ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Πέμπτη 8 Ιανουαρίου 2015

ΑΚΟΛΟΥΘΙΑ (Β΄)(ΔΕΥΤΕΡΑ) ΟΣΙΟΥ ΑΝΘΙΜΟΥ ΤΟΥ ΚΕΦΑΛΛΗΝΙΑΣ (ΑΡΧΙΜ. ΠΟΛΥΚΑΡΠΟΥ ΚΟΜΗ).



ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Μοναζόντων σύλλογος, φιλεόρτων συστήματα, εὐσεβῶς συνέλθωμεν εὐφραινόμενοι, καὶ ἐν ᾠδαῖς εὐφημήσωμεν, τὴν μνήμην τὴν εὔσημον τοῦ ἐνδόξου ἀσκητοῦ, εὐλαβῶς ἀνακράζοντες· πάτερ Ἄνθιμε, ἱκεσίαις σου μάκαρ εὐπροσδέκτοις, ῥῦσαι πάντας ἐκ κινδύνων, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Ληξουρίου τὸ βλάστημα, Κεφαλλήνων ὡράϊσμα, τῆς μονῆς Λεπέδων θεῖον δομήτορα, τῶν ἀσκητῶν ἐγκαλλώπισμα, ἐργάτην πανάριστον τοῦ Χριστοῦ τῶν ἐντολῶν, πρεσβευτὴν ἀκαταίσχυντον, πρὸς τὸν Κύριον, ἀνυμνήσωμεν, ᾄσμασιν ἐνθέοις, τὸν οὐράνιον πολίτην, τὸν παναοίδιμον Ἄνθιμον.
Οὔτε κόσμου τὰ θέλγητρα, οὑ γονέων στέρησις, οὔτε τῶν ὀμμάτων μάκαρ πάθησις, τῆς πρὸς Χριστὸν ἀγαπήσεως, τὸν ζῆλον ἐμείωσαν, ἀλλ᾿ ὡς ἔλαφος σοφέ, πρὸς τὸ ὄρος ἀνέδραμες, τὸ τοῦ Ἄθωνος, ενδυθεὶς δὲ τὸ Θεῖον μέγα σχῆμα, μοναζόντων ἀνεδείχθης, ὑπογραμμὸς πάτερ Ἄνθιμε.

Ἕτερα στιχηρὰ προσόμοια.
Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σε νῦν καλέσωμεν Ἄνθιμε; μοναζόντων ποδηγέτην, ἀσκητῶν ὑπογραμμόν, ζηλωτὴν τῶν Ἀποστόλων, καὶ προστάτην εὐσεβῶν, ἐργάτην ἀρετῆς ἀκαταπόνητον, ταμεῖον δωρεῶν τοῦ Θείου Πνεύματος. Πολλά σου τὰ προτερήματα, καὶ ἄπειρα τὰ χαρίσματα. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί προσαγορεύσω σε Ὅσιε; Κεφαλλήνων θυμηδίαν, πρεσβευτὴν πρὸς τὸν Θεόν, τῆς Ἀστυπαλαίας δόξαν, καὶ νοσούντων ἰατρόν, Κυκλάδων φωτιστὴν καὶ Θεῖον κήρυκα, ἐν χρόνοις τῆς δουλείας καὶ κακώσεως· πιστά σου τὰ κατορθώματα, καὶ ἔνθεα τὰ χαρίσματα. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε νῦν προσφθέγξομαι Ἄνθιμε; ποταμὸν τῶν ἰαμάτων, καὶ θαυμάτων αὐτουργόν, ἐγκρατείας θείαν στάθμην, καὶ ὁσίων κοινωνὸν ἀγγέλων συμπολίτην τηλαυγέστατον, δαιμόνων καθαιρέτην καὶ ἀντίπαλον λαμπρά σου τὰ κατορθώματα, ἐξαίσια τὰ θαυμάσια. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρί. Ἦχος πλ. β΄.
Δεῦτε τῶν Κεφαλλήνων φιλέορτοι σήμερον, τὰ ἄνθη τῶν μυστικῶν ᾀσμάτων συλλέξωμεν, καὶ ἐν ἐπαίνοις ἐπαξίως καταστέψωμεν, Ἄνθιμον τὸν ἐν ἀσκήσει ἐκλάμψαντα, τὸν ἐν ὑπομονῇ στεῤῥότατον, καὶ ἐν θαύμασι περιβόητον. Ὀρθοδοξίας τὸν στῦλον καὶ μοναζόντων ἀλείπτην, τὸν πρεσβεύοντα ἀεὶ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν, Προκείμενον τῆς ἡμέρας. Εἶτα τὰ ἀναγνώσματα.
Βασιλείων γ΄ τὸ ἀνάγνωσμα (ΙΘ΄, 9-13)
Καὶ Ἠλίας εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπε· τί σὺ ἐνταῦθα, Ἠλίου; καὶ εἶπεν Ἠλίου· ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον σὲ οἱ υἱοὶ Ἰσραὴλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαῖα, καὶ ὑπολέλειμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπεν· ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὅρει· Ἰδοὺ παρελεύσεται Κύριος. Καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος, καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος, καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος καὶ μετὰ τὸ πῦρ φωνῇ αὔρας λεπτῆς, κἀκεῖ Κύριος. Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιοῦ, καὶ ἀπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ καὶ ἐξῆλθε καὶ ἔστη ὑπὸ τὸ σπήλαιον.
Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα (ΞΑ΄, 1-6)
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὑ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γεναιαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἑξαναστήσουσι καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας εἰς γενεάς, καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί. Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοῖ Θεοῦ ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (Γ΄ 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὑ μὴ ἅψητε αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη, καὶ κρατήσουσιν λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τήν λιτήν.
Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, νῆσος Κεφαλληνία, ἡ ἄνθος βλαστήσασα, πάντας εὐωδιάζον, Ἀνθιμον τὸν ἔνδοξον, τῆς πίστεως ἀκατάβλητον πρόμαχον, τὸ ἔρεισμα τῶν ἀσκητῶν, τῶν Κυκλάδων νήσων ἱεροκήρυκα, καὶ τοῦ Πνεύματος ὄργανον. Πρεσβείαις αὐτοῦ Κύριε, τὴν ὀρθόδοξον πίστιν κραταίωσον, καὶ κατάπεμψον οὐρανόθεν εἰρήνην, τοῖς ἐν πίστει καὶ πόθῳ τελοῦσι, τὸν ἱερὸν αὐτοῦ μνημόσυνον.
Ἦχος γ΄.
κ νεαρὰς ἡλικίας Ἄνθιμε, ὡς ὁ προφήτης Σαμουὴλ τῷ Θεῷ ἀφιέρωσαι, περιελθῶν δὲ τὰς τοῦ Ἄθωνος Μονὰς τὸ τῆς ἀρετῆς νέκταρ συνέλεξας, ἐν διαφόροις δὲ νήσοις οἰκοδομήσας Μονὰς τοῦτο ἐναπέθηκας, δι᾿ οὗ διατρέφονται οἱ προσερχόμενοι πρὸς ψυχικὴν σωτηρίαν καὶ αἶνον τῆς τρισηλίου Θεότητος, καὶ νῦν αὐτῇ παριστάμενος μὴ διαλείπῃς πρεσβεύων δοθῆναι τῷ κόσμῳ ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
γάλλεται ὁ χορὸς μοναζουσῶν Ἄνθιμε, τῆς σεβασμίας, σοῦ μονῆς ἐπιτελῶν τὴν ἐτήσιον μνήμην σου. Σὺ δὲ ἐν οὐρανίοις σκηναῖς αὐλιζόμενος φωτὸς πληρούμενος, ὡς φιλόστοργος πατὴρ πέμψον πατρικὴν εὐλογίαν καὶ πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ ἀξιωθῆναι αὐτὸς καὶ ἡμᾶς τοῦ ἀνεσπέρου φωτὸς καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὅμοιον.
Τὸν θαυμάσιον καὶ ἐνάρετον βίον σου, ὁρώσαι σοφέ, τῶν Ἀγγέλων αἱ τάξεις ἐν οὐρανῷ, καὶ χορεῖαι ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐθαμβήθησαν· σὺ γὰρ γήϊνος ὤν, ὡς ἀσώματος ἐν γῇ διετέλεσας, Ἄνθιμε πολυθαύμαστε νῦν δὲ ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, καὶ ἀνέκφραστος ἡδονή, εὐφραινόμενος πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα πατρί. Ἦχος πλ. α΄.
Δεῦτε μοναστῶν τὰ πλήθη, δεῦτε φιλεόρτων ὁμήγυρις, δεῦτε ἐπαινέσωμεν ᾄσμασι θείοις, Ἀνθιμον τὸν νεολεκτὸν Ὅσιον, τοῦ Εὐαγγελίου πληρωτήν τε καὶ κήρυκα, τὸ τῶν μοναζόντων κλέος καὶ σοφὸν καθηγητήν, καὶ Ὀρθοδοξίας μέγα καὶ τρανὸν ἐγκαλλώπισμα, τὸ ἐκλαμπρον δοχεῖον, δωρεῶν τοῦ Θείου Πνεύματος, καὶ ἄμισθον ἰατρὸν νοσημάτων, ἐμπειρότατον ὑπάρχοντα, τὸν πρεσβεύοντα πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῇ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ προσόμοια.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
σπερ χρυσοπτέρυξ ἀετός, ἐκπετάσας Ἄνθιμε, ἀπὸ τοῦ ὅρους τοῦ Ἄθωνος, πάντας ἐδραίωσας τοὺς πιστοὺς τῶν νήσων τῶν Κυκλάδων, λόγοις σου πρὸς πίστιν τοῦ Χριστοῦ τὴν ὀρθόδοξον, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Εὐχὴ εὐπροσδέκτῳ πρὸς Θεόν, ὑετὸν κατήγαγες εἰς Καστελλόριζον Ἄνθιμε, πάντας δὲ ηὔφρανας, οἱ καὶ κατιδόντες τὸ θαῦμα ἐθαύμασαν, ἥν ἔσχες παῤῥησίαν πρὸς Κύριον, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις τῶν ὁσίων χαρμονή, ἀσκητῶν ἀγλάϊσμα· χαίροις οὐράνιε ἄνθρωπε· χαίροις ὢ Ἄνθιμε, μοναζόντων κλέος καὶ ἡμῶν τῶν δούλων σοῦ μεσίτης, πρὸς Θεὸν ἀκαταίσχυντος, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα Πατρὶ. Ἦχος πλ. δ΄.
Τῶν ἀσκητῶν τοὺς ὁμόφρονας καὶ ἐπιγείους ἀγγέλους τῆς Ἐκκλησίας ᾄσμασι μέλψω-μεν πιστοί, τὸν Γεράσιμον σὺν τῷ Ἀνθίμῳ καὶ Χριστῷ ἀνακράξωμεν ἱκετικῶς, φιλάνθρωπε Δέσποτα δώρησαι τῷ λαῷ σου ταῖς πρεσβείαις τῶν σῶν Ὁσίων, πλημμελημάτων ἄφεσιν καὶ τὸ Θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Πάλλης τὸ βλάστημα, Κεφαλληνίας πυρσόν, τὸν θεῖον δομήτορα, τῆς τῶν Λεπέδων Μονῆς, φαιδρῶς εὐφημήσωμεν, Ἄνθιμον τὸν ἀσκήσει, τὸν ἐχθρὸν καθελόντα, χάριν δὲ ἰαμάτων ἐκ Κυρίου λαβόντα πρεσβεύοντα ἐκτενῶς ἡμᾶς διασῴζεσθαι.
Δόξα. Τὸ αὐτό.
Τῆς Πάλλης τὸ βλάστημα, Κεφαλληνίας πυρσόν, τὸν θεῖον δομήτορα, τῆς τῶν Λεπέδων Μονῆς, φαιδρῶς εὐφημήσωμεν, Ἄνθιμον τὸν ἀσκήσει, τὸν ἐχθρὸν καθελόντα, χάριν δὲ ἰαμάτων ἐκ Κυρίου λαβόντα πρεσβεύοντα ἐκτενῶς ἡμᾶς διασῴζεσθαι.
Καὶ νῦν...Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν.
Κάθισμα. Ἦχος α΄.
Τὸν Τάφον σου Σωτήρ.
Τὸν νέον ἀσκητήν, τῶν πιστῶν αἱ χορεῖαι, αἰνέσωμεν λαμπρῶς, μελῳδίαις ᾀσμάτων, τὸν ὅσιον Ἀνθιμον, Ἐκκλησίας ἀγλάϊσμα, τὸν πρεσβεύοντα, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, καὶ παρέχοντα, τοῖς ἐν αὐτὸν δεομένοις, ἀπαύστως ἰάματα.
Δόξα. Τὸ αὐτό.
Τὸν νέον ἀσκητήν, τῶν πιστῶν αἱ χορεῖαι, αἰνέσωμεν λαμπρῶς, μελῳδίαις ᾀσμάτων, τὸν ὅσιον Ἀνθιμον, Ἐκκλησίας ἀγλάϊσμα, τὸν πρεσβεύοντα, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, καὶ παρέχοντα, τοῖς ἐν αὐτὸν δεομένοις, ἀπαύστως ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ στιχολογίαν.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
λον τὸν βίον σου, μάκαρ διήνυσας, νηστείαις δάκρυσι, ὅσιε Ἄνθιμε, ἀδιαλείπτοις προσευχαῖς καὶ ἄκρα σκληραγωγία· ὅθεν καὶ ὁ Κύριος, σὲ ἀξίως ἐδόξασε, χάριν παρεχόμενος, ἐκτελεῖν τὰ θαυμάσια. Αὐτῷ μὴ διαλείπῃς πρεσβεύων, σώσαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.
Δόξα. Τὸ αὐτό.
λον τὸν βίον σου, μάκαρ διήνυσας, νηστείαις δάκρυσι, ὅσιε Ἄνθιμε, ἀδιαλείπτοις προσευχαῖς καὶ ἄκρα σκληρα-γωγία· ὅθεν καὶ ὁ Κύριος, σὲ ἀξίως ἐδόξασε, χάριν παρεχόμενος, ἐκτελεῖν τὰ θαυμάσια. Αὐτῷ μὴ διαλείπῃς πρεσβεύων, σώσαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.
Καὶ νῦν. Θεοτοκίον.
Θεομακάριστε, Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς ἐν πταίσμασι Θεοτόκε, ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου, δέξαι μὲ Πανάχραντε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παῤῥησίᾳ βοῶ σοι, χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν πολυέλαιον.
Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
ς ἄνθος ἐξήνθησας, καὶ ἐν ἐσχάτοις καιροῖς, ἡμᾶς εὐωδίασας, τῶν ἀρετῶν σου ὀσμαῖς, πατὴρ ἡμῶν Ἄνθιμε· σὺ γὰρ ἐν τῇ ζωῇ σοῦ, τὸν Χριστὸν ἀγαπήσας, πάντα τὰ ἐν τῷ κόσμῳ ἐβδελύξω ἡδέα, ἑπόμενος τοῦ Κυρίου, θείοις διδάγμασι.
Δόξα. Τὸ αὐτό.
ς ἄνθος ἐξήνθησας, καὶ ἐν ἐσχάτοις καιροῖς, ἡμᾶς εὐωδίασας, τῶν ἀρετῶν σου ὀσμαῖς, πατὴρ ἡμῶν Ἄνθιμε· σὺ γὰρ ἐν τῇ ζωῇ σοῦ, τὸν Χριστὸν ἀγαπήσας, πάντα τὰ ἐν τῷ κόσμῳ ἐβδελύξω ἡδέα, ἑπόμενος τοῦ Κυρίου, θείοις διδάγμασι.
Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
κ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβου καὶ σωσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἐσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Πᾶσα πνοή.

Εὐαγγέλιον τοῦ Ὄρθρου. (Μάρκ. Ι΄, 28-31).
Τῷ καιρῷ ἐκείνῳ ἤρξατο ὁ Πέτρος λέγειν τῷ Ἰησοῦ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι... Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.

Ὁ Ν´ Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι,  εἰ  ἠθέλησας  θυσίαν,  ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις ἐλεήμων...
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεήμων...
Ἐλεῆμον ἐλέησόν με ὁ Θεὸς...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
νθιμε παμμάκαρ, ὁσιώτατε πάτερ, ἡ χαρὰ τῶν πιστῶν καὶ Χριστοῦ τοῦ Δεσπότου γνήσιος δοῦλος, ὁ τιθεὶς σεαυτὸν δι ἀγάπην Κυρίου, αὐτὸς καὶ νῦν πανόλβιε Θεοφόρε πατὴρ ἡμῶν, αἴτησαι πρεσβείαις σου καταπέμψαι ἡμῖν τὸ θεῖον ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Ὁ Κανών τῆς Θεοτόκου.
Ἦχος πλ. δ' Ὠδὴ α' Ὁ Εἱρμὸς
γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα...
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν...
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Καὶ παρὼν τοῦ Ἁγίου, οὑ ἀκροστιχίς:
ΑΝΘΙΜΟΝ ΜΕΛΠΩ ΟΣΙΩΝ ΚΛΕΟΣ. ΠΟΛΥΚΑΡΠΟΣ
Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
νοίξω τὸ στόμα μου, καὶ ἀνυμνήσω ἐν ᾄσμασι, τὸν βίον τὰ θαύματα, καὶ τοὺς ἀγῶνας ὁμοῦ, τοῦ ἀσκήσαντος, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀνθίμου τοῦ μάκαρος, ὃν νῦν τιμήσωμεν.
Ναὸς ζῶν καὶ ἔμψυχος, ὑπάρχων πάτερ τοῦ Πνεύματος, μονὰς ᾠκοδόμησας, πρὸς δόξαν ὄντως Χριστοῦ, ἐν αἷς σῴζεται, πληθὺς προσερχομένων, καὶ ὑμνολογούντων σέ, μακαριώτατε.
Θεὸν ἐκ νεότητος, ἐπιποθήσας ἀνέδραμες, εἰς Ὅρος τοῦ Ἄθωνος, ἔνθα ηὐλίσθης σοφέ, ἐνδυσάμενος, τῶν μοναζόντων Σχῆμα, καὶ ἔζησας Ἄνθιμε, καθάπερ Ἄγγελος.
Θεοτοκίον.
κέτευε Δέσποινα, ὃν ἐν σαρκὶ ἀπεκύησας, Υἱόν σου καὶ Κύριον, ῥῦσαι ἡμᾶς πειρασμῶν, τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θείᾳ, καὶ σὲ μακαρίζοντας, ἀειμακάριστε.

Ὠδὴ γ'. Ὁ Εἱρμὸς. Κανών τῆς Θεοτόκου.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα...
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν....
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Ὠδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους. Κανών τοῦ Ἁγίου.
Μεγίστων ἐνθέων χαρισμάτων, ἐπλήσθης σοφὲ παρὰ Θεοῦ, βιώσας ὡς ἀσώματος, περιχαρῶς νῦν Ἄνθιμε, οἰκῶν τὰ ἐπουράνια, ὑπὲρ ἡμῶν καθικέτευε.
μέγας πυρσὸς τῆς Ἐκκλησίας, ὁ θεῖος Κανὼν τῶν ἀσκητῶν, ἡμᾶς συνεκαλέσατο, προθεῖς ἡμῖν εἰς τράπεζαν, τὰ εὐκλεῆ παλαίσματα, πρὸς εὐωχίαν οὐράνιον.
Νηστείαις συντόνοις Θεοφόρε, νεκρώσας τὸ φρόνημα σαρκός, τὸ πνεῦμα ἀνεζώωσας, ἀναδειχθεὶς ὢ Ἄνθιμε, δοχεῖον θείου Πνεύμα-τος, ἀστραπηφόρον καὶ ἄσπιλον.
Θεοτοκίον.
Μυρίων ἐπλήσθης χαρισμάτων, τεκοῦσα τὸν Κτίστην τοῦ παντός, Μαρία Κυριώνυμε, χριστιανῶν τὸ καύχημα. Αὐτὸν οὖν καθικέτευε, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε.
Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον...
Τὸν Χριστὸν ἀγαπήσας ἀπὸ παιδός, τὰ ἐν κόσμῳ ὡς σκύβαλα παριδών, αὐτῷ ἠκολού-θησας, ἐν τῷ βίῳ σου Ἄνθιμε· ἡ γὰρ δεινὴ παμμάκαρ, ὀμμάτων σου πάθησις, τὸν πρὸς Θεὸν σοῦ ζῆλον, οὐδόλως ἐμείωσεν. Ὅθεν Θεοφόρε, καὶ μονὰς ἑξαρίθμους, πρὸς δόξαν Θεοῦ ἤγειρας, καὶ μετέστης γηθόμενος, πρὸς Μονὴν τὴν οὐράνιον. Πρέσβευε Αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό.
Τὸν Χριστὸν ἀγαπήσας ἀπὸ παιδός, τὰ ἐν κόσμῳ ὡς σκύβαλα παριδών, αὐτῷ ἠκολούθησας, ἐν τῷ βίῳ σου Ἄνθιμε· ἡ γὰρ δεινὴ παμμάκαρ, ὀμμάτων σου πάθησις, τὸν πρὸς Θεὸν σοῦ ζῆλον, οὐδόλως ἐμείωσεν. Ὅθεν Θεοφόρε, καὶ μονὰς ἑξαρίθμους, πρὸς δόξαν Θεοῦ ἤγειρας, καὶ μετέστης γηθόμενος, πρὸς Μονὴν τὴν οὐράνιον. Πρέσβευε Αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.
Καὶ νῦν...Θεοτοκίον.
Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, Θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλη, καταύγασον δέομαι, καὶ μεμολυσμέ-νην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου μὲ καθαρόν, ἵνα πόθῳ κραυγάζω σοι, Θεοτόκε πανύμνητε· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.
Ὠδὴ δ'. Κανών τῆς Θεοτόκου.
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα...
πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν...
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Ὠδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
ξανέτειλεν ὡς Ὄρθρος, καὶ λαμπρὸς μέγας ἥλιος, ἡ σεπτή σου μνήμη, Ἄνθιμε ὁσίων τὸ καύχημα, καταφαιδρύνουσα πάντας τοὺς προστρέχοντας, καὶ κραυγάζοντας δόξα τῷ σὲ ἀναδείξαντι.
Λόγοις θείοις διατρέφων, τὴν σὴν ποίμνην ὡδήγησας, ἐπὶ τόπον χλόης, καὶ εἰς μάνδραν πάτερ οὐράνιον, ἔνθα δικαίων χορείαι συνευφραίνονται, καὶ κραυγάζουσι δόξα τῷ σὲ ἁγιάσαντι.
Προσευχῇ σου εὐπροσδέκτῳ, πρὸς τὸν μόνον Φιλάνθρωπον, ἐν Καστελλορίζῳ, ὕδωρ ὡς Ἠλίας κατήγαγες, καὶ ἐκπλαγέντες οἱ πάντες τὸ παράδοξον, ἀνεκραύγαζον δόξα τῷ σὲ θαυμαστώσαντι.
Θεοτοκίον.
μεγίστου μυστηρίου! ὁ Θεὸς ὁ καθήμενος, ἐπὶ θρόνου δόξης, ἦλθεν ἐπὶ γῆς ὡς ηὐδόκησε, καὶ σαρκωθεὶς ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, διεσώσατο, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.
Ὠδὴ ε'.  Κανών τῆς Θεοτόκου.
Φώτισον  ἡμᾶς,  τοῖς  προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί  σου  τῷ  ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν...
ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

Ὠδή ε´. Ἐξέστη τὰ σύμπαντα.
Κανών τοῦ Ἁγίου.
σίως τὸν βίον σου, τελέσας πάτερ Ἄνθιμε, χαίρων μετετέθης εἰς τὰ ἄνω, ἐν Παραδείσῳ, εἰς τὰς αὐλὰς τοῦ Θεοῦ, ἔνθα τῶν ὁσίων πληθύς, πάντοτε εὐφραίνεται, καθορῶσα τὸν Κύριον.
Σπήλαιον μικρότατον, ὑγρὸν καὶ ἀτημέλητον, ἔσχες ὡς κελλίον Θεοφόρε, κλίνην δὲ μάκαρ, λίθους σκληροὺς καὶ τραχεῖς, τούτους καταβρέχων ταῖς ῥοαῖς, Πάτερ τῶν δακρύων σου, καθ᾿ ἑκάστην ἀοίδιμε.
κέσιον δέησιν, ἡμῶν τῶν ἀνυμνούντων σε, Ἄνθιμε πανόλβιε προσδέχου, ταύτην προσάγων, τῷ ἐπὶ πάντων Θεῷ, ἵνα ὡς φιλάνθρωπος ἡμῖν, πᾶσι χορηγήσηται, τῶν πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
θαῦμα παράδοξον, καὶ ὄντως ἀνερμήνευτον! πῶς ἡ ἀπειρόγαμος Παρθένος, βρέφος θηλάζει, τὸν ποιητὴν τοῦ παντός, τὸν πᾶσι παρέχοντα ζωήν, πάντας διατρέφοντα, καὶ κρατοῦντα τὰ σύμπαντα.

Ὠδὴ ς'.  Κανών τῆς Θεοτόκου.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα...
ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν...
ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Ὠδὴ στ´. Τὴν Θείαν ταύτην. Κανών τοῦ Ἁγίου.
Νηστείαις πάτερ καὶ δάκρυσι, παννύχοις προσευχαῖς καὶ δεήσεσι,  προκαθηράμενος,  ναὸν σ’αὐτόν  ἀπετέλεσας, τῆς τριλαμποῦς Τριάδος, θεόφρον Ἄνθιμε.
Κλέος ὑπάρχεις καὶ καύχημα, ὁσίων καὶ δικαίων πανόλβιε, καὶ ἐγκαλλώπισμα, Κεφαλληνίας ἀσύλλητον, καὶ τῆς Μονῆς σου δόξα, καὶ φύλαξ ἄγρυπνος.
Λαμπρῶς τὴν θήκην ἐδόξασε, τῶν Θείων σοῦ λειψάνων ὁ Κύριος, καὶ ἀπειργάσατο, κρήνην ἰάματα βρύουσαν, τοῖς πίστει προσιούσιν, Ἄνθιμε πάντιμε.
Θεοτοκίον.
κ σοῦ Παρθένε ἀνέτειλεν, ὁ μέγας νοητὸς ὄντως Ἥλιος, καὶ κατεφώτισε, πάντα τοῦ κόσμου τὰ πέρατα, καὶ ἐκ σκιὰς θανάτου, ἡμᾶς ἐξήγαγε.
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Εὐχαρίστῳ πνεύματι τῶν Κεφαλλήνων ἡ Νῆσος, ἑορτάζει σήμερον σὺν τῇ Μονῇ τῶν Λεπέδων, νήσους τε τὰς τῶν Κυκλάδων προσκαλουμένη, χαίρει γὰρ ὡς κεκτημένη μέγιστον πλοῦτον, τὸν πανίερον σοῦ τάφον. Ἄνθιμε ὁσίων συνόμιλε.
Ὁ Οἶκος.
Τοῦτον τὸν μέγαν νεοφανέντα ἀστέρα, τῷ τῆς Ἐκκλησίας νοητῷ στερεώματι, τῆς Κεφαλληνίας τὸ κάλλιστον θρέμμα καὶ τῶν μοναζόντων τερπνὸν ἐγκαλλώπισμα, τῶν ἀσκητῶν τὴν εὐπρέπειαν καὶ τῆς Χάριτος Ὄργανον, ᾄσμασι ἐγκωμίων ἀνευφημήσωμεν καὶ εὐσεβῶς πρὸς αὐτὸν ἐκβοήσωμεν. Ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, μὴ διαλείπῃς πρεσβεύων Ὅσιε, ὑπὲρ τῶν τελούντων τὴν ἱερὰν καὶ σεβάσμιον μνήμην σου Ἄνθιμε πάτερ, ὁσίων συνόμιλε.
Συναξάριον.
Τῇ 4η τοῦ μηνὸς Σεπτεμβρίου μνείαν ποιούμεθα τῆς κοιμήσεως τοῦ Ὁσίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Ἀνθίμου τοῦ νέου ἀσκητοῦ καὶ Ἱεραποστόλου, τοῦ ἐκ Κεφαλληνίας.
Στίχοι:
Ἄνθιμος ἀνθήσας ἐν οἴκῳ Κυρίου, ἀνθεῖ θαυμάτων τὴν μυρίπνοον χάριν. Τετάρτῃ Ἀνθιμος θανῶν, γῆθεν ἤρθη πρὸς πόλον.
Ὅσιος οὗτος ἐγεννήθη ἐν Ληξουρίῳ Κεφαλληνίας τὸ ἔτος 1727 ἐκ γονέων εὐσεβῶν, τὸ ἐπώνυμον Κουρούκλη λαβὼν, ἐν τῷ Ἁγίῳ Βαπτίσματι τὸ ὄνομα Ἀθανάσιος. Ἑπταετὴς ἐτυφλώθη ἐκ τῆς τότε ἐνσκηφάσης ἐπιδημίας τῆς εὐλογίας. Θαυματουργικώς, μετὰ τὴν τέλεσιν τεσσαρακονταλειτούργου ὑπὸ τῆς εὐσεβοῦς μητρὸς τοῦ ἐν νηστεία καὶ προσευχὴ εἰς τὸν Ἱερὸν Ναὸν τῶν Ἁγίων Ἀποστόλων ἐπανέκτησε τὸ φῶς διανοιγέντος τοῦ ἑνὸς ὀφθαλμοῦ. Μετῆλθεν ἐπ᾿ ὀλίγον τὸ ναυτικὸν ἐπάγγελμα, οἷον ἤσκει ὁ πατὴρ τοῦ, κατὰ τὴν διάρκειαν τοῦ ὁποίου ἀπώλεσε τὴν ὅρασιν ἡ ἐμειώθη εἰς τὸ ἐλάχιστον. Εἰς ἡλικίαν 20-25 ἐτῶν ἐκάρη Μοναχὸς πιθανῶς εἰς Ἱ. Μονὴν Ἁγ. Παρασκευῆς Λεπέδων Κεφαλληνίας καὶ ἐν συνεχείᾳ μετέβη εἰς Ἅγ. Ὅρος λαβὼν τὸ μέγα σχῆμα. Ἀσκηθεῖς ἐν αὐστηρότητι ἐπὶ τινα ἔτη, ἀνεχώρησε ἐκεῖθεν καὶ διελθὼν τὴν Χίον, Σίφνον, Πάρον καὶ ἄλλας νήσους τῶν Κυκλάδων, ἔφθασεν εἰς Παλαιστίνην πρὸς προσκύνησιν τῶν Ἁγίων Τόπων. Ἔκτοτε ἀρχίζει ἡ Ἱεραποστολικὴ τοῦ δρᾶσις εἰς τὰς Νήσους τοῦ Αἰγαίου καὶ τὴν Πελοπόννησον, καθ᾿ ἧν ἐκήρυττεν καὶ ῲκοδόμει Μονάς. Ἔδρασεν εἰς Καστελλόριζον ὅπου ἔκτισε περίλαμπρον Ἱ. Μονὴν ἀνδρῶαν τοῦ Ἁγ. Γεωργίου καὶ εἰς Ἀστυπάλαιαν ὅπου ἀνήγειρεν Μονὴν γυναικείαν ἐπ᾿ ὀνόματι τῆς Ὑπ. Θεοτ. τῆς Πορταϊτίσσης. Διὸ τὰς δύο ταύτας Μονὰς ᾐτήσατο ἐκ τοῦ Πατριαρχικοὺ Θρόνου τὴν Σταυροπηγιακὴν ἀξίαν, ἥτις καὶ παρεχωρήθη αὐτῷ διὰ τοῦ Σιγγιλίου ἐπὶ ἀοιδίμου Πατριάρχου Ἰωαννικίου Γ᾿ , ἔνθα εὐφήμως μνημονεύεται ὁ βιογραφούμενος Ὅσιος Ἄνθιμος. Τελέσας πλεῖστα θαύματα καὶ νουθετήσας τοὺς πιστοὺς, ἰδίᾳ ἐν Ἀστυπαλαίᾳ, ἀνεκηρύχθη ὑπ᾿ αὐτῶν μετὰ τὴν ἐκδημίαν Τοῦ ὡς προστάτης καὶ τιμᾶται ὡς Πολιοῦχος ἐν τῇ νήσῳ ταύτῃ.
Μετὰ τοὺς καταστρεπτικοὺς σεισμοὺς τῶν ἐτῶν 1766-67 ἐν Κεφαλληνία ἐπεσκέφθη τὴν νῆσον πρὸς ἠθικὴν ἐνίσχυσιν τῶν πασχόντων, ἐγκατασταθεὶς ἐν τῇ ἠρειπωμένῃ Ἱ. Μονὴ Ἁγ. Παρασκευῆς τῶν Λεπέδων, ἥν ἐκ βάθρων ἀνεκαίνισεν, μετέτρεψεν ταύτην εἰς κοινόβιον γυναικεῖον. Ἐκ τῆς Μονῆς ταύτης περιώδευσεν εἰς Πελοπόννησον, τὴν Κρήτην, Κύθηρα καὶ ἄλλας νήσους τῶν Κυκλάδων. Εἰς τὰς τελευταίας δὲ ταύτας νήσους ἀνήγειρεν Ι. Μονάς. Ἐν Σφακίοις Κρήτης τὴν τοῦ Ὁσίου Ἀντωνίου, ἐν Κυθήροις τοῦ Τιμίου Προδρόμου, καὶ ἐν Σικίνῳ τῆς Ζωοδόχου Πηγῆς, τελέσας πλεῖστα θαύματα καὶ διδάξας τοὺς πιστούς.
Ἐχρηματίσθη αὐτῷ ὁ χρόνος τῆς ἐκδημίας τοῦ καὶ ἐπιστρέψας εἰς τὴν Ἱ. Μονὴν Ἅγ. Παρασκευῆς Λεπέδων καὶ νουθετήσας τὰς καλογραίας τῆς Μονῆς, ἐκοιμήθη τὴν 4 Σεπτεμβρίου τοῦ ἔτους 1782 καὶ ἐτάφη ἐκεῖ. Ὁ βιογραφούμενος Ὅσιος ἐκοσμεῖτο καὶ ὑπὸ προορατικοῦ χαρίσματος καὶ ἑαυτὸν ἐδουλαγώγει διὰ αὐστηρῶν πνευματικῶν καὶ σωματικῶν ἀσκήσεων. Οὕτως ἐτελειώθη ὁ Μοναχὸς Ἄνθιμος Κουρούκλης, ἀναδειχθεὶς ἀσκητῆς καὶ ἱεραπόστολος τῆς Ἐκκλησίας.
Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὠδὴ ζ'. Κανών τῆς Θεοτόκου.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα...
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν...
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Ὠδὴ ζ´. Οὐκ ἐλάτρευσαν. Κανών τοῦ Ἁγίου.
Οὐκ ἐσάλευσε, ψυχῆς σου τὸ στερέμνιον, ὀμμάτων πάθησις, ἀλλ᾿ ὡς δορκὰς ἀνελθών, εἰς τὸ Ὄρος τοῦ Ἀθωνος, ἐψαλλες Ἄνθιμε, Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σὲ κηρύττοντα, τὸν λόγον τὸν σωτήριον, φθόνῳ κινούμενοι, ἦλθον φονεῦσαί τινες, ἀλλ᾿ εἶδον σοῦ στόματος, πῦρ ἐξερχόμενον, ὅθεν ἔφυγον, σὺ δὲ βοῶν ἐκραύγαζες, ὁ Θεὸς εὐλογητὸς εἶ.
Πόθεν ἔνθεον, ἔχων ἐν τῇ καρδία σου, Ἄνθιμε, ἔδραμες εἰς τὴν Ἱερουσαλήμ, καὶ Τάφον τὸν Ἅγιον, Σὺ προσεκύνησας, κράζων Ὅσιε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
λοφύρομαι, καὶ κλαίω ἐνθυμούμενος, τὰς ἁμαρτίας μου, ἀλλὰ θαῤῥῶν ἐπὶ σέ, προστρέχω τῇ σκέπῃ σου, κράζων τὸ ἥμαρτον ἀειπάρθενε, Ὑπεραγία πρέσβευε, πρὸς τὸν ἄναρχον Υἱόν σου.
Ὠδὴ η'. Κανών τῆς Θεοτόκου.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα...
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νύν...
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ η´. Παῖδας εὐαγεῖς. Κανών τοῦ Ἁγίου.
Λαβὼν ἐκ Θεοῦ τὴν Θείαν χάριν, παρέχειν πᾶσι νοσοῦσι τὰ ἰάματα, πάτερ προσ-ηνέχθη σοι, γυνὴ ἡ τυφλώττουσα ἥν εὐλόγησας Ἄνθιμε, ἰάθη. Ψάλλουσα, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
μνοῦμεν παμμάκαρ τοὺς ἀγῶνας, τοὺς κόπους ἱδρῶτας καὶ τὰ σκάμματα, ἅπερ καθυπέμεινας, ἒτι ζῶν μακάριε. Ὅθεν Χριστῷ παρίστασαι, ψάλλων γηθόμενος. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κλύδωνα παμμάκαρ τῆς θαλάσσης, εὐχῂ σου   πανευπροσδέκτῳ   πρὸς   τὸν  Κύριον, αὔθις κατεπράϋνας, οἱ διασωθέντες δέ, ἐκ τοῦ κινδύνου ἅπαντες, χαίροντες ἐψαλλον, Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
πάντων ὑπάρχεις Θεοτόκε, ἡμῶν τῶν ἁμαρτανόντων καταφύγιον ὅθεν καταφεύγομεν, πρὸς τὴν θείαν σκέπην σου, καὶ δωρεὰν λαμβάνομεν, πταισμάτων ἄφεσιν, πρεσβείαις πρὸς Υἱὸν καὶ Θεόν σου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'. Κανών τῆς Θεοτόκου.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
Ροήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα...
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγ-γέλλοντας.
Καὶ νῦν...
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Ὠδὴ θ´. Ἅπας γηγενής. Κανών τοῦ Ἁγίου.
Μεγάλυνον ψυχή μου τῆς Κεφαλληνίας, τὸ βλάστημα τὸ μέγα, τὸν Ἄνθιμον τὸν θεῖον.
ῦσαι πειρασμῶν, λοιμοῦ τε καὶ θλίψεων, καὶ περιστάσεων, πάντας τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου, μάκαρ Ἄνθιμε, καὶ τὴν Μονήν σου Ἅγιε, ἥν κόποις ἤγειρας, σαῖς πρεσβείαις Θείαις καὶ δεήσεσι, πρὸς Θεὸν τὸν λαμπρῶς σε δοξάσαντα.
Μεγάλυνον ψυχή μου Χριστοῦ τῆς Ἐκκλησίας τὸ σέμνωμα καὶ κλέος τὸν Ἄνθιμον τὸν Θεῖον.
Πάντες εὐλαβῶς, τὴν μνήμην τὴν ἔνδοξον, πανηγυρίσωμεν, τοῦ Ὁσίου σήμερον, καὶ ἐκ βαθέων καρδίας εἴπωμεν πρεσβείαις σου πρὸς Κύριον, θεόφρον Ἄνθιμε, τὴν σὴν νῆσον ῥῦσαι πάσης θλίψεως, ἐκ κινδύνων, σεισμῶν καὶ κακώσεων.
Δόξα Πατρί...
Μεγάλυνον ψυχή μου Τριάδα τὴν Ἁγίαν, ἥν δοξολογοῦσιν Ἀγγέλων στρατηγίαι.
λον σεαυτόν, Χριστῷ καθιέρωσας, παμμάκαρ Ἄνθιμε, καὶ αὐτοῦ τοῖς ἴχνεσιν, ἕως θανάτου πιστῶς ἐβάδισας, διὸ σὲ κατελάμπρυνε, θαυμάτων λάμψεσι, καὶ τῆς ὄντως, μάκαρ κατηξίωσε, μακαρίας ζωῆς καὶ λαμπρότητος.
Καὶ νῦν.
Μεγάλυνον ψυχήν μου Μαρίαν τὴν Παρθένον, τὴν ἀγνῶς τεκούσαν Χριστὸν τὸν Ζωοδότην.
Σῶσον ὁ Θεός, ἐκ πάσης αἱρέσεως, τὴν Ἐκκλησίαν σου, ταύτην δὲ συντήρησον, εἰς τοὺς αἰῶνας ἀπαρασάλευτον, ταῖς ἱεραῖς δεήσεσι, τῆς κυησάσης σε, καὶ Ἀνθίμου τοῦ σεπτοῦ ὁσίου σου, οὗ τὴν μνήμην φαιδρῶς ἑορτάζομεν.

Ἐξαποστειλάρια. Ἦχος γ´. Ἀπόστολοι ἐκ περάτων.
Τῶν Κεφαλλήνων τὰ πλήθη συναθροισθέντα ἐν πίστει, Ἄνθιμε πάτερ ὑμνοῦμεν τοὺς ἱερούς σου ἀγῶνας, οὓς περ εἰργάσω πρὸς δόξαν Χριστοῦ τοῦ πάντων Δεσπότου.
ῦσαι παντοίων κινδύνων καὶ τῶν σεισμῶν τῆς ἀπειλῆς, τὴν σὴν γενέτειραν νῆσον καὶ ἅπασαν τὴν Ἑλλάδα, Ἄνθιμε πάτερ τὸ ἄνθος τῆς Παναγίας Τριάδος.
Παναγία Παρθένε, χριστιανῶν καταφυγή, πρεσβεύουσα μὴ διαλείπῃς τὸν σὸν Υἱὸν Θεοτόκε, σὺν τῷ Ὁσίῳ Ἀνθίμῳ, σωθῆναι πάντα τὸν κόσμον.

Εἰς τοὺς Αἶνους.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
τοῦ παραδόξου θαύματος, ἐν τοῖς ἐσχάτοις καιροῖς, τῇ ἀσκήσει ἐξέλαμψεν ὁ Θεόφρων Ἄνθιμος καὶ τὸν κόσμον κατηύγασε, τῆς ἐνάρετου ζωῆς ταῖς λάμψεσι, καὶ τῶν θαυμάτων θείοις πυρσεύμασι. Ὅθεν βοήσωμεν Ὅσιε, ἱκέτευε πρὸς τὸν Θεόν, φωτισθῆναι ἅπαντας φωτὶ τῆς χάριτος.
Κεφαλληνίας τὸ ἥδυσμα, τῆς τῶν Λεπέδων Μονῆς τὸ λαμπρὸν ἐγκαλλώπισμα, στῦλον καὶ ἑδραίωμα καὶ εὐχέτην πρὸς Κύριον, νῦν συνελθόντες ᾄσμασι μέλψωμεν, καὶ ἐκ βαθέων καρδίας κράξωμεν, ὅσιε Ἄνθιμε, ἐκδυσώπει πάντοτε πρὸς τὸν Θεόν, ῥύσασθαι τὴν ποίμνην σου πάσης κακώσεως.
Καθάπερ κῆπος πολύανθος τοῦ Παραδείσου σοφέ, ἀποπνέων ἑκάστοτε εὐωδίαν ἄῤῥητον, μυστικὴν καὶ οὐράνιον, αἱ ἀρεταί σου εὐωδιάζουσι τοὺς προσιόντας πιστῶς τῇ σκέπῃ σου, ὅσιε Ἄνθιμε εὐωδίας πλήρωσον πνευματικῆς καὶ ἡμᾶς τοὺς δούλους σου τοὺς ἀνυμνοῦντάς σε.
Χαίροις μοναστῶν ἀγλάϊσμα, τῶν ἀσκητῶν καλλονή, Ἐκκλησίας τὸ καύχημα, τῶν πιστῶν τὸ στήριγμα, παρθενίας συνήγορε, τοῦ θείου λόγου κῆρυξ ὁ ἔνθεος, καὶ ἑξαρίθμων μονῶν ἑδραίωμα. Χαίροις ὡράϊσμα ὀρθοδόξου πίστεως, χαίροις ἡμῶν σκέπη καὶ κραταίωμα τῶν εὐφημούντων σε.
Δόξα Πατρί. Ἦχος πλ. δ´.
Τὸ σέμνωμα τῆς πίστεως καὶ ὀρθοδόξων τὸ κλέος, Ἄνθιμον μελωδήσωμεν. Οὗτος γὰρ ἀγαπήσας ἐκ νεαρὰς ἡλικίας ἀντὶ τοῦ κόσμου τὸν Χριστόν, δι᾿ ἀγώνων ἀσκητικῶν τὴν σάρκα νεκρώσας σὺν τῷ Παύλῳ ἔλεγεν. Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς πρὸς ὃν καὶ πορεύομαι Διὸ τοῦτον πιστοὶ σὺν τῇ χορεία τῶν ἀσκητῶν τοῦ Χριστοῦ ἀνυμνήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ ὅπως ἵλεως γὲνηται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη κ.λπ.

Εἰς τὴν Θ. Λειτουργίαν
ΑΠΟΣΤΟΛΟΣ.
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Πρὸς Ἐφεσίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα· (στ΄ 10-18):
δελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κρατεῖ τῆς ἰσχύος αὐτοῦ...
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Λουκᾶν, (Ι΄, 17-24).
Τῷ καιρῷ ἐκείνῳ ὑπέστρεψαν οἱ ἑβδομήκοντα μετὰ χαρᾶς μεγάλης λέγοντες...

Μεγαλυνάρια.
Τὸν τοῦ Ληξουρίου κλεινὸν βλαστόν, ἀσκητῶν τὸ κλέος, μοναζόντων ὑπογραμμόν, τῆς Μονῆς Λεπέδων, δομήτορα τὸν θεῖον, Ἄνθιμον εὐφημήσωμεν, τὸν τρισόλβιον.
ς ἄνθος μυρίπνοον καὶ τερπνόν, ἡ μνήμη σου μάκαρ ἑξανέτειλε τηλαυγῶς, καὶ καταφωτίζει, ψυχάς τε καὶ καρδίας, τῶν σὲ ἀνευφημούντων, ὅσιε Ἄνθιμε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, μνήμην τοῦ Ἀνθίμου τοῦ ὁσίου καὶ ἀσκητοῦ, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἀξιωθῶμεν, τῆς ἄνω βασιλείας πάντες οἱ ἄνθρωποι.
ψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ εὐσταθείας τῶν ἁγίων Ἐκκλησιῶν, καὶ ὑπὲρ εἰρήνης, τῆς οἰκουμένης πάσης, ἡμῶν δὲ σωτηρία Ἄνθιμε ὅσιε.