ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Δευτέρα 5 Ιανουαρίου 2015

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΕΝ Ι. Μ. ΧΟΖΕΒΑ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ



ΙΑΝΟΥΑΡΙΟΥ 9.
(Ὑπὸ Δρ. Χαραλάμπους Μπούσια)
**********************
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τροπάριο. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ν τοῖς ἐσχάτοις τοῖς καιροῖς ἐν σπηλαίῳ, Ὁσιομάρτυρες Χριστοῦ Χοζεβῖται, ὑπερφυὼς εὑρέθησαν ὑμῶν τὰ σπετά, λείψανα ἐκβλύζοντα ὀχετοὺς ἰαμάτων, τοῖς πιστῶς θεόφρονες προσπελάζουσι ταῦτα, καὶ τοῖς ὑμῶν τιμῶσιν εὐλαβῶς, στεῤῥοὺς ἀγῶνας καὶ θεῖα παλαίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ο Ν'   Ψαλμός
λέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα,  ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς  ἐν τῷ κρίνεσθαι Σέ. Ἴδού γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί  τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεὶς με ὑσσώπω καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ  ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνησον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ  ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στηριξὸν μὲ . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τηνα αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὒκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινομένην ὁ Θεὸς οὒκ ἐξουδενώσει. Ἀγάθυνον,  Κύριε , ἐν τῇ εὐδοκίαν Σου τὴν Σιῶ, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.  

Κανών, οὗ ἡ ἀκροστιχίς:
ΧΟΖΕΒΙΤΑΙ ΠΑΤΕΡΕΣ ΡΥΣΑΣΘΕ ΜΕ ΘΛΙΨΕΩΝ. Χ.
Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χορείαν Πατέρων Χοζεβιτῶν, Ὁσιομάρτυρων, ἀνυμνήσωμεν ἐν χορῷ, ὡς ῥύστας ἐκ πόνων δυσφορήτων, καὶ ἐν κινδύνοις ταχεῖς ἀντιλήπτορας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
πάντων Δεσπότης καὶ Ποιητής, κλεινοὶ Χοζεβῖται, τὴν λειψάνων ὑμῶν σορόν, επλήρωσε θείας εὐωδίας, καὶ ἰαμάτων πηγὴν ταύτην ἔδειξε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ζηλώσαντες ἄθλους μαρτυρικούς, χερσὶ παρανόμων, ἀνῃρέθητε ἀσκηταί, σεπτοὶ Χοζεβῖται καὶ πρὸς πόλον, ὑπὲρ ἡμῶν δυσωποῦντες ἀνήλθετε.
Θεοτοκίον.
λέησον πάντας τοὺς γηγενεῖς, τοὺς σὲ ἀνυμνοῦντας, Ἐλεοῦσα διηνεκῶς, καὶ τούτους γενέσθαι συμμετόχους, τῆς ἐν Χριστῷ κοινωνίας ἀξίωσον.
Ἱερεύς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Βιοτῆς τῆς μονήρους, ὡς ἀληθῆ πρότυπα, καὶ τοῦ μαρτυρίου κανόνας, πίστει δοξάζομεν, ὑμᾶς Πατέρες κλεινοί, καὶ ἐκβοῶμεν ἀπαύστως, τοὺς ὑμᾶς γεραίροντας, ἄχθους λυτρώσασθε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ατρεύετε πάντας, τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰς ζοφερὰς ἀλγηδόνας, Ὁσιομάρτυρες, οἱ ὑπ’ ἀνόμων Περσῶν, ἐν τῷ Χοῤῥὰθ τω χειμάῤῥῳ, τὸ ὑμῶν ἐκχύσαντες, αἷμα τὸ πάντιμον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν ἀζύγων λαμπτῆρες, καὶ Χοζεβᾶ ἥλιοι, οἱ ἀσκήσει καὶ ἐναθλήσει, κόσμον αὐγάσαντες, τὰ τῶν ψυχῶν ἀρεταῖς, ἡμῶν πυρσεύσατε βάθη, σκότος διαλύοντες, τῆς ἀπογνώσεως.
Θεοτοκίον.
νευ Μῆτερ ὠδίνων, τὸν Λυτρωτὴν ἔτεκες, ὅθεν τὰς δριμεῖας ὀδύνας, τὰς πιεζούσας με, Παρθενομῆτορ Ἁγνή, ἐπισκοπῇ σου τῇ θείᾳ, δέομαί σου δίωξον, ἵνα δοξάζω σε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
πίβλεψον, ἐν εὐμενείᾳ...
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς Χοζεβᾶ, Πατέρες Ὁσιόαθλοι, κοιλάδος Χοῤῥάθ, λυχνίαι τηλαυγέσταται, ταῖς ὑμῶν ἐντεύξεσι, δεινῶν συμφορῶν ἀπαλλάξατε, τοὺς ἀνυμνοῦντας ἄθλους τοὺς σεπτούς, ὑμεῖς οὕς καλῶς ἐπετελέσατε.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ατρείας ἑκάστοτε, τὸ ὑμῶν λειψάνων ἐκβλύζει σπήλαιον, Χοζεβῖται ὁσιόαθλοι, καὶ ἐκπλύνει νοσημάτων βόρβορον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πεπτωκὼς ὁ πολύστηνος, ἐις τὴν ἁμαρτίαν ἐσχάτην χάρυβδιν, πρὸς ὑμᾶς Ὁσιομάρτυρες, καταφεύγω ἵνα εὕρω ἔλεος.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
λεξίκακον γένοιτο, ἡ ὑμῶν ἀέναος ἐπισκίασις, ἐν βιαίαις περιστάσεσι, Χοζεβῖται ἀθλοφόροι ἄτρωτον.
Θεοτοκίον.
Τετρωμένον τοῖς βέλεσιν, καὶ ῥιπαῖς Παρθένε τοῦ πολεμήτορος, ἀνακούφισον καὶ σῶσόν με, ἵνα μεγαλύνω σὰ θαυμάσια.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
χων εἰς ὑμᾶς, ἐστραμμένην τὴν ἐλπίδα μου, καθ’ ἑκάστην ἀνατείνω πρὸς ὑμᾶς, Χοζεβῖται τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ύσασθε δεινῶν, Χοζεβῖται ἱερώτατοι, τοὺς προσφεύγοντας ὑμῖν πανευλαβῶς, καὶ ὑμνοῦντας τὴν σεπτὴν ὑμῶν ἐνάθλησιν.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ν καιρῷ λοιμοῦ, ἀντιλήπτορας κατέχομεν, Χοζεβῖται Ὁσιόαθλοι ὑμᾶς, καὶ ἐν βίου περιστάσεσιν ἀκέστορας.
Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ, παναμώμητον λοχεύτριαν, ἀνυμνοῦντες οἱ ρυσθέντες διὰ σοῦ, ἐκ τῆς πάλαι Ὑπερύμνητε κακώσεως.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ωννύμενος, ταῖς ὑμῶν Τρισχίλιοι, Χοζεβῖται ἱκεσίαις κραυγάζω, ἐμοῦ μεσῖται ταχεῖς καὶ προστάται, ἐν τῆς ζωῆς τρικυμίαις ὑπάρχετε, ἄμα τε ἄγρυπνοι φρουροί, θαυμαστοὶ ἐν Χοῤῥὰθ Ὁσιόαθλοι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
πέκυψα, ταῖς βολαῖς τοῦ δράκοντος, τοῦ δολίου οἴμοι ὁ πολυτλήμων, καὶ μακρυνθεὶς τῆς Χριστοῦ πολιτείας, καρποὺς πικροὺς ἁμαρτίας μου γεύομαι, ἀλλ’ ἐξ αὐτῶν ὡς συμπαθεῖς, θεοφόροι κἀμὲ ἀπαλλάξατε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Στενώσεως, καὶ ναυτίας ῥύσασθε, Χοζεβῖται τοὺς ὑμᾶς εὐφημοῦντας, ὡς τὴν ἀζύγων πορείας τὸ σκάφος, ἐν τῷ λιμένι Χριστοῦ ὁδηγήσαντες, καὶ ὡς στεῤῥοὶ κυματωγαί, τὴν βιαίαν κυμάτωσιν θραύσαντες.
Θεοτοκίον.
νήροτε, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα τὴν ζωὴν τῶν ἁπάντων, πρὸς καινοτέραν ζωὴν τοὺς σοὺς δουλους, τοὺς ἐκτενῶς σὲ ὑμνοῦντας ὁδήγησον, καὶ μεγαλύνοντας ἀεί, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
χραντε...
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
τιμία ὑμῶν τῶν λειψάνων ἀνεύρεσις, ἐν ἐσχάτοις καιροῖς χαρμονῆς ἡμᾶς ἔπλησε, Χοζεβῖται Πατέρες ἐν σπηλαίῳ ἱερῷ. Διὸ χαίροντες τὸν Λυτρωτήν, καὶ Ζωοδότην ἐκτενῶς, μεγαλύνομεν κράζοντες· δεῖξον ἡμῖν προστάτας, καὶ ῥύστας ἐν τοῖς κινδύνοις, τοὺς Χοζεβῖτας Ἰησοῦ, γεραροὺς Ὁσιομάρτυρας.

Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον:
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄. 8-12):
Εἶπεν Κύριος· Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Δόξα:
Ταῖς τῶν σῶν Ἁγίων...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄.
Χοζεβῖται Ἅγιοι, Ὁσιομάρτυρες θεῖοι, φοίνικες ὑψίκομοι, οἱ Χοῤῥὰθ τὴν φάραγγα ὡραΐσαντες, οἱ πιστοὶ σπεύδομεν, ταῖς ὑμῶν πρεσβείαις, καὶ ἐν πίστει ἀνακράζομεν· θλίψεως ῥύσασθε, μανίας τοῦ πλάνου ἀλάστορος, πάσης δεινῆς κακώσεως, λύμης ψυχοφθόρου αἱρετιζόντων, καὶ ἐξ ἑνεστώσης, ἀνάγκης ἐκλυτρώσασθε ταχύ, τοὺς τὴν ὑμῶν ἀναμέλποντας, πολιτείαν ἄμεμπτον.

Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἐν τῇ Ι. Μ. Χοζεβά Ἀναιρεθέντων Πατέρων, ων τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς·
Κύριε, ἐλέησον  (ιβ´).
Ὁ Ἱερεύς·
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σώσατε θεῖοι Χοζεβῖται, τοὺς ὑμᾶς εἰς τοὺς αἰῶνας εὐφημοῦντας, ὡς Χριστοῦ τοῦ Θεοῦ θεράποντας τιμίους, ἀζύγων τε ἀκρότητας, καὶ κειμήλια Μαρτύρων.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θέλοντες εὐσεβῶς βιῶναι, ἐνῳκήσατε ἐν τῇ Χοῤῥὰθ κοιλάδι, καὶ μαρτυρίου ἄθλησιν, ὑπηνέγκατε εἰς τέλος.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
μπλεον ὄντως ἰαμάτων, τὸ λείψανον ὑμῶν σπήλαιον ὑπάρχει, εὐρωστίαν ψυχῶν Πατέρες καὶ σωμάτων, παρέχον τοῖς πελάζουσι, πρὸς αὐτὸ μετ’ εὐλαβείας.
Θεοτοκίον.
Μῆτερ Θεοῦ ἠγλαϊσμένη, πρὸς τὸν εὔσπλαγχνον Υἱόν σου καὶ Δεσπότην, τὰς ἡμῶν προσευχὰς προσάγαγε καὶ νόσων, τῇ κραταιᾷ πρεσβείᾳ σου, ἐξελοῦ τοὺς σοὺς ἱκέτας.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή η΄. Τὸν Βασιλέα.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ν τοῖς ἐσχάτοις, καιροῖς σοφοὶ ἐν σπηλαίῳ, τῶν λειψάνων ἡ σορὸς ὑμῶν εὑρέθη, τοὺς προσερχομένους, πληροῦσα εὐωδίας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Θαυμάτων ξένων, ὦ Χοζεβῖται Πατέρες, τὸ ὑμῶν λειψάνων σπήλαιον ἐδείχθη, ἰαμάτων ῥεῖθρα, παντὶ πιστῷ προχέον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λόγχῃ τρωθέντες, ὑπὸ Περσῶν παρανόμων, πρὸς τὴν μέλλουσαν μετέστητε πατρίδα, δυσωποῦντες θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
σχὺν καὶ ῥώμην, κατ’ ὀλεθρίων σφαλμάτων, Χοζεβῖται τὰς ὑμῶν θερμὰς πρεσβείας, ἔχομεν οἱ πόθῳ, ὑμᾶς ἀνευφημοῦντες.
Θεοτοκίον.
Ψαλμοῖς καὶ ὕμνοις, σὲ θεοδόξαστε Κόρη, μεγαλύνομεν οἱ γηγενεῖς ἀπαύστως, ὡς Θεοῦ Μητέρα, ὑπερευλογημένην.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ν Χοζεβᾷ τῇ λαύρᾳ, ἠσκήσατε γενναίως, καὶ μαρτυρίου τὰς τρίβους διήλθετε, κλεινοὶ Πατέρες ἁπάντων φρουροὶ ἀνύστακτοι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ς τοῦ Χοῤῤὰθ χειμάῤῥου, μυροβόλα κρίνα, ὑμᾶς τιμῶντες Πατέρες δεόμεθα, εἰρήνην πᾶσιν ἐν βίῳ ἡμῖν δωρήσασθαι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νῦν τοὺς ἀσπαζομένους, περιχαρῶς Πατέρες, τὰ ἱερὰ ὑμῶν λείψανα ῥύσασθε, ἐξ ἀῤῥωστίας καὶ βλάβης ψυχῆς καὶ σώματος.
Θεοτοκίον.
Χαρίτωσον Παρθένε, Κεχαριτωμένη, χαρὰ παντὸς τοῦ λαοῦ ἀνεκλάλητε, τοὺς ἐκζητοῦντας ἀπαύστως τὴν μεσιτείαν σου.
Καὶ εὐθὺς ψάλλομεν τό.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ μεγαλυνάρια.
Οὐ βαρβάρων ξίφος οὔτ’ ἀπειλή, τμήσεως αὐχένος, ἠδυνήθησαν ἀνελεῖν, τὰς ὑμῶν καρδίας, φωσφόροι Χοζεβῖται, τρισχίλιοι Ἀββάδες, Ὁσιομάρτυρες.
Εὐωδίαν ἄῤῥητον τὰ ὑμῶν, λείψανα Πατέρες, ἀναβλύζουσι καὶ πηγαί, ἰαμάτων ταῦτα, καθίστανται τοῖς πίστει, ὐμᾶς ἀνευφημοῦσιν, ὡς σκεύη χάριτος.
Χαίρετε Πατέρες θεοειδεῖς, χαίρετε ἀστέρες, τῆς ἐρήμου φωτοειδεῖς, χαίρετε Ὁσίων, καὶ ἀσκητῶν κρηπῖδες, Ἀββάδες Χοζεβῖται, ἄνθη μυρίπνοα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ ταῦτα τὰ Τροπάρια.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νύν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
σπερ φοίνικες, ἐν τῇ ὀάσει, ὡραΐσατε τὴν ἐν χειμάῤῥῳ, τοῦ Χοῤῥὰθ Ἀββάδες θεῖοι περίοικον, τοῦ Χοζεβᾶ μυρίπνοοι ἴασμοι, οἱ ταῖς αἱμάτων ῥοαῖς ἐξανθήσαντες· ὦ τρισχίλιοι, Πατέρες Ὁσιομάρτυρες, Χριστῷ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.
Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἐν τῇ Ι. Μ. Χοζεβά Ἀναιρεθέντων Πατέρων, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν
Προσόμοιον.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, Ὁσιόαθλοι Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, εὐρισκομένους πιστούς, σῴζετε δεόμεθα, ταὶς ἱκεσίαις ὑμῶν, Χοζεβῖται πανόσιοι, καὶ τῆς ψυχοφθόρου, ἀθυμίας ῥύσασθε, τοὺς μελῳδοῦντας ὑμᾶς, οἷα τιμαλφεῖς μυροθήκας, τῆς τῶν μοναζόντων χορείας, καὶ Μαρτύρων μάργαρα πολύτιμα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου