασε δικαίᾳ δίκῃ, ἡμᾶς λυτρωσαμένη. Διὸ καὶ ταῖς αὐτοῦ πρεσβείαις τῆς
πλάνης ῥυσθέντες, καὶ νῦν βοήσωμεν προσπίπτοντες αὐτῷ· πανάγιε Ἀλέξανδρε, ἐπιτάχυνον
πρέσβευε, ὡς θερμὸς προστάτης, καὶ ἤδη ὑπὲρ ἡμῶν τῶν ᾀεὶ ὑμνούντων τὴν ἀεισέβαστον
μνήμην σου.
Ἀπόστιχα.
Ἦχος
β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Κλέος πατριαρχῶν,
ἐφάνης Ἰεράρχα, ὅθεν τοὺς ὀρθοδόξους, περιφρουρεῖς σῇ σκέπῃ, ὡς πρόμαχος τῆς
πίστεως.
Στ.: Οἱ
Ἱερεῖς σου Κύριε...
Ἂρειον ἀρχηγόν, αἱρέσεως
καὶ πλάνης, ἀνεῖλες θεοφόρε, τῇ ἱερᾷ ἐντεύξει, διὸ νῦν σὲ γεραί-ρομεν.
Στ.:
Τίμιος ἐναντίον Κυρίου...
Πάτερ Πατριαρχῶν,
Ἀλέξανδρε ἡ δόξα, πρέσβευε τῷ Κυρίῳ, ὡς μέγιστος προστάτης, ὑπὲρ τῶν ἀνυμνοῦντών
σε.
Δόξα, Καί νῦν, ἦχος β΄.
Ὃσιε Πάτερ ἱερώτατε Ἀλέξανδρε, τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσω τροπαιοῦχος ἀναφανεὶς τῶν κακοδόξων, τὸ τάλαντον ἐπηύξησας, διδάσκων διὰ παντὸς τὸν λόγον τῆς ἀληθείας, Ἀπόστολος ἐδείχθης εὐαγγελιζόμενος τοῖς ἔθνεσι σωτηρίαν, καὶ οἰκονόμος θεάρεστος, τρία ἔτη ἐπὶ δύο δεκάσι διευθύνων τῆς Ὀρθοδοξίας τοὺς οἴακας, καὶ μεσίτης πανάριστος, πρεσβεύων πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον δοθῆναι ἡμῖν ἐκ τοῦ Πατρὸς τῶν φώτων. Διό σε γεραίρομεν, ἐπιτελοῦντες θερμῶς τὴν ἀεισέβαστον
μνήμην σου.
Ἀπολυτίκιον,
ἦχος δ΄.
Tὸν μέγαν Ἀλέξανδρον,
καὶ Ἱεράρχην κλεινόν, τὸν στύλον τῆς
πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως
τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα, καὶ ῥητόρων
ἀθέων, δυσλύτους ῥήξαντα
πλοκὰς μαχαίρᾳ τοῦ Πνεύματος.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Μακάριος ἀνήρ, τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄
Ἦχος
δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς.
Ὁ Παλαιᾶς καὶ
Καινῆς θεῖος μεσίτης, Προφήτης καὶ Πρόδρομος, Ἄγγελος ἔνσαρκος, παρανομίας ὁ ἔλεγχος,
τῆς στειρευούσης, βλαστὸς νηδύος, στόμα πυρίπνοον, Ἡρῴδην διήλεγξας, ἄθεσμα πράττοντα,
ὁ δὲ μὴ φέρων τὸν ἔλεγχον, ἀποτμηθῆναι, τὴν κεφαλήν σου διακελεύεται, καὶ
προσηνέχθης ὥσπερ ἔδεσμα, ἐγκρατείας τὸ θεῖον ἐντρύφημα, ἐπὶ πίνακι πλέον,
στηλιτεύων τὸν ἀκόλαστον.
Ἐκ παρανόμου μητρὸς
συνωθουμένη, θυγάτηρ παράνομος, σοῦ τὴν ἀοίδιμον, καὶ τοῖς Ἀγγέλοις αἰδέσιμον,
αἰτεῖται κάραν· τοὺς γὰρ ἐλέγχους ταύτης οὐκ ἔφερεν· ὅθεν ἐπὶ πίνακι, ταύτην
προσφέρουσα, καὶ τοῖς ποσὶν ἅμα παίζουσα, τῶν δαιτυμόνων, τὴν εὐφροσύνην εἰς πένθος
ἔτρεψεν, ἀλλ’ ἐπὶ πλέον διελέγχεις, ἀκολασίας τὸ μῖσος μακάριε, τὸν Χριστὸν ἱκετεύων,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Bεβακχευμένος τῇ
μέθῃ ὁ Ἡρῴδης, νόθοις ἐπικλέπτεται, κατορχουμένης φωναῖς, καὶ πρὸς τῷ ὅρκῳ τὸν ἄδικον,
τεκταίνει φόνον, σοῦ τοῦ δικαίου Προφῆτα ἔνδοξε, ἀλλά σοῦ ὁ θάνατος, τοῖς προθανοῦσι
σαφῶς, ἀθανασίαν ἐμήνυσε· καὶ γὰρ ἐγένου, καὶ τοῖς ἐν, Ἃδῃ κήρυξ πρωτάγγελος, τὴν
παρουσίαν τὴν σωτήριον, προμηνύων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ
φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ τοῦ
Ἁγίου.
Ἦχος
α΄. Τῶν οὐρανίων ταγμάτων.
(Ἰωάννου Βακαρεσκούλου).
Ὁ μέγας ὄντως
θεράπων τοῦ Παντοκράτορος, ὁ ἄναξ Κωνσταντῖνος, ἐν κλεινῷ Μητροφάνει, αἴγλῃ
φωτισθέντα τοῦ κραταιοῦ, ἀρχιθύτην σὲ ἔδειξαν, τῆς οἰκουμένης καὶ πόλεως τῆς αὐτοῦ,
ὑπὲρ ὧν πρεσβεύεις πάντοτε.
Ὁ θεῖος ὄντως
προστάτης, ὀρθοδοξίας φωστήρ, ὁ καθαιρέτης πλάνης, παγκακίστου Ἀρείου, ὡς μέγας
θεολόγος καὶ φαεινός, τὴν Τριάδα ἐπέδειξε, Μονάδα κατ’ οὐσίαν προσωπικαῖς,
διαιρουμένην ἰδιότησιν.
Tοῦ ὑπουργοῦ τῆς
Τριάδος ἡ μνήμη σήμερον, τοῦ θεατοῦ ἐπέστη τῶν αὐτῆς Μυστηρίων, μεγίστου Ἱεράρχου,
ἥν καὶ ἡμεῖς, ἐπαξίως γεραίροντες, ἐπιτελέσωμεν ὕμνοις μελωδικῶς, ὡς προστάτου ὄντως
πίστεως.
Δόξα, ἦχος
πλ. β΄.
Δεῦτε πιστοὶ τὸν
μέγαν Ἱεράρχην ὑμνήσωμεν ἅπαντες Ἀλέξανδρον, καὶ συνευφρανθῶμεν ἐν τῇ αὐτοῦ
πανηγύρει. Οὗτος γὰρ ἡμῖν σήμερον λαμπρότατος ἐφίσταται ἀριστεύς, ὡς ἀριστεῖα
τοὺς ὕμνους παρ’ ἡμῶν κομιζόμενος. Ὡς ἄλλος γὰρ Δαβίδ, τὸν ἐκμανέντα Γολιὰθ κατὰ
τῆς Ἐκκλησίας, καθάπερ σφενδόνῃ ταῖς εὐχαῖς, καὶ λίθῳ τοῖς δάκρυσιν ἐκτρίψας,
στεφανίτης ἀναδείκνηται ἐννομώτατος. Τοῦτον οὖν ἐπαίνοις στεφανώσωμεν συνελθόντες,
τὸν καλὸν ἠγωνισμένον ἀγῶνα. Καὶ τὸν δρόμον στασιοδρομήσαντα τῆς εὐσεβείας, τὸν
πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Τίς μὴ μακαρίσει
σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ
Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν
ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (ι´7, γ´13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί
μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς,
καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει
ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα
τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ,
ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.
(δ´ 14,
Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν·
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται
ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας
δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα
ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ
πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην
καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ
πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς
λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν
καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν
λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν
τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ
δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου
σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν
παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν
λιτήν.
Ἦχος
α΄. Δοσιθέου Ἰερομονάχου.
Δοτὴρ ὁ πάντων τῶν
ἀγαθῶν καὶ Πατὴρ τῶν φώτων, προορῶν σου τὸ ἄκακον, πανεύφημε Ἀλέξανδρε, μέγαν
σε Ἀρχιερέα, καὶ ποιμένα τοῦ λογικοῦ αὐτοῦ ποιμνίου, τῇ Βασιλίδι τῶν πόλεων ἐναπέδειξε,
καὶ τὴν ἱεράν σου ψυχὴν τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος ἐγκαθοπλίσας, ὁλοθρευτὴν
τῶν δυσσεβῶν, καὶ τῶν εὐσεβῶν πρόμαχον, ἀπροσμάχητον ἐποιήσατο. Διὸ ὡς παῤῤησίαν
ἔχων πρὸς αὐτόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Σὲ τὸν Ποιμένα τὸν
καλόν, καὶ κήρυκα τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, ἀνευφημοῦντων πόθῳ δεόμεθα, ἔνδοξε
Ἀλέξανδρε. Ὡς τὸν δυσσεβῆ τῇ ἐκτενῇ σου προσευχῇ Ἄρειον, ἐν δυσσώδει διέῤῥηξας
τόπῳ, μὴ ἐνεγκὼν βεβήλῳ συλλειτουργῆσαι τῷ καθαρωτάτῳ Θεῷ, καὶ τῇ μακαριστῇ
Τριάδι, ἀθέμιτον διδασκαλίαν εἰσάγοντι. Οὕτω καὶ νῦν τῇ πρὸς Θεόν σου ἐντεύξει
διάῤῥηξον τοὺς τὸν Χριστὸν μὴ ὁμολογοῦντας Θεὸν ἀληθῆ, καὶ τέλειον ἄνθρωπον.
Ἦχος
β΄.
Σιγησάτω πᾶσα
φάλαγξ Ἀρείου τοῦ δολιόφρονος. Ὁ γὰρ πνευματέμφορος πατὴρ ἡμῶν Ἀλέξανδρος, ὁ τῆς
οἰκουμένης διδάσκαλος, καὶ μέγας φωστήρ, τῷ τμητικῷ λόγῳ τοῦ Πνεύματος, πάσας τὰς
τῶν λόγων αὐτοῦ πλεκτάνας ἀπετέμει. Ὅθεν βοῶμεν αὐτῷ· ταῖς πρὸς Θεὸν πρεσβείαις
σου ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ κοσμοκράτορος.
Ὁ αὐτός.
Ρείθροις τῶν
λόγων σου τὴν Ἐκκλησίαν πάσαν κατήρδευσας, καὶ τὸν Χριστὸν Πατρί, καὶ Πνεύματι
ὁμοούσιον, προανάρχου, ἐκ τοῦ Πατρὸς γεννηθέντα, παῤῥησίᾳ καθομολογῶν, καὶ
πάντας ἐκδιδάσκων, Ἄρειον κακῶς φρονοῦντα κατήσχυνας τὸν παράφρονα. Ὅθεν Ἠλίας
ὡς δεύτερος ζηλωτὴς τῆς Τριάδος φανείς, οὐ ξίφει ὡς ἐκεῖνος, προσευχῇ δὲ αἰσχύνης
τὸν ἱερέα ἀπέκτεινας, ἀπαύστως οὖν πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα, ἦχος
πλ. α΄.
Οἱ τῆς μακαρίας
Τριάδος λατρευταί, Ἀλέξανδρον ἀρχιερέα τὸν μέγαν, τὸν τῆς Τριάδος ὑπέρμαχον, καὶ
τῆς Κωνσταντίνου προστάτην ἀκοίμητον, δεῦτε πάντες ᾄσμασιν ἐγκωμίων ἀνευφημοῦντες
εἴπωμεν· χαίροις ὁ τῆς Ἀρείου αἰρέσεως ὁλοθρευτής, καὶ τῆς Ὀρθοδοξίας κανὼν ἀκριβής.
Ὁ καθαιρέτης τῆς πλάνης, καὶ Ὀρθοδόξων προστάτης. Χαίροις ὁ ἄγρυπνος φύλαξ τῶν
ψυχῶν, καὶ ἄοκνος κήρυξ τῶν πιστῶν. Ὁ τῶν πτωχῶν ἀντιλήπτωρ, καὶ τῶν χηρῶν
παρακλήτωρ. Χαίροις ὁ ἐν Παραδείσῳ πρὶν δελεάσαντα τοὺς προπάτορας, καὶ νῦν ἑρπύσαντα
ἐπὶ κοινῇ λύμῃ καταπατήσας. Ἀνθ’ ὧν ἐν Οὐρανοῖς τὸν μισθόν σου τῶν πόνων ἀπέλαβες
μακάριε, παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ πρεσβεύεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Μακαρίζομέν σε
Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον.
Ἦχος
πλ. α΄. Χαίροις ἀσκητικῶν.
(Νικολάου Βελαρᾶ).
Χαίροις ὁ Ἱεράρχης
Χριστοῦ, ὁ τοῦ Ἀρείου καθελὼν τὴν ἀσέβειαν, τῷ ζήλῳ τῆς εὐσεβείας, τῆς Ἐκκλησίας
προστάς, ὁ τῆς οἰκουμένης φαεινότατος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάσας Ἀλέξανδρε,
στύλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τοῦ κρατοῦντος
βαλλόμενος, ῥύστης ὁ ἐτοιμώτατος, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας ἐνθέως, ὁ
τῆς Τριάδος ὑπέρμαχος, αὐτὴν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθήναι τὸ μέγα ἔλεος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου...
Χαίροις ὁ
γλωσσαλγοῦντι δεινῶς, κατὰ Κυρίου Σαβαὼθ Παντοκράτορος, ἐκ μέσης ἀντεβοήσας, καὶ
διαπύρου ψυχῆς, σιωπᾷν αὐτίκα, καὶ μὴ φθέγγεσθαι, Χριστοῦ ἐν ὀνόματι, ἐπιτάξας Ἀλέξανδρε,
τῆς γλωσσαλγίας δόντα δίκην τὸν κάκιστον. Καὶ δὴ τάχιστα, ὡς ἐμβρόντητος ἄνακτος,
ἔκειτο ὀδυνώμενος, βληθεὶς τῷ κελεύσματι τῶν πυριπνόων σου λόγων, τῆς
προπετείας ὑπόδειγμα, τοῖς πᾶσι παρέχων, μὴ ἀνταίρειν τῷ Κυρίῳ σιγῶν καὶ ἄλαλος.
Στ.: Οἱ
ἱερεῖς σου...
Χαίροις ὁ Ἱεράρχης
Χριστοῦ, ὅς ἀναβάσεις οὐρανίου ἐν πνεύματι, διέθου καὶ τῇ καρδίᾳ τῶν γεηρῶν ἀποπτάς,
ὥσπερ ὑψιπέτης ταῖς τῆς χάριτος, γενόμενος πτέρυξι, ἀετὸς καὶ τὸν δράκοντα
καταπαλαίσας, ταῖς εὐχαῖς πάτερ ἔνδοξε, σκέπε φύλαττε, τοὺς τιμῶντας τὴν μνήμην
σου, ἐν εὐσεβείᾳ, καὶ πίστει ἀπὸ κινδύνων καὶ θλίψεων, Τριάδα πρεσβεύων, ἐκλυτροῦσθαι
θεηγόρε καὶ διασώζεσθαι.
Δόξα, ἦχος
πλ. α΄. Δοσιθέου.
Ἰεραρχῶν τὸ
κλέος, τὸν ἀήττητον ἀριστέα, εὐφημήσωμεν Ἀλέξανδρον. Λαμπρὸν γὰρ οὗτος, κατὰ τῶν
λαλούντων ἀνομίαν ἤγειρε τρόπαιον. Τὸν μὲν φιμώσας τῶν φιλοσόφων, καὶ ἰχθύος ἐπιδείξας
ἀφωνότερον. Τῷ δὲ τὸ τόξον τῶν προσευχῶν ἐντεινάμενος, καὶ ἐπισχὼν
θρασυνόμενον, τὸν πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν πίστει τελούντων τὴν ἀεισέβαστον
μνήμην αὐτοῦ.
Καὶ νῦν.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν
ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ
τοῦ ὑψίστου, σῶν
οἰκετῶν Παρα-κλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς
ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Τὸν μέγαν Ἀλέξανδρον,
καὶ Ἱεράρχην κλεινόν, τὸν στύλον τῆς πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως
τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα, καὶ ῥητόρων
ἀθέων, δυσλύτους ῥήξαντα πλοκὰς μαχαίρᾳ τοῦ Πνεύματος.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν
α΄ στιχολογίαν.
Κάθισμα,
ἦχος πλ. α΄.
Τὸν
συνάναρχον Λόγον. Ἰωάννου Β.
Τὰ τοῦ πλάνου Ἀρείου
Πάτερ σοφίσματα, καὶ τὸν ἄνακτος νόμον ὄντα κακόφρονα, τῇ σῇ δεήσει πρὸς Θεὸν
φρούδα ἀπέδειξας, καὶ ὡς λαμπρὸς ἤδη φωστήρ, καὶ ὀρθοδόξων βοηθός, ἀπαύστως
καθικετεύεις, πρὸς τὴν Ἁγίαν Τριάδα, ὑπὲρ πάντων τῶν ἀνυμνούντων τὴν μνήμην
σου.
Δόξα.
Ἦχος
γ΄. Θείας πίστεως. Νικολάου Β.
Κτείνας Ἄρειον,
ταῖς προσευχαῖς σου, κέρας ὕψωσας τῶν Ὀρθοδόξων, ἀριστεὺς τῆς εὐσεβείας
γενόμενος, κατ’ ἀσεβείας στησάμενος τρόπαιον, ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας,
Πάτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν.
Θεοτοκίον.
Μή με Δέσποινα, σῆς
προστασίας, τὸν πανάθλιον ἀποστερήσῃς, τὸν ἐν πολλοῖς περιπεσόντα τοῖς
πταίσμασιν, ἀλλ’ ὡς τεκοῦσα Θεὸν τὸν φιλάνθρωπον, Μῆτερ ἄνανδρε, αὐτὸν ἐκτενῶς ἱκέτευε,
ἐκνήψαι με βυθοῦ τῶν παραπτώσεων.
Μετὰ τὴν β΄ στιχολογίαν.
Κάθισμα,
ἦχος δ΄.
Κατεπλάγη
Ἰωσήφ. Ἰωάννου Β.
Κατεπλάγη ἀληθῶς,
πᾶσα ἀνθρώπων ἡ πληθύς, τὸ μυστήριον Θεοῦ, ὅ ἀπετέλεσε φρικτῶς, ἐν πόλει τῇ
Κωνσταντίνου, ᾗ ἱερἀτευες. Εἰσῆλθες γὰρ ναῷ Θεοῦ δεόμενος, λύκον ἵνα μή, μιχθῆναι
ποίμνη σου, ἐάσῃς, ὅν κατέσφαξας, δυνάμει ἀοράτῳ Ἀλέξανδρε, ὅθεν ὡς ὄντως Θεῷ
μεσίτην, σὲ οἱ πάντες γεραίρομεν.
Δόξα, ἦχος
α΄.
Τὸν
τάφον σου Σωτήρ.
Ἀλέξανδρε σοφέ,
παρεστὼς τῇ Τριάδι, ἱκέτευε εὐρεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντάς σε,
ὡς προστάτην θερμώτατον, χάριν ἔλεος καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως ἅπαντες,
δοξάζωμεν ἐκ καρδίας Θεὸν τὸν φιλάνθρωπον.
Καὶ νῦν.
Θεοτοκίον.
Μαρία τὸ σεπτόν,
τοῦ Δεσπότου δοχεῖον, ἀνάστη-σον ἡμᾶς πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως,
καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ
κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.
Μετὰ τὸν
Πολυέλεον.
Ἦχος
πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Νικολάου Β.
Δυσσεβείας μὴ φέρων τὸν ἑδρασμόν, τοῦ κρατοῦντος μὴ πτήξας τὰς ἀπειλάς, εἰσέδυς τὰ ἄδυτα, διαπύροις σὺν δάκρυσι, τὸν Θεὸν ἱκετεύων, ἐκτρίψαι τὸν Ἄρειον, ὀρθοδοξίας συλοῦντα, ἀθέοις διδάγμασιν, ὅθεν ὁ δικαίων, εἰσακούων ἐν τάχει, πρὸς σὴν οὐκ ἀνένευσε μετὰ πίστεως αἴτησιν, Ἱεράρχα Ἀλέξανδρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ
πάθη τὰ χαλεπά, καὶ τοῦ σώματος οἴμοι τοῦς πειρασμούς, ἱάτρευσον δέομαι, καὶ
κατέναυσον Δέσποινα, ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις πανύμνητε, ὅπως ἀκυμάντως,
τοῦ λοιποῦ ἀποπλεύσαι με, ἁλμυρὰν τοῦ βίου τᾶς τῶν παθῶν καταιγίσι, καὶ
δύσπορον θάλασσαν, εἰς λιμένα ἀχείμαστον, ἀπαθείας σωζόμενος, τάχυνον Παρθένε Ἁγνή,
τὸν πρὸ τέλους οἴκτειρον κατάκριτον, ἀμπλακημάτων πλήθει, πιστῶν ἡ ἀντίληψις.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Ἐκ νεότητός μου
πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβου καὶ σωσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν,
αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἐσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι πᾶσα
ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον,
ἦχος δ΄.
Οἱ ἱερεῖς σου Κύριε...
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Πᾶσα πνοή.
Εὐαγγέλιον ἐκ τοῦ
κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγων ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ
πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς
λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελή-φθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ
κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι·
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ
εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα.
Ταῖς του Ἱεράρχου πρεσβείαις…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον,
ἦχος πλ. β΄.
Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἔνδοξε Τρισμάκαρ,
ἀγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς
τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανεύφημε, θεοφόρε Ἀλέξανδρε, αἴτησαι
πρεσβείαις σου, σωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Σῶσον ὁ Θεός τόν
λαόν σου…
Ὁ Κανὼν
τῆς Θεοτόκου.
Ἦχος
δ΄. Ὑπὸ Ἰωάννου Β.
Ὠδὴ
α΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀφράστου τοῦ
Τόκου σου, εἰκὼν ἐγράφη σαφέστατα, ἐν θαλάσσῃ Δέσποινα, ποτὲ ἀβάτῳ τε, μετὰ
πάροδον τοῦ Ἰσραὴλ μεινάσῃ, νηδύς σου ὡς ἄφθαρτος μετὰ τὴν κύησιν.
Βοῶ σοι γηθόμενος,
χαῖρε Παρθένε Πανάμωμε, ἡ κλίμαξ ἥνπερ ποτέ, σαφῶς ἑώρακεν, Ἰακὼβ ἡμῶν, ὡς
γέφυραν εἰς πόλον, φύσιν τὴν ἀνθρώπινον μεταβιβάζουσα.
Γεραίρομεν ᾄσμασι,
σὲ τὴν λυχνίαν τὴν πάγχρυσον, τὴν ὄντως ἑπτάφωτον, ὡς τοῖς χαρίσμασι, Πνεύματος
ἑπτά, οὗσαν πεποικιλμένην, ἐν οἷς τοὺς ὑμνοῦντάς φώτισον Δέσποινα.
Ὁ ἤδη δεινότατα, ὑποπεσὼν
δεινοῖς πάθεσι, σοὶ τῇ προστασίᾳ μου προστρέχω Πάναγνε, καὶ ἐκ θλίψεως, βοῶ ὁ
τάλας σύ γε, ἐκ τούτων ἀνάστησον τῇ μεσιτείᾳ σου.
Ὁ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς:
Τὸν
θεομαρτύρητον Πρόδρομον μέλπω.
Ὠδὴ α'
Ἦχος δ'.
Ἀνοίξω τὸ στόμα
μου τὸν λύχνον τὸν πάμφωτον, τῆς οἰκουμένης τὸν κήρυκα, τὸν θεῖον Ἀπόστολον, καὶ
ὑπηρέτην Χριστοῦ, τὶς ἰσχύσειεν, ἀξίως εὐφημῆσαι, τὸν θεομαρτύρητον, Κυρίου Πρόδρομον.
Ὁ θεῖος ταξίαρχος,
τῶν ἀσωμάτων Δυνάμεων, πρὸς θεῖον ἀφίκετο, ναὸν Θεοῦ Ἱερόν, εὐαγγέλια, κομίζων
τῷ πρεσβύτῃ, Κυρίου τὸν Πρόδρομον, τέξῃ πρεσβύτατε.
Νηδὺς ἔνδον ἔχουσα,
στεῖρα καὶ γραῦς τὸν πανάριστον, Προφήτην καὶ Πρόδρομον, ἀπὸ κοιλίας μητρός,
προσεκύνησε, Χριστόν, ὢ ξένον θαῦμα! γαστρὶ ἐμφερόμενον τῆς Θεομήτορος.
Θεοτοκίον
Θεοῦ Ἀρχιστράτηγος,
Παρθένε, ἔφη, Θεόνυμφε, πρὸς δρόμους πορεύθητι, τῆς Ἐλισάβετ σπουδῇ· καὶ γὰρ ἔγκυον,
ταύτην εὑροῦσα γνώσῃ, ὃν περ καταγγέλλω σοι τόκον τὸν ἄρρητον.
Τοῦ Ἀγίου.
Ὁ αὐτός.
Ἀνοίξωμεν σήμερον, τῆς διανοίας τὰ ὄμματα, ἐνθέως καὶ βλέψωμεν θεῖαμ χαρίσματα, δι’ ὧν πρόνοια ἐδόξασεν ἡ ἄνω, ἤδη καὶ Ἀλέξανδρον, ὡς Μωσῆν πρότερον.
Βροτὸς ἐπουράνιος, ἐδείχθης Πάτερ καὶ Ἄγγελος, ἐν τῇ γῇ θαυμάσιος, ὧ ἱερώτατε, ὅθεν ἤγειρας, τοὺς φιλεόρτους πάντας, προσάγειν τῇ μνήμῃ σου ὕμνον ἐπάξιον.
Γεραίρομεν ᾄσμασι, σὲ τὸν σεπτὸν οἱ ἀνάξιοι, καὶ πάντες προσπίπτοντες, σοῦ νῦν δεόμεθα, ἐπιτάχυνον, πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ τῶν ὑμνοῦντών σε, Πάτερ Ἀλέξανδρε.
Θεοτοκίον.
Οἱ δοῦλοί σου Πάνγνε, οἱ σὲ σεπτῶς μακαρίζοντες, καὶ τῇ προστασίᾳ σου νῦν καταφεύγοντες, σοῦ δεόμεθα, ἐπίσκεψαι ἐν τάχει, τοὺς ὀρθῶς δοξάζοντας τὸν θεῖον τόκον σου.
Ὠδὴ
γ΄. Τῆς Παναγίας. Τοὺς σοὺς ὑμνολόγους.
Δεήσεις ἀρτίως
δεξαμένην, ἡμῶν τὰς καρδίας τῶν πιστῶν, χαρᾶς Παρθένε ἔμπλησον ἵνα ἐν σωτηρίῳ
σου, ὡς ἡ προφήτις ἐκβοᾷ, εὐφρανθησώμεθα πάντοτε.
Ἐξέστη Ἁγνὴ Μωσῆς
ὁ μέγας, ἐν βάτῳ Μυστήριον τὸ σόν, προβλέπων ἐμφανέστατα, καὶ γὰρ οὐ
κατεκαίετο, ὥσπερ καὶ σὺ ἐν μήτρᾳ σου, τὸ πῦρ θεότητος ἔχουσα.
Ζωῆς πηγὴν φέρουσα Υἱόν σου, χρυσῆ στάμνος μάννα ὡς ποτέ, ἵνα ζωώσῃ πρέσβευε, τοὺς νεκρωθέντας πάθεσι, καὶ τοὺς ὑμνοῦντάς σε ἡμᾶς, ζωῆς Ἁγνὴ ὡς γεννήτρια.
Ἰσθμὸς καὶ λιμὴν γενοῦ σὺ Κόρη, πελάγει τῶν θλίψεων δεινῶς, νῦν κλυδωνιζομένω μοι, καὶ σοὶ ἐκ βάθους κράζοντι, τὸν τάραχον κατεύνασον, καὶ εἰς λιμένα σου σῶσόν με.
Τοῦ
Προδρόμου. Ὅμοιον.
Ἐκ στείρας τεχθεὶς
ὁ Ἰωάννης, τὴν γλῶτταν διέλυσε πατρός· εἰκότως καὶ γὰρ πέφυκε, φωνὴ τοῦ Λόγου εὔηχος,
καὶ εὐλογῶν ἐφθέγγετο· Σὺ μόνος Ἅγιος Κύριος.
Οὐδὲν τῶν παρόντων
ἀγαπήσας, τὴν ἔρημον τρέχων παροικεῖς, ὡς πόλιν θείῳ Πνεύματι, δυναμωθεὶς πανένδοξε,
ἀΰλως δὲ ἐβίωσας, ὡς Ἠλιοὺ ὁ θεσπέσιος.
Μὴ φέρων τοῦ βίου τοὺς θορύβους, ὡς ὄρνις ἐμάκρυνας σοφέ, ἐρήμοις αὐλιζόμενος· εὗρές τε ἀναψύχοντα, τὸν σῴζοντά σε Κύριον, ἐκ καταιγίδος καὶ θλίψεως.
Θεοτοκίον
Ἀπῆλθε πρὸς οἶκον Ἐλισάβετ, Παρθένος βαστάζουσα γαστρί,
Θεὸν Λόγον τὸν ἄναρχον, ἀμφοῖν ἀσπασαμένων δέ, γνοὺς παρευθὺς ὁ Πρόδρομος, ἐκ τῆς
γαστρὸς προσεκύνησεν.
Τοῦ Ἁγίου.
Ὅμοιον.
Δοξάζομεν ἅπαντες
ἐμφρόνως, σὲ τὸν ἀρχιθύτην τοῦ Χριστοῦ, τὸν ὄντως καταργήσαντα Ἀρείου τὰ
σοφίσματα, καὶ σὺν Ἅγνὴ βοήσαντα, ηὐφράνθην ἐν σωτηρίῳ σου.
Ἐπέστης θεόφρων ἐπαξίως,
ἡ χάρις τοῦ τελεταρχικοῦ, καὶ παναγίου Πνεύματος, ἐπὶ τῇ ἱερᾷ κορυφῇ, σοῦ τοῦ
πιστοῦ θερά-ποντος, ἥ σὲ ποιμένα ἀνέδειξεν.
Ζήλῳ
πυρπολούμενος τῷ θείῳ, ὡς ἄλλος Ἠλίας νοητῶς, κατέσφαξας τὸν βέβηλον, καὶ βλασφημοῦντα
Ἄρειον, ὥσπερ κἀκεῖνος ποτέ, τοὺς τῆς αἰσχύνης εἰργάσατο.
Θεοτοκίον.
Ἱλάσθητι Ἄχραντε
Παρθένε, τοῖς σοὶκαταφεύγουσιν ἡμῖν, καὶ πρέσβευε τῷ τόκῳ σου ὑπὲρ τῶν ἀνυμνούντων
σε, σὲ γὰρ ᾀεὶ κεκτήμεθα, προστασίαν τε καὶ πρόμαχον.
Κάθισμα.
Τοῦ Βαπτιστοῦ.
Ἦχος
α'. Τὸν τάφον σου Σωτὴρ
Τὸν πρόδρομον
Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, τιμήσωμεν πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον
κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος· τὴν γὰρ ἄνοιαν,
τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.
Δόξα.
Τοῦ Ἁγίου.
Ἦχος
πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Νικολάου Β.
Ἀντιοχὼν Βασιλέως τοῖς ἐπιτάγμασι, κοινωνῆσαί σοι ὅλως οὐ παρεχώρησας, τῷ Ἀρείῳ δυσσεβῶς ἐκλυττήσαντι, κακοδοξίας καθελών, ὡς εὐσεβείας ἀριστεύς, καὶ πρόμαχος Ἱεράρχα, ἐφώτισας τοὺς ἐν σκότει τῆς ἀγνωσίας δεινῶς καθεύδοντας.
Καὶ νῦν.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ
πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπὰς
στῆσον Πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχὰς προσφέρειν καθαρὰς τῷ Βασιλεῖ τῶν
ἀπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.
Ὠδὴ
δ΄. Τῆς Παναγίας. Τὴν ἀνεξιχνίαστον.
Ἥξει φθεγξαμένου
ποτὲ Ἀββακούμ, ἐκ Θαιμὰν Θεὸς ὑπερύμνητε, ἡμῖν ἐδήλου σε γεννήτριαν Θεοῦ, ᾧ σὺν
αὐτῷ κραυγάζομεν, δόξα τῆ δυνάμει σου Κύριε.
Θαῦμα τὸ ἐν σοὶ ὡς
προεῖδε Δαβίδ, σοῦ ὁ Βασιλεὺς ἐπεθύμησεν, ἔλεγε κάλλους, ὅθεν καὶ μνησθήσονται,
ὀνόματός σου δοῦλοί σου, οὕς καὶ μὴ παρίδης Πανάχραντε.
Ἰσχὺν κεκτημένη ὡς
ὁ Σολομών, ἔφη ὑπερῇρας εἰς δύναμιν, σὺ θυγατέρας πάσας καὶ ὑπέρκεισαι, σοὶ τοὺς
προστρέχοντας ἡμᾶς μὴ ἐγκαταλίπῃς Παντάνασσα.
Ὣσπερ συνεχόμενος
δίψῃ σφοδρᾷ, θέρμῃ τῶν παθῶν φλογιζόμενος, ἤδη προστρέχω, σοὶ τῇ χαρίτων πηγῇ,
κατάσβεσον δεόμενος, θέρμην μου παθῶν τοῖς σοῖς νάμασιν.
Τοῦ
Προδρόμου.
Ρίζας καὶ μελάγριον,
ὄψον τερπνόν, ἤσθιες μακάριε Πρόδρομε, καὶ τὰς ἀκρίδας· ἐκ καμήλου δὲ τριχῶν,
στολὴν ἐπημφιέννυσο, ὑπὲρ ἁλουργίδα βασίλειον.
Τὸν δημιουργήσαντα
λόγῳ τὸ πᾶν, πᾶσι γεωργὸν μάκαρ ἤγγειλας· οὗτος γὰρ ἐστιν, ὁ τὸ πτύον ἐν χειρί,
κατέχων, καὶ τὴν ἅλωνα, μάλα διακρίνων ὡς δίκαιος.
Ὓπνον σοῖς οὐκ ἔδωκας
μάκαρ σοφέ, ὄμμασιν ὡς ἄσαρκος ἔνδοξε, οὔτε κροτάφοις, εἰς ἀνάπαυσιν σαρκός, ἐως
οὗ ᾠκοδόμησας, οἶκον σεαυτὸν θείου Πνεύματος.
Θεοτοκίον
Ρῆσις πέρας ἔλαβε
τοῦ Ἀββακούμ, ἐπὶ σοὶ Παρθένε πανύμνητε· καὶ γὰρ ἐξ ὄρους, κατασκίου ὁ Θεὸς ἐκ
σοῦ ἦλθε σαρκούμενος, πλάνης τοὺς βροτοὺς ἐκλυτρούμενος.
Τοῦ Ἀγίου.
Ὅμοιον.
Ἡ γλῶσσά σου
Πάτερ κηρύττει σαφῶς, τὸν Υἱὸν Θεοῦ ὡς προέφησε, Πνεύματι πάλαι, θεηγόρε Ἀββακούμ,
δεικνύουσα Αἰγύπτιον, Φαραὼ ὡς ἄλλον παγκάκιστον.
Θάμβος ἦν
θεάσασθαι σὲ τὸν σοφόν, ὑπὸ θυσιαστήριον κείμενον, καὶ ἀοράτως κατατάττοντα
δεινῶς, τῇ πρὸς Θεὸν ἐντεύξει σου, Ἄρειον παγκάκιστον ἔνδοξε.
Ἲδομεν θεόφρων τὰς
ἀρετάς, μεθ’ ὧν ἐκοσμήθης σαφέστατα, δι’ ὧν καὶ σύ γε καθωράϊσας λαμπρῶς,
θρόνον τὸν ἱερώτατον, ὅθεν σὲ ὑμνοῦμεν πανένδοξε.
Θεοτοκίον.
Ὦ Τοῦ ἐν σοὶ μυστηρίου
Ἁγνή, πῶς καὶ παρθενεύεις λοχεύουσα, καὶ πάλιν μένεις μητροπάρθενος Ἁγνή, οὗ ἀνεκφράστου
θαύματος κῆρυξ καὶ αὐτὸς ὁ Ἀλέξανδρος.
Ὠδὴ
ε΄. Τῆς Παναγίας. Ἐξέστη τὰ σύμπαντα.
Κηρύττει
σαφέστατα, τὸ θεῖόν σου Μυστήριον, ὁ μέγας ἐκεῖνος Ἡσαΐας, ἰδοὺ Παρθένος ἐν τῆ
γαστρί λήψεται, καὶ τέξεται τὸν Ἐμμανουήλ, ᾧ ὑπὲρ τῶν δούλων σου, σὺ πρεσβεύεις
ἑκάστοτε.
Λαβίδα
πανάχραντον, σὲ εἰκονίζει Δέσποινα, τρόπῳ θαυμασίῳ Ἡσαΐας, δι’ ἧς ὁ ἄνθραξ
Χριστὸς Σωτὴρ τοῦ παντός, ἁψάμενος στόματος αὐτοῦ, ὡς αὐτὸν διέσωσε, καὶ ἡμᾶς
σώζειν πάντοτε.
Μύρων σου
Πανάμωμε, ὀσμὴ ὑπὲρ ἀρώματα, πάντα τὸ γὰρ ᾆσμα προμηνύει, ὡς οὖν ὀσφρήσεις μεστὰς
ποιοῦσα πιστῶν, θείας σὺ ὀσμῆς πνεματικῆς, τὸ δυσσῶδες τῶν παθῶν ἐκδιώκεις ἑκάστοτε.
Ἀθύμως διάκειμαι,
ὡς πάσχων καθ’ ἑκάτερα, σώματι μὲν βίου τοῖς βασάνοις, ψυχῇ δὲ πάθει, ἀμπλακημάτων
δεινῶν, τίνα οὖν εὐρήσω χαρμονήν, εἰμή σε ἀκέστορα τοῦ ἰᾶσαι ἀμφότερα.
Τοῦ
Προδρόμου. Ὅμοιον.
Ἰσχὺν θείου Πνεύματος,
ἐνδεδυμένος ἔνδοξε, πᾶσιν ἀνεβόας τοῖς παροῦσι· Μετα-νοεῖτε, ἰδοὺ ἀξίνη σαφῶς,
τῶν δένδρων πρὸς ῥίζαν κεῖται νῦν, τέμνουσα τὰ ἄκαρπα, τὰ δ' ἐσθλὰ ἐκκαθαίρουσα.
Τὴν γλῶτταν ὡς σάλπιγγα,
ἔχων Κυρίου Πρόδρομε, εὐήχως ἐφώνεις τοῖς παροῦσιν· Ἐγὼ ἐν ὕδατι βαπτίζω ὑμᾶς, ὀπίσω
μου δ' ἄλλος ἰσχυρός, βαπτίζων ἐλεύσεται, ἐν πυρί τε καὶ πνεύματι.
Ὁ θεῖος προέφησε
Προφήτης· Ἥξει Κύριος, Ἄγγελος αὐτοῦ δὲ πρὸ προσώπου, στέλλεται τρίβους
προετοιμάζων αὐτοῦ, ὃς σώσει λαὸν τὸν ἀπειθῆ, καὶ κατασκευάσειεν, εἰς Θεοῦ κλῆρον
ἅγιον.
Θεοτοκίον
Νηδὺϊ φερόμενος,
τῇ μητρικῇ ὁ Πρόδρομος, τῇ παρθενικῇ ὡς ἔγνω ἔνδον, τὸν τούτου Κτίστην φρικτῶς
φερόμενον, Πνεύματι Ἁγίῳ φωτισθείς, ἔνδοθεν ἐσκίρτησε, καὶ πεσὼν προσεκύνησεν.
Ὠδὴ
στ΄. Τῆς Παναγίας. Ἐβόησε προτυπῶν.
Νηδύϊ σου ὅν ἀσπόρως
συνέλαβες Ἄχραντε, ἐκ φθορᾶς με ἵνα σώσῃ ἱκέτευε δέομαι, Ἰωνᾶν ὡς πάλαι, ἐκ
κοιλίας τοῦ κήτους ἐρύσατο.
Σύμπασα μὲν
Προφητῶν σὲ ὁμήγυρις Πάναγνε, καὶ αἱ ῥήσεις, καὶ τοῦ μόνου προλέγουσι σύμβολα, ὥσπερ
καὶ Μιχαίας, ὄρος ἐμφανές τε
προεικόνισεν.
Ὁράματι
κεκλεισμένην σε πύλην ἑώρακεν, ὦ Παρθένε Ἰεζεκιὴλ ὡς διὰ σοῦ Θεοῦ, εἰσελευσομένου,
ὅν σωθῆναι ἡμᾶς καθικέτευε.
Νοσήματος τῶν παθῶν
με κατέχει συσχερεία, καὶ οὐκ ἔχω, ὡς ὁρᾷς παραμύθιον εὔσπλαγχνε, σοὶ μόνῃ
προσπίπτω, τῶν παθῶν μου ἀσθένειαν ἴασαι.
Τοῦ
Προδρόμου. Τὴν θείαν ταύτην
Πρὸς σὲ λαὸς
πονηρότατος, ἀφίκετο πειράζων καὶ φάσκων σοι· Σὺ εἶ ὁ Κύριος, αὐτὸς δὲ ἔφης, οὐκ
ἔγωγε, ἄλλος δ' ἐστὶν ὃς ἥξει, ὀπίσω πρῶτός μου.
Ρευστῆς ἐγὼ πέλω φύσεως,
ὃς ἔρχεται δ' ὀπίσω μου ἄρρευστος, πέλει καὶ ἄχρονος, καὶ ποιητὴς πάσης κτίσεως,
οὗ οὐκ ἰσχύω λῦσαι, οὐδὲ τὰ πέδιλα.
Ὁρῶντες πάντες συνέτρεχον,
πόρνοι τε καὶ τελῶναι καὶ ἄσωτοι, καὶ ἐβαπτίζοντο, ἐκ σοῦ Προφῆτα πανένδοξε, τὴν
πρὸς Χριστὸν πορείαν ἐκδιδασκόμενοι.
Θεοτοκίον
Δεινῶν παντοίων
τοὺς δούλους σου, ἐξάρπασον Παρθένε Θεόνυμφε, τοὺς προσφυγόντας σου, ὑπὸ τὴν σκέπην
τὴν ἄμαχον, καὶ τῆς φρικτῆς μελλούσης ῥῦσαι κολάσεως.
Τοῦ Ἁγίου.
Ὅμοιον.
Νεύμασιν ἄνακτος ἔκλινας,
ὑπ’ αὐτοῦ συλλειτουργεῖν βιαζό-μενος τῶ δολιόφρονι, ὅθεν ἐν θλίψει ἐβόησας, ὡς Ἰωνᾶς
Κυρίῳ λυτρωσαμένῳ σε.
Ξένα θεόφρων
θαυμάσια, τὰ σὰ ἅ θείῳ κράτει ἀπέδειξας, κατὰ τοῦ δυσσεβοῦς, ὅθεν ἐν χώρῳ ἀπέκτεινας,
δυσωδεστάτῳ αὐτὸν τροπωσάμενος.
Ὅλον τὸν πόθον ἀνέτεινας,
Ἀλέξανδρε σοφὲ πρὸς τὸν Κύριον, ἀπὸ νεότητος, ὅθεν μεσίτης γενοῦ ἡμῖν, ὡς ἔχων
παῤῥησίαν πρὸς τὸν Θεὸν ἡμῶν.
Θεοτοκίον.
Νηδύος Μήτηρ ἀπείρανδρε,
Χριστὸν ἡμῖν ἀφράστως ἐκύησας, ἀπὸ παρθενικῆς, ᾧ καὶ πρεσβεύεις ἑκάστοτε, ὑπὲρ ἡμῶν,
τῶν πιστῶς δοξαζόντων σε.
Κοντάκιον
τοῦ Προδρόμου. Ἦχος πλ. α'
Ἡ τοῦ Προδρόμου ἔνδοξος
ἀποτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν Ἅδῃ τοῦ Σωτῆρος κηρύξῃ τὴν
ἔλευσιν· θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα· οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ,
οὐ ζῶντα αἰῶνα ἠγάπησεν, ἀλλ' ἐπίπλαστον πρόσκαιρον.
Τοῦ Ἀγίου,
ἦχος πλ. δ΄.
Τῷ ἀηττήτω ἀριστεῖ
τὰ νικητήρια, ὡς λυτρωθεῖσα δυσσεβῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ ποίμνη σου Ἱεράρχα,
καὶ γὰρ Ἄρειον κατέκτεινας μαινόμενον, καὶ φιλόσοφον ἐπέσχω θρασυνόμενον, ὅθεν
κράζω σοι· Χαίροις Πάτερ Τρισόλβιε.
Ὁ Οἶκος.
Ἄγγελος
ἐξ ἀνθρώπων ἐπὶ γῆς ἀνεδείχθης, ὁ μέγας ἀληθῶς Ἱεράρχης πάσαις γὰρ ἀρεταῖς αὐγασθείς,
ὥσπερ ἄϋλος ἀπέπτης τῶν νεκρῶν πρὸς τὰ Οὐράνια, καὶ ὑπὲρ φύσιν ἠγώνισαι. Διὸ καὶ
πρὸς ἡμῶν ἀκούεις:
Χαῖρε
καλὲ Χριστοῦ ποιμενάρχα· χαῖρε σοφὲ πιστῶν Ἱεράρχα.
Χαῖρε
καθαιρέτης δυσσεβῶν ὁ ἀήττητος· χαῖρε οἰκουμένης ὁ φωστὴρ ὁ πολύφωτος.
Χαῖρε
κράτος παναλκέστατον τῆς Τριάδος προσκυνῶν· χαῖρε μίαν ὑποστάσεων τὴν οὐσίαν ἀνυμνῶν.
Χαῖρε
ὅτι ὑπάρχεις Βασιλείας ὁ Κόσμος· χαῖρε ὅτι παρέχεις τοῖς πιστοῖς τὴν εἰρήνην.
Χαῖρε
Ἱερεῦ ὁ στήσας τὸ τρόπαιον· χαῖρε ἀριστεῦ ὁ κτείνας τὸν Ἄρειον.
Χαῖρε
δι’ οὗ κραταιοῦται ἡ Πίστις· χαῖρε δι’ οὗ καθαιρεῖται ἡ πλάνη.
Χαίροις Πάτερ
Τρισόλβιε
Συναξάριον
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀλεξάνδρου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι:
Σχοίνους
διαδρὰς Ἀλέξανδρε σαρκίου, Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
Ἔστησας
Ἀλέξανδρε φλεγμονὰς λόγων, Λόγου προσευχαῖς ἐμβαλὼν πυριπνόους. Θεῖον Ἀλέξανδρον
μόρος εἷλεν ἑνὶ τριακοστῇ.
Οὗτος μετὰ τὸν ἱερὸν Μητροφάνην, ἐπίσκοπος Νέας Ῥώμης χειροτονεῖται, πολλοὺς παρὰ τῶν αἱρετικῶν ὑποστὰς τότε ἀγῶνας, καὶ πειρασμούς. Καὶ ὁ Βασιλεὺς δὲ τηνικαῦτα Κωνστάντιος, ὁ τοῦ Μεγάλου Κωνσταντίνου υἱός, εἰ καὶ χρηστὸς τὸ ἦθος, καὶ τοῦ δικαίου εἴπερτις ἄλλος διάπυρος ἐραστής, περὶ μέντοι τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής. Οὐ γὰρ τῆ πατρικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ
προσέθετο τοῖς ἀριανίζουσι, σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχου πρωτεύοντος Εὐσεβίου.
Ὅθεν καὶ τὸν θεῖον τοῦτον Ἀλέξανδρον, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον
δέξασθαι. Ὁ δὲ οὐ κατένευσε. Ὥριστο οὖν τῇ συνόδῳ ἡμέρᾳ. Καὶ ὁ Ἀλέξανδρος κατὰ
τὴν ἑσπέραν ἐκείνην, εἰς τὸ θυσιαστήριον εἰσελθών, καὶ πρηνῆ καταβαλὼν ἐαυτόν, ἐδέετο
τοῦ Θεοῦ, μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν.
Ἤ ἐμὲ τῆς ζωῆς πρότερον ἀπόλυσον ἔλεγε. Ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν.
Ἕωθεν οὖν, ἄρτι τῆς συνόδου συνισταμένης, καὶ ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν, καὶ ἀπιὼν
νύττεται τὴν γαστέρα πρὸς ἔκκρυσιν κοιλίας καὶ κύστεως, παρακλίνας τε τῆς ὁδοῦ,
κεκάθικεν ἑαυτὸν ὡς ἀποσκυβαλισόμενον τὸ περίττευνα.
Συνεξεῤῥύει δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ ἀλιτηρίου, βιαίως τὴν ζωὴν ἀποῤῥήξαντος. Καὶ ὁ μέγας δὲ ἐν βασιλεῦσι Κωνσταντῖνος, ὑπὸ
φιλοσόφου ποτὲ ἑλλήνου ὀνειδιζόμενος ὡς νεωτερίζων περὶ τὴν θρησκείαν,
προέστησέ τινα τῶν φιλοσόφων αὐτῶν διαλεχθῆναι τῷ μακαρίῳ τούτῳ Ἀλεξάνδρῳ. Ὁ μὲν
οὖν Ἀλέξανδρος, θεῖος ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. Ὡς οὖν εἶδε τὸν φιλόσοφον
γλωσσαλγοῦντα, ἔφη· Ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν,
σιωπᾷν, καὶ μὴ φθέγγεσθαι. Καὶ ἅμα τῷ λόγῳ, ἐφιμώθη, καὶ γέγονεν ἄλαλος. Ἐπὶ
τρισὶν οὖν καὶ εἴκοσιν ἐνιαυτοῖς ποιμάνας θεοσεβῶς τὸ ποίμνιον, καὶ πλήρης ἡμερῶν
γενόμενος ἀνεπαύσατο ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
Πατριαρχῶν Κωνστα-ντινουπόλεως, Ἰωάννου καὶ Παύλου τοῦ νέου.
Στίχοι
·
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
·
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
·
Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
·
Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θαυματουργοῦ Φαντίνου.
Στίχοι
·Καὶ
γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος,
·
Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει.
Οὗτος
ἐκ Καλαβρίας τῆς ἐν Ἰταλίᾳ καταγόμενος, ἦτον υἱὸς Γεωργίου καῖ Βρυαίνης, ἀφιερωθεὶς
δὲ εἰς τὸν Θεὸν ἐξ αὐτῶν σχεδὸν τῶν βρεφικῶν σπαργάνων, ὅταν ἔφθασεν εἰς
κατάλληλον ἡλικίαν, εἰσήχθη εἰς Μοναστή-ριον, ἔνθα μετεχειρίζετο πᾶσαν ἀρετήν· Ἐπειδὴ
δὲ ἔγινεν ἐργάτης δόκιμος τῶν ἐντολῶν τοῦ Θεοῦ, διὰ τοῦτο καὶ ἠξιώθη θείων ἀποκαλύψεων.
Ὁ αὐτὸς διῆλθε νῆστις εἴκοσιν ὁλοκλήρους ἡμέρας, καὶ ἔμεινε γυμνὸς τέσσαρα ἔτη,
καὶ πολλὰς ἄλλας κακοπαθείας καὶ κινδύνους ὑπέφερεν ὁ ἀοίδιμος, ὅταν οἱ
Σαρακηνοὶ εἰσέβαλον ληστρικῶς εἰς τὴν Ἰταλίαν, λεηλατοῦντες τοὺς λαοὺς αὐτῆς. Ἀφ’
οὖ λοιπὸν ἐν τοιούτοις πειρασμοῖς διήνυσεν ἑξήκοντα ἔτη, παραλαβὼν ὑστερον τοὺς
δύο μαθητάς του, Βιτάλιον καὶ Νικηφόρον, ὑπῆγεν εἰς τὴν Πελοπόννησον, διατρίψας
δὲ εἰς τὴν Κόρινθον πολὺν χρόνον, ἔγινεν εἰς πολλοὺς πρόξενος σωτηρίας. Μετὰ ταῦτα
μετέβη εἰς τὰς Ἀθήνας, καὶ προσκυνήσας τὸν ἐκεῖ εὑρισκόμενον τῆς Θεοτόκου
Ναόν, ἀνεχώρησεν εἰς τὴν Λάρισαν. Ἐκεῖθεν δέ, ἀφ’ οὖ προσέμεινεν ἀρκετὸν καιρὸν
εἰς τὸν τάφον τοῦ Ἁγίου Ἀχιλλείου Ἐπισκόπου Λαρίσης, ὑπῆγεν εἰς τὴν
Θεσσαλονίκην, καὶ ἀφ’ οὖ ἀπήλαυσε καὶ κατετρύφησεν εἰς τὰ θαύματα τοῦ μεγαλομάρτυρος
Δημητρίου ἐπὶ ἔτη ὀκτώ, μεταχειριζόμενος τὸν συνήθη κανόνα τῆς ἐγκρατείας,
τελειώνει τὴν ζωήν του μὲ γῆρας ἀγαθόν, καὶ ἐκδημεῖ πρὸς ὅν ἐπόθησε Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
δεκαὲξ μαρτύρων τῶν Θηβαίων.
Στίχοι.
Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἕξ καὶ δέκα
Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἕξ καὶ δέκα
Τμηθέντας
ἄνδρας ἀρτιάκις ἀρτίου
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτηνῇ, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Στίχοι.
Ἑξάστερόν
τι Χριστομαρτύρων σέλας,
Δῦναν
θαλάσσης ἔνδον, ἐκλάμπει Πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὀσίας Μητρὸς ἡμῶν Βρυαίνης.
Στίχοι.
Ἐκ γῆς Βρυαίνη, χαρίτων θεία βρύσις, Μετωχετεύθη ζῶσαν εἰς πηγὴν ἄνω.
Ἐκ γῆς Βρυαίνη, χαρίτων θεία βρύσις, Μετωχετεύθη ζῶσαν εἰς πηγὴν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαρματᾶ.
Στίχοι.
Ἥκει καταπτὰς Ἄγγελος Θεοῦ Λόγου, Λέγων· ἔγειραι Σαρματᾶ χαίρων ἕπου.
Ἥκει καταπτὰς Ἄγγελος Θεοῦ Λόγου, Λέγων· ἔγειραι Σαρματᾶ χαίρων ἕπου.
Οὗτος ὁ Ὅσιος Σαρματᾶς, κατὰ τὸν Εὐεργετινόν, νηστεύων πάντοτε καὶ ἐγκρα-τευόμενος, τοσοῦτον ἐνίκησε τὸν ὕπνον, ὥστε, ἐὰν ἔλεγεν εἰς αὐτόν, ὕπαγε ἀπ’ ἐμοῦ, ἀπήρχετο, ἐὰν δὲ πάλιν ἔλεγεν αὐτῷ ἐλθέ, ἤρχετο. Εἰς δὲ τὸν
Παράδεισον τῶν Πατέρων, γράφεται περὶ τοῦτου, ὅτι εἷς καθήμενος ἐν τῇ ἡσυχίᾳ, ἠρώτησεν
αὐτὸν λέγων: Οἱ λογισμοὶ λέγουσί μοι, ὕπαγε ἔξω καὶ παράβαλε τοῖς ἀδελφοῖς. Ὁ δὲ
Σαρματᾶς ἀπεκρίθη: Μὴ ἀκούσῃς αὐτῶν, ἀλλ’ εἰπέ, ἰδοὺ ἤκουσά σου τὸ πρῶτον, νῦν
δὲ οὐ δύναμαί σου ἀκούειν. Καὶ πάλιν ἄλλος ἠρώτησεν αὐτὸν λέγων: Οἱ λογισμοὶ
λέγουσί μοι μὴ ἐργάζου, ἀλλὰ φάγε, πίε, κοιμῶ. Ὀ δὲ Σαρματᾶς εἶπεν αὐτῷ: Ὅταν
πεινᾷς (καθ’ ὑπερβολὴν καὶ ἀποκάμῃς), τότε φάγε, καὶ ὅταν διψᾷς (καθ’ ὑπερβολήν,
ὥστε νὰ μὴ δύνασαι πλέον νὰ ὑποφέρῃς), τότε πίε, καὶ ὅταν ἀγρυπνήσῃς (πολὺ, ὥστε
νὰ μὴ ἠμπορῇς πλέον καθ’ ὅλου νὰ ὑπομείνῃς), τότε κοιμῶ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱεράρχου Εὐλαλίου, ἐν εἰρήνῃ τελειωθέντος.
Στίχοι.
Ὤν Εὐλάλιος εὔλαλος τέττιξ μάλα, Χειμῶνος ὥρᾳ τοῦ τέλους σιγὴν ἄγει.
Ὤν Εὐλάλιος εὔλαλος τέττιξ μάλα, Χειμῶνος ὥρᾳ τοῦ τέλους σιγὴν ἄγει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς
Φίληξ, ξίφει τελειοῦται.
Στίχοι.
Τμηθεὶς
κεφαλὴν ἱερὰν λύθρῳ χρίῃ, Καὶ χρίσμα κοσμεῖς ἱερωσύνης Φήλιξ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος μάρτυς
Φουρτουνιανός, ξίφει τελειοῦται.
Στίχοι.
Οὐ μή με πλήξῃς, ὅς τις εἶ ταχὺ ξίφει, Φουρτουνιανὸς ἐμβριμώ-μενος λέγει.
Οὐ μή με πλήξῃς, ὅς τις εἶ ταχὺ ξίφει, Φουρτουνιανὸς ἐμβριμώ-μενος λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος μάρτυς
Σεπτιμῖνος, ξίφει τελειοῦται.
Στίχοι.
Ὁ πάντα σεπτὸς ἐν τῷ βίῳ Σεπτιμῖνος, Πάνσεπτον εὕρε καὶ τέλος διὰ ξίφους.
Ὁ πάντα σεπτὸς ἐν τῷ βίῳ Σεπτιμῖνος, Πάνσεπτον εὕρε καὶ τέλος διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος μάρτυς
Ἰανουάριος, ξίφει τελειοῦται.
Στίχοι.
Ἄρας φόνου σίδηρον ὁ πνέων φόνου, Αἶρει κεφαλὴν τὴν Ἰανουαρίου.
Ἄρας φόνου σίδηρον ὁ πνέων φόνου, Αἶρει κεφαλὴν τὴν Ἰανουαρίου.
Οὗτοι οἱ
τέσσαρες Μάρτυρες,
διαφλεγόμενοι ὑπὸ τοῦ ἐνθέου ζήλου τῆς πίστεως, ἐπολέμησαν ἀνδρείως τὴν πλάνην
τῆς εἰδωλο-λατρείας, καὶ ἐνδυναμωθέντες ὑπὸ τῆς εἰς Θεὸν πίστεως, διέλυσαν ὅλα
τὰ σκότη τῆς ἀπιστίας, φυλάξαντες δὲ ἀπαραχαράκτους τοὺς νόμους καὶ τὰς ἐντολὰς
τοῦ Χριστοῦ, καὶ καταφρονήσαντες τὰς παρὰ τῶν Ἐλλήνων ἐρωτήσεις, δι’ ὦν
παρεκίνουν αὐτοὺς νὰ ἀρνηθώσι τὴν εὐσέβειαν, καὶ μὴ μεταπεισθέντες, ὑπέμειναν οἱ
ἀοίδιμοι διωγμοὺς καὶ δεσμὰ καὶ στρεβλώσεις τοῦ σώματος, συρόμενοι ἀπὸ τόπου εἰς
τόπον, ἕως οὗ τελευταῖον κατεδικάσθησαν εἰς τὸν διὰ ξίφους θάνατον. Τότε δὲ ἔγινε
θαῦμα φοβερόν, διότι ὁ ἥλιος καὶ ἡ σελήνη, μὴ ὑποφέροντες τὴν ἄδικον τῶν Ἁγίων
σφαγήν, μετεβλήθησαν εἰς αἷμα. Οἱ δὲ Μάρτυρες ἀποκεφαλισθέντες, ἔλαβον παρὰ
Κυρίου τοὺς ἀμαράντους στεφάνους τῆς ἀθλήσεως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φύλακος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ὅσιος Πατὴρ ἡμῶν Ἀλέξανδρος, ἡγεμὼν τῆς Ῥωσίας, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλωνίδη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ
ζ'. Τῆς Παναγίας. Οὐκ ἐλάτρευσαν.
Παρθενεύουσαν
νηδύν, τὸ πῦρ θεότητος, τὴν σὴν οὐκ ἔφλεξεν, ὡς δροσοβόλος ποτέ, τοὺς Παῖδας ἡ
κάμινος Θεοῦ προλέγουσα, ἐκ σοῦ γέννησιν, ᾧ καὶ ἡμεῖς κραυγάζομεν, ὁ Θεὸς εὐλογητὸς
εἶ.
Ρέει πάντοτε,
πιστοῖς διψῶσι νάματα, ἐλέους Ἄχραντε σοῦ ἐκ πηγῆς, ἥν ποτέ, ὅτι ἐξελεύσεται Ἰωὴλ
ἔδειξεν ἐξ οἴκου Θεοῦ, ᾧ καὶ ἡμεῖς κραυγάζομεν, ὁ Θεὸς εὐλογητὸς εἶ.
Σὲ σαφέστατα, καὶ
θεῖος προεικόνισεν, ὄρος ὁ Δανιήλ, ἐξ οὗ ὁ λίθος Χριστός, Ἁγνὴ ἀχειρότμητος, ἐτμήθη
ὡς τεχθείς, ἀσπόρως ἐκ σοῦ, ᾧ καὶ ἡμεῖς κραυγάζομεν, ὁ Θεὸς εὐλογητὸς εἶ.
Νέφος Ἄχραντε,
βασάνου κατεκάλυψε, ψυχὴν καρδίαν μου, καὶ σκοτασμὸν ἐμποιεῖ, φωτὸς δ’ ὡς
γεννήτρια, τοῦτο ἀπέλασον, τῇ ἐμνεύσει τε, πόῤῥῳ πρεσβείαις σου Ἁγνή, καὶ
φωτίζουσά με ῥῦσαι.
Τοῦ
Προδρομου. Ὅμοιον
Ρωμαλέως τῷ Ἡρῴδῃ
ἀνθιστάμενος, ἔνδοξε Πρόδρομε, τοῦτον ἐλέγχεις βοῶν· Οὐκ ἔξεστιν ἔχειν σε εὐνὴν
ὁμαίμονος, ὡς ἀθέμιτον· ὁ δὲ μὴ ἀνασχόμενος, τὴν σὴν κάραν ἀποτέμνει.
Οἷα ἔνδοξος Προφήτης
πρὸ γεννήσεως, ἔγνως τὸν Κύριον, καὶ ὡς ἀμνὸν τοῦ Θεοῦ, τοῖς πᾶσιν ὑπέδειξας,
πρὸς θεοσέβειαν, ἕλκων ἅπαντας, ἀναβοᾶν πρὸς Κύριον· ὁ Θεὸς εὐλογητὸς εἶ.
Μέλλων τέλος τὸ
μακάριον ἐκδέχεσθαι, Πρόδρομε ἔνδοξε, σοὺς μαθητὰς πρὸς Χριστόν, τὸν Θεὸν ἀπέστειλας,
ἐπερωτῶν αὐτόν· Σὺ εἶ Κύριε, τοῦ σῶσαι ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
Ὁ Χριστὸς τοῖς
μαθηταῖς προσαπεφθέγξατο· Ἄπιτε εἴπατε, τῷ Ἰωάννῃ· ἰδού, νεκροὶ ἐξανίστανται,
κωφοὶ ἀκούουσιν, ἐκκαθαίρονται λεπροί, καὶ ὥσπερ ἔλαφος οἱ χωλοὶ περιπατοῦσιν.
Τοῦ Ἁγίου.
Ὅμοιον.
Παῤῥησίαν
κεκτημένος πρὸς τὸν Κύριον, τὸν βασιλέα καὶ σύ, ὡς οἱ τρεῖς Παίδες ποτέ, ταχέως
ἀπέδειξας ὄντα κακόφρονα, καὶ ἐβόησας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς
εἶ.
Ροὰς Πάτερ τῶν
δακρύων οὐ παρέβλεψε, τῶν σῶν γλυκὺς Ἰησοῦς, ὅς ἀντεδόξασεν σὲ αὐτὸν δοξάσαντα
εἶναι Θεὸν ἀληθῇ, ᾧ ἐβόησας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σὲ προβλέψασα,
σοφὲ ἡ θεία πρόνοια, εἶναι τῆς χάριτος, σκεῦος ἐξαίρετον, πρεπόντως ἀνέδειξεν Ἱεραρχῶν
καλλονήν, ὅθεν ἔλεγες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νέμεις Ἄχραντε,
τοῖς πίστει σοι προσπίπτουσι, δῶρα ἐπάξια, ὡς πάντων Δέσποινα, καὶ Μήτηρ ἀπείρανδρος
τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ᾧ καὶ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ
η'. Τῆς Παναγίας. Παῖδας εὐαγεῖς
Τύπος σὸς Παρθένε
ἐν καμίνῳ, ἀφλέκτως τοὺς ἐμβατεύοντας παίδας ποτέ, τῇ πυρὸς ἐξείλετο, καὶ σὲ
προεικόνισε, Θεοῦ Μητέρα ἔσεσθαι, ᾧ πάντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὓμνον σοὶ Ἀγνὴ οἴκῳ
Κυρίου, κομίζω ὅν Ζαχαρίας προεφθέγξατο, καὶ ὁ Μαλαχίας τε ναὸν αὐτοῦ ἀπέδειξεν,
ἐν σοὶ γὰρ κατεσκήνωσεν ὁ ποιητὴς τοῦ παντός, ὅν ἅπαντα ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Φωτὸς λύχνος
πρόδρομος Παρθένε, τὴν Σάρκωσιν τὴν ἐκ σοῦ Θεοῦ Πανάμωμε, ἐμφανῶς ἐκήρυξε, διὰ
τῆς σκιρτήσεως, κατηξιώθη δὲ αὐτὸν βαπτίσαι λέγων τε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἣκω σοὶ τῇ μόνη
μου ἐλπίδι, τῇ μόνῃ καταφυγῇ καὶ προστασίᾳ μου, σὲ βοῶ ἐκ θλίψεως, μὴ ἐγκαταλίπης
με, ἀλλά με ῥῦσαι Πανάχραντε, τῶν περιστάσεων, τοῦ βίου, καὶ μελλούσης γεέννης,
ὅπως σε γεραίρω, τὴν μόνην Θεοτόκον.
Τοῦ
Προδρόμου. Ὅμοιον.
Νόμου παλαιᾶς τε
καὶ τῆς νέας, Προφήτης καὶ Προφητῶν πάντων ὑπέρτερος, ὑπάρχεις πανεύφημε· οὐ γὰρ
ἔφυς κάλαμος, πνεύμασι ῥιπιζόμενος, ἀλλ' ἔστης ἄσειστος. Τὸν Κύριον βοῶν εὐλογεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαινόμενος οἴστρῳ
ὁ Ἡρῴδης, μαχλώσης Ἡρῳδιάδος τὸ θυγάτριον, βλέπων κατορχούμενον, ἔφησεν ὁ ἄθλιος.
Ὅ μοι αἰτήσῃς δίδωμι, ἕως ἡμίσεος, τῆς ἐμῆς βασιλείας μεθ' ὅρκου, κἀκεῖνο ἐξαιτεῖται, τὴν Κάραν τοῦ Προδρόμου.
Εἶχε μὲν φρουρᾷ τὸν Ἰωάννην, Ἡρῴδην δὲ πότος εὐφραινόμενον· τότε ἡ πανάσεμνος, κόρη κατωρχήσατο, ἀρέσασα δὲ εἴληφε, Κάραν τὴν πάντιμον, Προδρόμου καὶ ἁγίαν ὡς ταύτην, τῇ μητρὶ προσάξῃ, τιμαλφέστατον δῶρον.
Θεοτοκίον
Λύτρωσαι τὴν πόλιν σου Παρθένε, ἐκ πάσης ἀπειλῆς τε καὶ κακώσεως, σεισμοῦ καταπτώσεως, βαρβαρικῆς ἁλώσεως, καὶ φοβερᾶς κολάσεως, τοῦ αἰωνίου πυρός· σὲ γάρ μετὰ Θεὸν σωτηρίαν, ἅπαντες πλουτοῦμεν, Χριστιανοὶ Παρθένε.
Τοῦ Ἀγίου.
Ὅμοιον.
Ταμεῖον τῆς
χάριτος ἐδείχθης, ἐν πόλει τῇ Νικαέων εὐαγεῖ τῇ πρίν, συνελεύσειν ἔνδοξε, καὶ ἐθεολόγησας,
Υἱὸν Πατρὶν συνάναρχον, καὶ θείῳ Πνεύματι, ὡς παῖδες τῶ Κυρίῳ κραυγάζων· τὰ ἔργα
ὑμνεῖτε Θεὸν εἰς τοὺς αἰῶνας.
Ὑπέπεσεν ὄντως
θείᾳ δίκῃ, ἐφύβριστον τ’ αὐθαδέστατον τὸ βδέλυγμα, Πάτερ μεσιτείᾳ σου, δι’ ἧς ἐχαροποίησας,
καὸν ὀρθῶς δοξάζοντα Τριάδα ἄναρχον, ἀπαύστως τε βοῶντα Κυρίῳ· τὰ ἔργα ὑμνεῖτε
Θεὸν εἰς τοὺς αἰῶνας.
Φυλάττεις τὴν
ποίμνην σου καὶ ἤδη, θεόφρων τῇ σῇ δεήσει ὡς καὶ πρότερον, ἀπὸ συναντήματος
δεινοῦ πολεμήτορος, ἥ καὶ πανηγυρίζουσα τὴν θείαν μνήμην σου, Θεῷ τῶ σὲ
δοξάσαντι κράζει· τὰ ἔργα ὑμνεῖτε Θεὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ Μήτρα σου Ἄχραντε
Παρθένε, τὸν ἕνα Τριάδος τῆς μακαριστῆς, ἀφθόρως ἐκύησεν ἐν δυσὶ ταῖς φύσεσι,
καὶ δύο ταῖς θελήσεσιν, ὅν καθικέτευε ὑπὲρ τῶν βοώντων ἀπαύστως· τὰ ἔργα ὑμνεῖτε
Θεὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ
θ'. Τῆς Παναγίας. Ἅπας γηγενὴς.
Χαῖρε ὦ Ἀγνή, χαρᾶς
Εὐαγγέλια παρὰ Ἀγγέλου ποτέ, μόνη δεξαμένη τε, μόνη τεκοῦσα τὸν λυτρωτὴν ἡμῶν,
χαρᾶς αἰτία Δέσποινα, χαρμονὴ πάντων τε, καὶ Ἀγγέλων, ἀνθρώπων καὶ κτίσεως, εἰς
αἰῶνας σὺ χαῖρε Θεόνυμφε.
Ψάμμος ἀληθῶς, τῷ
πλήθει ἐγκώμια, τὰ σὰ ὐπάρχει Ἁγνή, σὲ γὰρ καὶ οὐράνιαι, τάξεις ὑμνοῦσιν ὡς
Θεομήτορα, τοῦ μόνου τε τὰ σύμβολα καὶ Προφητῶν οἱ χοροί, Ἀποστόλων, Μαρτύρων ἁγίων
τε, καὶ ἀνθρώπων τὸ γένος Θεόνυμφε.
Ὠδὰς ἄν Ἁγνή, ἀπείρους
προσοίσωμεν, σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ, οὐκ ἄν δυνησόμεθα, αἰνεῖν ἀξίως ὡς
Θεομήτορα, ἀλλὰ τὴν πίστιν Δέσποινα, καὶ προθυμίαν ἡμῶν, δεξαμένη, τῷ Υἱῷ σου
πρέσβευε, ἵνα σώσῃ ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Σοὶ Θεοῦ Μητρί,
προσπίπτω δεόμενος, τὸν ὕμνον δέχου Ἁγνή, ὅνπερ σοι προσέφερον, σὺν τούτῳ ὅμως
τὴν προθυμίαν μου, καὶ πόθον πίστιν Δέσποινα, καὶ μὴ παρίδῃς με νῦν, ἀλλ’ Υἱῷ
σου πρέσβευε ῥυσθῆναί με, ἐκ κινδύνων, κακῶν, καὶ κολάσεως.
Τοῦ
Προδρόμου. Ὅμοιον.
Πότος βδελυρός,
καὶ δεῖπνος πανάσεμνος, ὅρχησις ἄτερπνος, ἔθελξαν τὸν δείλαιον, μάλα πρὸς οἶστρον
ἀκολασίας δεινῆς, καὶ τῆς μαινάδος μίσθωμα, κάραν ἐκδίδωσι, τοῦ Προδρόμου, ἧς οὐδὲ
ἀντάξιος, κόσμος ἅπας. Φρικτὸν τὸ μυστήριον!
Ὦ πῶς ὁ δεινός, Ἡρῴδης
οὐκ ἔφριξε, Κριτὴν ἀλάθητον! ἀλλ' ἐν τῇ ψυχῇ αὐτοῦ, ἔνδον δολίως φόνον ἐνέτρεφε,
τοῦ Βαπτιστοῦ, μαινόμενος, ὡς ἐλεγχόμενος, καὶ μὴ φέρων, εὐκαιρίαν ἤθελε, καὶ εὑρών,
ἀποτέμνει τὸν δίκαιον.
Ὄντως ἀπὸ γῆς, εἰσέδυς εἰς Ἅγια, οἷά περ Ἄγγελος, ὡς ἀγγελικῶς ἐν γῇ, σοφὲ βιώσας Κυρίου Πρόδρομε, τῶν ὑμνητῶν σου μέμνησο, ἄνωθεν ἔνδοξε, καὶ πταισμάτων, αἴτησαι τὴν ἄφεσιν, καὶ εἰρήνην παράσχου καὶ ἔλεος.
Θεοτοκίον
Ὦ Θεοῦ Υἱέ, μακρόθυμε Κύριε καὶ πολυέλεε, τοῦ σοῦ Βαπτιστοῦ λιταῖς, καὶ ἱκεσίαις τῆς κυησάσης σε, καὶ πάντων τῶν Ἁγίων σου, σῶσον τοὺς δούλους σου, καὶ χορήγει, ἄνωθεν τὰ τρόπαια, βασιλεῦσιν ἡμῶν, ὡς φιλάνθρωπος.
Τοῦ Ἁγίου.
Ὅμοιον.
Χάριτι Θεοῦ,
φωτισθεὶς θεόσοφε, ὀρθῶς ἐκήρυξας Ἄχραντον τὴν Δέσποιναν, φωτὸς μητέρα, καὶ ὑπερένδοξον,
ὅθεν καὶ σοὶ πανόλβιε, αὐτῇ κραυγάζεις ἀεὶ· Θεοτόκε, φύλαττε τοὺς δούλους σου,
τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου.
Ψεύδους ὁδηγόν, ἀνεῖλες
πανάγιε, σῇ ἱερᾷ προσευχῇ, ὅθεν καὶ ἐστήριξας, λαὸν τῇ πίστει τῇ ὀρθοδόξῳ σεπτῶς,
καὶ διευθύνων αἴακας ὀρθοδοξίας σοφέ, εἰς ἔτη τρία δεκάσι ἐπὶ δυσί, θεαρέστως
μετέστης πρὸς Κύριον.
Ὢφθης ἱερέ, φωστὴρ
Ἐκκλησίας σύ, Πατριαρχῶν καλλονή, ὅθεν παριστάμε-νος, Τριάδι ἤδη μὴ παραβλέψῃς ἡμᾶς,
ἀλλὰ καὶ πάντας φύλαττε, καὶ συνωνύμους σοι, καὶ τοὺς πίστει νῦν
πανηγυρίζοντας, τελετὴν τὴν ἁγίαν σου ἔνδοξε.
Θεοτοκίον.
Σῶσον ὦ Ἀγνή, ἡμᾶς
τοὺς προσπίπτοντας τῇ προστασίᾳ τῇ σῇ, σὲ γὰρ πάντων ἔχομεν, ἐλπίδα μόνην
καταφυγὴν ἀληθῶς, καὶ γὰρ ὡς Μήτηρ Πάναγνε, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ὅσα βούλει,
πάντας ὄντως δύνασαι, τοιγαροῦν τοὺς ὑμνοῦντάς σε φύλαττε.
Ἐξαποστειλάριον.
Τοῦ
Προδρόμου. Τοῖς Μαθηταῖς
Ἡρῴδης ὁ παράνομος,
τοῦ Προδρόμου τὴν θείαν, καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης,
ὁ ἄφρων! θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον φόνον πράξας, ἡμεῖς δὲ νῦν, τὴν τιμίαν κάραν
ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως.
Τοῦ Ἁγίου.
Μαμασσῆ Ἠλιάδη.
Γυναῖκες
ἀκουτίσθητε.
Τὸν μέγαν ἀρχιποίμενα,
Ἀλέξανδρον τὸν πάνσοφον, τὸν καθελόντα Ἀρείου, κακοδοξίαν εὐτόνως, καὶ τοὺς λαοὺς
στηρίζοντα, εἰς πίστιν τὴν Ὀρθόδοξον, ἀνευφημήσωμεν πάντες, χρεωστικῶς ἐκτελοῦντες,
τὴν ἱερὰν αὐτοῦ μνήμην.
Θεοτοκίον.
Κυρίως Θεοτόκον
σε, ὁμολογῶ Πανάχραντε. Θεὸν γὰρ ἔτεκες ὄντως, Πατρὶ τὸν ὁμοούσιον, καὶ
σύνθρονον ὑπάρχοντα, ὡς ὁ σοφὸς ἐκήρυξεν, Ἀλέξανδρος θεοπνεύστως, καὶ ἐκτελοῦντες
τὴν μνήμην, καὶ σὲ πιστῶς ἀνυμνοῦμεν.
Εἰς τοὺς
Αἴνους.
Ἦχος
β΄. Ὅτε ἐκ τοῦ Ξύλου. Τοῦ αὐτοῦ.
Ὅτε, ἐξ Αἰγύπτου ἡ
ἀχλύς, τῆς κακοδοξίας Ἀρείου τῇ γῇ ἐφήπλωτο, τότε θεία πρόνοια, σὲ ἐξανέτειλε,
φωταυγῆ ὥσπερ ἥλιον, ἐκ τῆς Κωνσταντίνου, ἀκτῖσι τῶν λόγων σου καὶ τῇ
λαμπρότητι, Πάτερ, τοῦ ἐνθέου σου βίου, σκότος διαλύοντα πλάνης, διό σε
γεραίρομεν Ἀλέξανδρε.
Μίαν τὴν Τριάδα ἀληθῶς,
σύνθρονον, ὁμόδοξον Πάτερ, καὶ ὁμοούσιον, γνόντες ἐκ τῶν λόγων σου, λατρεύειν ἅπαντες,
τὰ ἀπύλωτα στόματα, τῶν αἱρετιζόντων, ταῖς σαῖς εἰσηγέσεσι, νῦν ἀποφράττομεν, ὅθεν
τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦντες αἰτοῦμεν, πειρασμῶν ῥυσθῆναι ταῖς
πρεσβείαις σου.
Ποίμνης,
προϊστάμενος σοφῶς, ταύτην ἐπὶ χλόην ὠδήγεις, τῆς ἀναπαύσεως, ὀρθοδόξοις
δόγμασι σιτίζων πάντοτε, καὶ τὸν λύκον εὐχόμενον σαφῶς θεωρήσας, οὐχ ὡς μισθωτὸς
αὐτήν, τούτῳ κατέλιπες, βελέσι δὲ μᾶλλον εὐχῶν σου, κτείνας τὸν ὀλέθριον εὗρες,
ἐκ Θεοῦ ἀξίαν τὴν ἀντίδοσιν.
Σίτῳ ἐπισπεῖραι
καθαρῷ, αὖραν ἐπεβάλετο δόλῳ, ὁ ζιζανίων σπορεύς, ἐντυχεῖν οἰόμενος, ἐπινυστάζοντι,
γεωργῷ τῷ ἀγρύπνῳ σοι, ἀλλὰ τὰ τῆς πείρας, αὐτῷ οὐ προυχώρησε, κενῶς
μοχθήσαντι. Σὺ γὰρ τὸ ζιζάνιον μάκαρ, πρόῤῥιζον ἐκσπάσας τῆς λύμης, καθαρὸν τὸν
σίτον διεφύλαξας.
Δόξα, ἦχος πλ. β΄.
Τὸν ὑλικὸν γνόφον διασχών, καὶ εἰς τὸ ὕψος τῆς ἀπαθείας ἀνελθών, τῇ αἴγλῃ τῆς τρισηλίου αὐγῆς τρανῶς κατηυγάσθης, Πατὴρ ἡμῶν Ἀλέξανδρε, ὅθεν τὰ ἀπόῤῤητα μυηθείς, τὴν Τριάδα πᾶσιν ἐκήρυξας, ἀπαράλλακτον, κατ’ οὐσίαν καὶ δύναμιν, ἐν μόναις διαιρουμένην ταῖς θεαρχικαῖς ἰδιότησιν. Ἥνπερ νῦν κατοπτεύων, οὐκ ἔτι ἐν αἰνί-γμασι, πρόσωπον δέ πρὸς πρόσωπον, καὶ παῤῥησίαν πλουτῶν τῷ θείῳ φωτί, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Ὁ ποιητὴς καὶ
λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε
καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν
Λειτουργίαν.
Τὰ
Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου, ᾠδὴ γ΄ καὶ στ΄.
Προκείμενον, ἦχος βαρύς:
Τίμιος ἐναντίον Κυρίου...
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Ἀπόστολος.
Πρὸς Ἑβραίους:
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε...
Ἀλληλούϊα, ἦχος βαρύς.
Οἱ ἱερεῖς σου Κυριε ἐνδύσονται δικαιοσύνην...
Στ.: Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών...
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν:
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ
ὄχλος μαθητῶν αὐτοῦ...
(Ζήτει ἅπαντα Δεκεμβρίου στ΄.)
Κοινωνικόν: Εἰς μνημόσυνον
αἰώνιον...
**************************
Σημείωσις:
Τὸ χειρόγραφον τῆς πλήρους ἀκολουθίας τοῦ Ἁγίου, καταλιμπάνει τὰ τροπάρια καὶ τοὺς κανόνες τῶν μεθεόρτων τῆς Ἀποτομῆς του Ἁγίου Ἰωάννου Προδρόμου καὶ Βαπτιστοῦ. Θεωρήσαντες προσωπικά, πὼς δὲν θὰ ἦταν ἁρμόζον νὰ παραλειφθοῦν τὰ μεθέορτα αὐτῆς τῆς μεγάλης ἑορτῆς, παραλείψαμε ἐκ τοῦ μεγάλου ἑσπερινοῦ τροπάρια τοῦ Ἁγίου ὥστε νὰ συπεριληφθοῦν τὰ ἀντίστοιχα τροπάρια τῶν μεθεόρτων ἐκ τοῦ Μηνιαίου. Ὡς καὶ ἐκ τοῦ Ὄρθρου, παρελήφθη ὁ εἰς ἐκ τῶν δύων κανόνων τοῦ Ἁγίου, ὥστε εἰς τὴν οἰκείαν θέσιν νὰ ψαλλεῖ ὁ κανὼν τοῦ Προδρόμου.
Τὸ χειρόγραφον τῆς πλήρους ἀκολουθίας τοῦ Ἁγίου, καταλιμπάνει τὰ τροπάρια καὶ τοὺς κανόνες τῶν μεθεόρτων τῆς Ἀποτομῆς του Ἁγίου Ἰωάννου Προδρόμου καὶ Βαπτιστοῦ. Θεωρήσαντες προσωπικά, πὼς δὲν θὰ ἦταν ἁρμόζον νὰ παραλειφθοῦν τὰ μεθέορτα αὐτῆς τῆς μεγάλης ἑορτῆς, παραλείψαμε ἐκ τοῦ μεγάλου ἑσπερινοῦ τροπάρια τοῦ Ἁγίου ὥστε νὰ συπεριληφθοῦν τὰ ἀντίστοιχα τροπάρια τῶν μεθεόρτων ἐκ τοῦ Μηνιαίου. Ὡς καὶ ἐκ τοῦ Ὄρθρου, παρελήφθη ὁ εἰς ἐκ τῶν δύων κανόνων τοῦ Ἁγίου, ὥστε εἰς τὴν οἰκείαν θέσιν νὰ ψαλλεῖ ὁ κανὼν τοῦ Προδρόμου.
Ταύτην
δὲ τὴν διάκρισιν κάνει καὶ ἑτέρα νεώτερη ἀκολουθία τοῦ Ἁγίου, συντεθεῖσα ὑπὸ τοῦ
Γερασίμου μοναχοῦ του Μικραγιαννανίτου καὶ ἐκδοθεῖσα εἰς Θεσσαλονίκην τὸ 1993, ὑπὸ
Ἀνθίμου Καλπακίδη Ἀρχιμανδρίτου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου