ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Τρίτη 9 Δεκεμβρίου 2014

ΣΑΒΒΑΤΟΝ Α΄ ΗΧΟΣ



Στιχηρὰ Δεσποτικὰ προσόμοια
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ξύλου βρώσει τέθνηκα ποτέ, συμβουλίᾳ ὄφεως, συνεπαρθεὶς καὶ ἐξόριστος, τῆς θείας δόξης σου, γεγονὼς ὁ τάλας· διὸ τεθανάτωμαι, ὑπὸ τῆς ἁμαρτίας ὁ δείλαιος· λοιπὸν Φιλάνθρωπε, σὺ ὡς μόνος εὐδιάλλακτος, Παραδείσου, οἰκήτορα ποίησον.

Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Πάντα καταλείψασα ψυχή, ἐννοοῦ τὴν ὥραν σου, τὴν τελευταίαν καὶ πρόσεχε, σαυτῇ, πρὸς ἔξοδον, ἑτοιμαζομένη, ὅπως μὴ αἰφνίδιος, ἐλθών σε καταλάβῃ ὁ θάνατος, εὑρὼν ἀνέτοιμον· τῷ Κυρίῳ οὖν ἀείποτε, γρηγοροῦσα, προσεύχου καὶ δάκρυε.

Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Νέκρωσον τὸ φρόνημα παθῶν, τῶν παρενοχλούντων με, καὶ τὰς ἀτάκτους κινήσεις μου, Θεὲ προάναρχε, θείᾳ ἐξουσίᾳ, πράϋνον ὡς εὔσπλαγχνος, παρέχων μοι πταισμάτων τὴν ἄφεσιν, ὡς εὐδιάλλακτος, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος, διὰ πλοῦτον, τῆς σῆς ἀγαθότητος.
Ἔτερα τῆς Θεοτόκου, ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἁγία Θεόνυμφε ἁγνόν, σεμνόν με καὶ σώφρονα, πρᾷον ἡσύχιον κόσμιον, εὐθὺν καὶ ὅσιον, ἀληθῆ ἀνδρεῖον, φρόνιμον μακρόθυμον, χρηστὸν ἐπιεικῆ τε καὶ μέτριον, ἄμεμπτον ἄμωμον, ἀνεπίληπτόν τε ποίησον, καὶ πρὸς τούτοις Παραδείσου μέτοχον.

Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Ὑπέκκαυμα γέγονα αἰσχρᾶς, ἀσωτίας Ἄχραντε, ἐφευρετὴς παραπτώσεων, παθῶν διδάσκαλος, ὁδηγὸς λαγνείας, ἀσελγείας πρόξενος, δεινῆς ἀκολασίας συνήγορος· καὶ ἔτι τούτων γάρ, ταῖς ἐννοίαις ἐνηδύνομαι, ἀλλὰ πάσης ἀπωλείας ῥῦσαί με.

Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δεινῶς με χειμάζουσι δεινοῖ, ἁμαρτίας χείμαρροι, ὠδίνες ᾅδου κυκλοῦσί με, παγὶς θανάτου δέ, ψυχικοῦ προφθάνει, ἐλεῆμον Δέσποινα, βοῶ σοι μετ' ὀδύνης καρδίας μου. Σπεῦσον ἐξάρπασον, ἐκ θανάτου ἀπογνώσεως, καὶ ἐξ ᾅδου, νῦν τῆς ἀπωλείας με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος. Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Ἀπόστιχα Μαρτυρικὰ
Ἡ ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε. Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον.
Αὐτόμελον
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Νεκρώσιμον
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα, μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιονἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν, πᾶσιν ἰάματα.
Μαρτυρικὸν
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα
Μαρτυρικὸν
Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα σου ἔλεος.
Ἔτερα Νεκρώσιμα
Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνῄσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου.
Τὸν τάφον σου Σωτὴρ
Ἐν τόπῳ φωτεινῷ, ἐν χορῷ τῶν δικαίων, ἀνάπαυσον Σωτήρ, τοὺς πρὸς σὲ μεταστάντας· εἰς σὲ γὰρ φιλάνθρωπε, τὰς ἐλπίδας ἀνέθεντο. Δέξαι δέησιν, ὑπὲρ πατέρων καὶ τέκνων, καὶ δικαίωσον, ὧν ἐκτελοῦμεν τὴν μνήμην, ὡς ὢν πολυέλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θαῦμα θαυμάτων, Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ' ᾨδῇ. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τῇ χειρί σου συνέχων τὰ πέρατα, τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ χειρῶν με ἐξάρπασον.

Στίχ. Ἁγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι, φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἵμασιν ὑμῶν ἀθλητικοῖς, πολυθεΐας ξηράναντες πέλαγος, τῶν ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν προσευχῶν ὑμῶν.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα, Ἥλιον δυσώπησον, τὰ σκοτεινὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης λυτρώσασθαι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς δέ, τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με Δέσποινα.

Κανὼν Νεκρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Πιστῶς θανοῦσιν πρῶτον ὕμνον προσφέρω.

Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Πύλας τοῦ θανάτου καὶ μοχλούς, τῷ σῷ θανάτῳ συντρίψας, ἀθάνατε, πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοῖς κεκοιμημένοις, πρεσβείαις τῶν ἀθλοφόρων σου.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἵνα τῆς ἐνθέου σου ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς ἐκεῖθεν εἵλκυσας, νῦν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβὼν ἀφθαρσίαν ἐνέδυσας, καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν· αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον δοξάζομεν.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε· διὸ δυσωπήσατε, φωτισμὸν καὶ ἔλεος, δωρηθῆναι τοῖς πίστει τιμῶσιν ὑμᾶς.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον πίστει ἐσχήκατε· διὸ τῷ νόμῳ τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν Θεὸν ὑψούμενοι μάρτυρες· διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατ' ἐμοῦ τὸν δράκοντα, ταῖς ὑμῶν ἱκεσίαις συντρίψατε.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου μάρτυρες ἔνδοξοι, παθῶν σαρκός με ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης κρίσεως, ταῖς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνῇ σόυ ταύτῃ ὑμνῆσαί σε, σκηνῶν ἀΰλων μέτοχον ποίησον, τῇ θερμῇ δεήσει σου, τῇ πρὸς Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον.

Κανὼν εἰς Κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ὡς μόνος ὑπάρχων ἀγαθός, καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναῖς ἀνάπαυσον, ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶνεται.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον, ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Θανάτου τὸ κράτος καθελών, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι πιστοῖς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον, παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀσπόρως συνέλαβες Ἁγνή, τὸν Λόγον τὸν ἀΐδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα, καὶ ζωὴν πηγάσαντα, καὶ θνητοῖς ἀνάστασιν, τῇ αὐτοῦ εὐσπλαγχνίᾳ παρέχοντα.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λαμπάδες ἐν Πνεύματι, ζωῆς λόγον φαίνουσαι, καὶ τὰ πληρώματα τῆς γῆς, φωταγωγοῦσαι μυστικῶς, Προφῆται ὡράθητε· διὸ βοῶ· Εὐχαῖς ἡμῶν συντηρήσατε, τὴν τῆς ψυχῆς μου λαμπάδα ἀκοίμητον.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡς πλήρεις ναμάτων, ζωηρρύτων τοῦ Πνεύματος, ἀναφανέντες ποταμοί, καὶ καταρδεύοντες τὴν γῆν, Προφῆται θεσπέσιοι, τὴν τῷ αὐχμῷ κατατακεῖσαν καρδίαν μου, καταδροσίσατε ταύτην πανεύφημοι.
Μαρτυρικὸν
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἱμάτων πανεύφημοι, ῥανίσι τοὺς ἄνθρακας, ἐναποσβέσαντες σοφοί, τῆς ἀθεΐας ἀθληταί, τοῖς πεπυρωμένοις με, τοῦ πονηροῦ καταφλεγόμενον βέλεσι, καταδροσίσατε δρόσῳ τοῦ Πνεύματος.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μαρτύρων Χριστέ μου, τὰς λιτὰς προσδεξαμενος, ἐναθλησάντων ὑπὲρ σοῦ, καὶ νικησάντων τὸν ἐχθρόν, ἐχθρῶν ὀρωμένων με, ὡς ἀγαθός, καὶ ἀοράτων ἐξάρπασον, ἐπιζητούντων ἀεὶ θανατῶσαί με.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὀν σε τῆς δόξης, ἐπιστάμενοι Ἄχραντε, ἐν τῷ ναῷ σου τῷ σεπτῷ, συναθροιζόμενοι πιστῶς, τὴν σὴν ἐξαιτούμεθα, θεοπρεπῶς ἁγνὴ Παρθένε βοήθειαν, καὶ τῇ σεπτῇ σου πρεσβείᾳ σῳζόμεθα.

Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Νεκρώσας τὸν ᾅδην, ἀηττήτῳ δυνάμει σου, ὁ λογισθεὶς ἐν τοῖς νεκροῖς, μόνος ἐλεύθερος Χριστέ, ψυχὰς ἐλευθέρωσον, τῶν εὐσεβῶν τῆς ἐν αὐτῷ κατακρίσεως, ταῖς τῶν ἁγίων μαρτύρων δεήσεσιν.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὁ πάντων ὑπάρχων, ὡς Δεσπότης ἀντάξιος, τοὺς ἐξ Ἀδὰμ τῆς σῆς σφαγῆς, λύτρον ἐδέξω καὶ τιμήν· διό σου δεόμεθα, τῶν οἰκτιρμῶν τοὺς μετασταντας ἀνάπαυσον, τὴν τῶν πταισμάτων παρέχων συγχώρησιν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὑπέστης Σωτήρ μου, τὴν ἐν τάφῳ κατάθεσιν, καὶ τοὺς ἐν τάφοις κατοικεῖν, κατακριθέντας γηγενεῖς, νεκροὺς ἐξανέστησας, νῦν δὲ ζωῆς τῆς ἀϊδίου, ἀξίωσον τούς μεταστάντας, ὡς μόνος φιλάνθρωπος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σέσωσται τὸ γένος, τῶν ἀνθρώπων τῷ τόκῳ σου· σὺ γὰρ ἐκύησας ἡμῖν, τὴν ἐνυπόστατον ζωήν, θανάτου καθαίρεσιν καὶ πρὸς ζωὴν ἐργαζομένην ἐπάνοδον, Θεογεννῆτορ πανάμωμε Δέσποινα.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τοῦ Νόμου τῇ σκιᾷ, εὐσεβῶς διαπρέψαντες, καὶ τὸ φέγγος τῆς ἐνθέου, μηνύσαντες χάριτος, τῆς σκιᾶς με ῥύσασθε, θανατηφόρου ἁμαρτίας, Θεοῦ Προφῆται πανένδοξοι.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἐπορθρίσας πρὸς Θεόν, ἐκ νυκτὸς θεαυγέστατε, Ἡσαΐα, ἐφωτίσθης, καὶ φῶς ἐχρημάτισας· διὸ ἱκετεύω σε, τὴν σκοτισθεῖσάν μου καρδίαν, σαῖς προσευχαῖς φωταγώγησον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τεινόμενοι καὶ τὸ σῶμα, ποιναῖς συντριβόμενοι, πανεύφημοι ἀθλοφόροι, Θεὸν ἐδοξάσατε, τοῖς οἰκείοις μέλεσιν, ὃν ἱκετεύσατε τυχεῖν με, δόξης ἐνθέου μακάριοι.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συλλαβεῖν με ἐν γαστρί, διανοίας τὸν φόβον σου, καὶ κυῆσαι σωτηρίας σου, πνεῦμα ἀξίωσον, διὰ τῶν Μαρτύρων σου, τῶν ὁλικῶς σε ποθησάντων, Λόγε Θεοῦ ὑπεράγαθε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μητέρα σε τοῦ τὰ πάντα, βουλήσει ποιήσαντος, γινώσκοντες τῷ ναῷ σου, τῷ θείῳ προστρέχομεν, ἐν αὐτῷ αἰτούμενοι, τῇ μεσιτείᾳ σου Παρθένε, λύσιν σφαλμάτων κομίσασθαι.

Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἰώμενος τὸν ἰὸν τοῦ θανάτου, τὸν θάνατον κατεδέξω, καὶ θανάτου τὸ κέντρον ἠμαύρωσας, ἀλλ' αὐτὸς ἀνάπαυσον, οὓς προσελάβου ζωοδότα, ταῖς τῶν Μαρτύρων δεήσεσιν.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρώσεως καὶ φθορᾶς, τοὺς ἀνθρώπους ἀπήλλαξας, τὰ πνεύματα τῶν πιστῶς, μεταστάντων κατάταξον, ἐν σκηναῖς Ἁγίων σου· ὅθεν ἀπέδρα πᾶσα λύπη, καὶ εὐφροσύνη πεφύτευται.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Παράδεισον τῷ σὺν σοί, κρεμασθέντι ὡς ἤνοιξας, νῦν προσδέχου τὰς ψυχάς, τῶν πρὸς σὲ διὰ πίστεως, μεταστάντων Δέσποτα, διδοὺς αὐτοῖς ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων αὐλίζεσθαι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥυομένη τοὺς ἐν σοί, τῆς ἐλπίδος τὴν ἄγκυραν, κατέχοντας, πρὸς λιμένα τοῦ θείου θελήματος, εὐμενῶς ὁδήγησον, τῇ μητρικῇ σου παρρησίᾳ, εὐλογημένη Πανάμωμε.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πελάγει με τοῦ βίου κινδυνεύοντα, καὶ κήτει προσριπτούμενον ἁμαρτίας, ἀναμάρτητε Χριστέ, ὡς τὸν Ἰωνᾶν ἐκ φθορᾶς ἐξάρπασον, καὶ πρὸς ζωῆς γαληνοτάτους, λιμένας ἴθυνον.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χορὸς προφητικὸς καθικετεύει σε, οἱ Νόμῳ διαλάμψαντες, τὸν πρὸ Νόμου θεραπεύσαντες Χριστόν, σὲ τὸν ἐν αὐτοῖς ἀναπαυόμενον, ἁμαρτιῶν πᾶσι παράσχου, λύσιν ὡς εὔσπλαγχνος.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Κυκλούμενοι ποιναῖς καὶ μαστιγώσεσι, Χριστὸν οὐκ ἐξηρνήσασθε, παμμακάριστοι· διό με τοῦ ἐχθροῦ, ταῖς ἐπαγωγαῖς περικυκλούμενον, ταὶς πρὸς Θεὸν ὑμῶν πρεσβείαις, ἀπολυτρώσασθε.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ἄθλων καλλοναῖς ὡραϊζόμενοι, τῇ πάντων ὡραιότητι, πλησιάζετε ὁπλῖται τοῦ Χριστοῦ· ὅθεν δυσωπῶ τῆς διανοίας μου, τὸ ἀκαλλὲς καθωραΐσαι, θείαις δεήσεσιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μαρία καθαρὸν τοῦ Λόγου σκήνωμα, παθῶν ἐναποκάθαρον, τὴν καρδίαν μου καὶ σκεῦος καθαρόν, Πνεύματος τοῦ θείου ἀποτέλεσον, ἵνα ὑμνῶ καὶ μεγαλύνω, σὲ τὴν Πανύμνητον.

Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ὡς εὔπλαγχνος τοῖς μεταστᾶσι δώρησαι, πταισμάτων τὴν συγχώρησιν, τὴν αἰώνιον ἀπόλαυσιν διδούς, ἔνθα καταλάμπει τοῦ προσώπου σου, ὁ φωτισμός, καὶ καταυγάζει, τοὺς ἀθλοφόρους σου.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τῷ αἵματι τῷ ἐκ πλευρᾶς σου ῥεύσαντι, τὸν κόσμον ἠλευθέρωσας, τοὺς ἐν πίστει μεταστάντας οὖν πρὸς σέ, ῥῦσαι τῇ δυνάμει τῶν παθημάτων σου· σὺ γὰρ τιμήν, τὴν ὑπὲρ πάντων, σεαυτὸν δέδωκας.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα.

Ὁ πλάσας με χερσὶν ἀχράντοις πρότερον, καὶ πνεῦμα χαρισάμενος, καὶ πρὸς γῆν καταπεσόντα χαλεπῶς, πάλιν ἀναπλάσας ὡραιότερον, νῦν τὰς ψυχάς, τῶν μεταστάντων, αὐτὸς ἀνάπαυσον.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νυμφῶνά σου τὸν φωτοφόρον Κύριε, σκηνῶσαι καταξίωσον, τοὺς ἐν πίστει κοιμηθέντας τῇ εἰς σέ, τούτων παρορῶν τὰ ἁμαρτήματα, ὡς ἀγαθός, καὶ ἐλεήμων, καὶ πολυέλεος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑμνοῦμέν σε, εὐλογημένη Ἄχραντε, δι' ἧς ἡμῖν ἀνέτειλε, τοῖς ἐν σκότει τοῦ θανάτου καὶ σκιᾷ, τῆς δικαιοσύνης ἄδυτος Ἥλιος· σὺ γὰρ ἡμῖν τῆς σωτηρίας, πρόξενος γέγονας.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν Προφητῶν, δυσωπεῖ σε Κύριε, ὁ ἱερώτατος χορός, εὐλογίαις πνευματικαῖς, πάντας ἐπευλόγησον τοὺς δοξολογοῦντας σε, καὶ ἐν αἰνέσει κραυγάζοντας· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τοῦ πυρός, φύσιν ἐκνικήσαντες, ἐπουρανίῳ δροσισμῷ, θεῖοι Παῖδες ἐκ τοῦ πυρός, τοῦ διαιωνίζοντος, ῥύσασθέ με ψάλλοντα, καὶ ἐν αἰνέσει κραυγάζοντα, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μαρτυρικαῖς, νίκαις κλεϊζόμενοι, δόξης ἐτύχετε Θεοῦ, αἰωνίου δόξης ἡμᾶς· ὅθεν ἀξιώσατε, Μάρτυρες πανένδοξοι, τοὺς εὐσεβῶς ἀναμέλποντας, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τὰς ὁρμάς, τῶν λεόντων παύσαντες, τῇ πρὸς τὸν Κύριον ὁρμῇ, τὸν ὁρμῶντα νῦν κατ΄ ἐμοῦ, δράκοντα πατάξατε Μάρτυρες, καὶ σώσατε εὐσεβοφρόνως βοῶντά με· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πρὸς τὸν ἐκ σοῦ, γεννηθέντα Κύριον, γενοῦ μεσίτης Ἀγαθή, τῆς γεέννης καὶ τοῦ πυρός, ὅπως με λυτρώσηται, καὶ καταξιώσῃ με τῆς βασιλείας κραυγάζοντα· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Μαρμαρυγαῖς, τῆς ἀχράντου δόξης σου, περιαυγάζεσθαι Χριστέ, τοὺς ἐκ ζάλης τῆς κοσμικῆς, πρὸς σὲ ἐκδημήσαντας, πάντας καταξίωσον, μετὰ Μαρτύρων κραυγάζειν σοι· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νέος Ἀδάμ, ἀληθῶς γενόμενος, ὁ τοῦ Ἀδὰμ δημιουργός, τὴν κατάραν τὴν τοῦ Ἀδάμ, μόνος ἐξηφάνισας· ὅθεν σου δεόμεθα, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν τῇ τρυφῇ τοῦ Παραδείσου Χριστέ, ὡς μόνος ἐϋσπλαγχνος.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ τὴν ἡμῶν, φυσικὴν ἀσθένειαν, μόνος γινώσκων ὡς Θεός, ἀγαθός τε καὶ συμπαθής, πάντας οὓς μετέστησας, ἔνθα φῶς τὸ ἄδυτον, ἐπισκοπεῖ τοῦ προσώπου σου, τάξον Χριστέ, ὁ τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῷ σῷ παρῆλθον τοκετῷ Θεομῆτορ· σὺ γὰρ ἡμῖν τὸ τῆς θείας χάριτος, φέγγος ἐξανέτειλας, δι' οὗ τῆς πρὶν ἐκλυτρούμεθα, ἀρᾶς, Ἁγνή, ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.

ᾨδὴ η' Ὁ Εἱρμὸς
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον ψάλλοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πειρασθέντες καὶ διὰ Χριστόν, ἀδίκως διωχθέντες Προφῆται, ἐκ πειρασμῶν τε καὶ κολάσεων ἡμᾶς, λυτρώσασθε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡς δοχεῖα θείων δωρεῶν, Προφῆται θεηγόροι πρεσβεύσατε, καταγώγια ἡμᾶς γενέσθαι τοῦ Πνεύματος, τοὺς βοῶντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὸν
Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δεσμευθέντες πᾶσαν τοῦ ἐχθροῦ, ἐλύσατε κακίαν· διό με πεπεδημένον, ἁμαρτήμασι σοφοί, λυτρώσατε Μάρτυρες, μελῳδοῦντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φωτοδότην τέξασα Θεόν, ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας μου, καταύγασον φωτί, Θεοῦ ἐπιγνώσεως, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Παραστάτας Σῶτερ δεξιούς, τῇ πίστει δικαιώσας, πρεσβείαις τῶν ἀθλοφόρων, οὓς μετέστησας πιστούς, ἀνάδειξον μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ῥύπον πάντα τῶν σῶν οἰκετῶν, τῆς σῆς φιλανθρωπίας, τῇ δρόσῳ τῶν κοιμηθέντων, ἀποπλύνας σε ὑμνεῖν, ἀξίωσον ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ θανάτου ἔχων καὶ ζωῆς, πᾶσαν τὴν ἐξουσίαν, τοὺς πίστει κεκοιμημένους, σῆς ἐλλάμψεως τυχεῖν, εὐδόκησον κράζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτηρίας πρόξενος ἡμῖν, καὶ τῆς εἰς ἀπεράντους αἰῶνας, διαμονῆς τε καὶ λαμπρότητος, Ἁγνὴ ἐγένου Πανάμωμε. Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἵνα ἱεροῖς σκηνώμασι, προδηλωθῇ Χριστέ, σοῦ ἡ συγκατάβασις, σκεύη ἐκλεκτὰ τοὺς σοὺς Προφήτας ἀνέδειξας, δι' αὐτῶν προδηλῶν τὰ ἐσόμενα, δι' ὧν σε δυσωποῦμεν, τοὺς οἰκτιρμούς σου ἡμῖν δώρησαι.

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὤφθης τοῖς Προφήταις Δέσποτα, καθὼς ἐχώρουν βλέπειν σου τὴν λαμπρότητα, τούτων προσευχαῖς, χωρητικοὺς ἡμᾶς ποίησον, τῶν ἐν σοὶ καθαρῶν ἐπιλάμψεων, παθῶν ἐξ ἁμαρτίας, ἀποκαθάρας τὰς ψυχὰς ἡμῶν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σῶμα παραδόντες μάστιξι, τὰ τῶν δαιμόνων στίφη κατεμαστίξατε, ἄπληγον τὸν νοῦν, διατηρήσαντες Μάρτυρες· πληγωθεῖσαν διὸ τὴν καρδίαν μου, τῷ βέλει τῆς κακίας, ταῖς προσευχαῖς ὑμῶν ἰάσασθε.

Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἤλγει διωκτῶν κακόνοια, τὰς ἐκ πληγῶν ὀδύνας ὑμῖν προσφέρουσα, Μάρτυρες σεπτοί, τῆς εὐσεβείας ὑπέρμαχοι· τῆς ψυχῆς μου διὸ θεραπεύσατε, τὰς χαλεπὰς ὀδύνας, καὶ τῆς καρδίας μου τὰ τραύματα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φρίττει νοερὰ στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομῆτορ Παναμώμητε.

Κανὼν εἰς κοιμηθέντας
Εἱρμὸς ὁ αὐτὸς
Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Φεῖσαι ὡς Θεὸς φιλάνθρωπος, καὶ ἐλεήμων τοῦ ἰδίου σου πλάσματος, καὶ ἀνάπαυσον, ἐν ταῖς σκηναῖς τῶν Ἁγίων σου, ἔνθα Μάρτυρες πάντες ἀγάλλονται, τοὺς πίστει μεταστάντας, ἐκ τῶν προσκαίρων Πολυέλεε.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἔχων τοῦ ἐλέους ἄβυσσον, ὑπερνικῶσαν τὰ τῶν δούλων σου πταίσματα, προσδεξάμενος, οὓς ἐξελέξω ἀνάπαυσον, Ἀβραὰμ ἐν τοῖς κόλποις φιλάνθρωπε, καὶ μετὰ τοῦ Λαζάρου, ἐν τῷ φωτί σου κατασκήνωσον.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ῥύστης καὶ Σωτὴρ γενόμενος, τοῦ τῶν ἀνθρώπων γένους διὰ σταυρώσεως, οὓς νῦν ἐξ ἡμῶν, ὡς εὐεργέτης μετέστησας, ἀπολαύσεως θείας ἀξίωσον, καὶ ζωῆς ἀκηράτου, καὶ εὐφροσύνης καὶ λαμπρότητος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη, ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου· διό σε πάντες μεγαλύνομεν.

Στιχηρὰ τῶν Αἴνων, Μαρτυρικὰ
Ἦχος α'
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Νεκρώσιμον
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο, ἀλλ' ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτῆρα καὶ φωστῆρα πάντων τῶν αἰώνων.

Τὰ Ἀπόστιχα τῶν Αἴνων τοῦ Θεοφάνους

Σούς, Χριστέ, δούλους γράψον ἐν ζώντων βίβλῳ.

Πανεύφημοι Μάρτυρες ὑμᾶς
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀξίωσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, καὶ ἐν ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ πλημμελήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμων, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα! ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ἀνθρώπου, δυσωποῦμέν σε Δέσποτα, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παράσχου ζωὴν τὴν αἰώνιον.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα.

Σταυρῷ σου γηθόμενοι Σωτήρ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, ὃν νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, ὡς δεσπότης δώρησαι, ἐφ οὗ σου τὸ ζωήρρυτον ἔχεας, αἷμα καὶ τίμιον, καὶ τῆς δόξης ἀνεσπέρου σου, ἀπολαύειν τούτους καταξίωσον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς δούλοις σου, τοῖς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν ἁγίων καὶ φαιδρότητος, ἀξιῶσαι ἐν τῇ βασιλείᾳ αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν Λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ. Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Ἀθλητῶν πληθὺς ἀμέτρητος, Ἀρχιερέων καὶ σοφῶν γυναικῶν, καὶ Προφητῶν πανευκλεῶν, δυσωπεῖ σε Ἰησοῦ ὁ Θεός, δίδου πᾶσιν ἄφεσιν, τῶν πταισμάτων, ὡς μόνος φιλάνθρωπος.

Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Οἱ τὸν δρόμον διανύσαντες, τὸν ἱερώτατον Χριστοῦ Ἀσκηταί, σὺν Ἱεράρχαις ἱεροῖς, καὶ Προφήταις ἠξιώθητε, πόλιν τὴν οὐράνιον, σὺν Ἀγγέλοις, οἰκεῖν εὐφραινόμενοι.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ἐν φωτὶ Χριστὲ κατάταξον, τῷ ἀνεσπέρῳ, οὓς μετέστησας, τὰ παραπτώματα αὐτῶν παραβλέψας, ὡς οἰκτίρμων Θεός, ὅπως σοῦ δοξάζωμεν, Εὐεργέτα, τὸ πλούσιον ἔλεος.
Δόξα...
Σὺν Πατρὶ τῷ προανάρχῳ σου, καὶ τῷ ἁγίῳ Πνεύματι Χριστὲ ὁ Θεός, πάντες δοξάζομεν τὴν σήν, φιλανθρωπίαν ἀνακράζοντες· Μνήσθητι τῶν δούλων σου, ἐν τῇ ὥρᾳ τῆς κρίσεως Κύριε.
Καὶ νῦν... Θεοτοκίον
Ὡς παλάτιον εὐρύχωρον, καὶ θρόνον δόξης καὶ νεφέλην φωτός, ὑμνολογοῦμέν σε Ἁγνή, καὶ δεόμεθα, διάλυσον νέφη τὰ δεινότατα, καὶ τὰ πάθη, Κόρη, τῶν ψυχῶν ἡμῶν.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου