ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Γ'
ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Ῥήματα
ἀκούσασαι χαρᾶς, ἐκ τῶν ἐν τῷ τάφῳ τοῦ Λόγου, προσκαθημένων νοῶν, δρόμον ἐπεδείξαντο,
σπουδαιοτέρας ὁρμῆς, καὶ τὴν τάξιν ἀφέμεναι, τῶν πρὶν Μυροφόρων, ὡς
εὐαγγελίστριαι ἐθεωρήθησαν, Ἔγερσιν ἐξ Ἅδου κευθμώνων, εὐαγγελιζόμεναι Μύσταις,
τοῦ ὑπὲρ ἡμῶν ἐνανθρωπήσαντος.
Ὄρθρον
προλαβοῦσαι τὸν βαθύν, φόβῳ Μυροφόροι γυναῖκες, τάφῳ παρέστησαν, μύρα
προσκομίζουσαι, τῷ ζωοδότῃ Χριστῷ, ἐν νεκροῖς λογιζόμεναι, τὸν Ἅδην νεκροῦντα,
ἀλλὰ θεῖος Ἄγγελος, ἐπέστη ταύταις βοῶν· Τί τὸν ζωηφόρον καὶ ζῶντα, μετὰ τῶν
νεκρῶν ἐκζητεῖτε; ἄπιτε τὴν Ἔγερσιν κηρύττουσαι.
Φέρεις τὸν
ἐπ' ὤμων Χερουβίμ, ἐπαναπαυόμενον Λόγον, μακαριστὲ Ἰωσήφ· ἄλλο ὥσπερ ὄχημα, ἐπὶ
τῶν ὤμων τῶν σῶν, σαρκωθέντα τὸ πρότερον, καὶ νῦν νεκρωθέντα, ὃς ἐζωοποίησε,
τοὺς νεκρωθέντας ἡμᾶς, οὗ τὴν ἐξανάστασιν βλέπων, χαίρεις σὺν σεπταῖς
Μυροφόροις, κἂν προεθρηνεῖτε τούτου νέκρωσιν.
Δόξα... Καὶ νῦν ... Ἦχος α'
Ἦλθον ἐπὶ τὸ
μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον
εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε
τὸν ζῶντα μετὰ τῶν τεθνεώτων; ἀνέστη καθὼς εἶπεν, ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε,
Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ νεκρῶν, Κύριε δόξα σοι.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
Ἡ Ἀνάστασίς
σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα,
Παντοδύναμε Κύριε, δόξα σοι.
Στίχ.
Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἀποστολικὸν
Ἐμεγάλυνας
Σωτήρ, ἐν τῇ οἰκουμένῃ τῶν κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν
τὰ ἄρρητα, ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη
ἐθεράπευον, ὁ ἐξ ἁλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος
τὰ δόγματα, δι' ὧν εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Στίχ.
Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ
λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Μαρτυρικὸν
Μεγάλη ἡ
δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν
ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε,
ψυχῶν καὶ σωμάτων ἰατροί. Πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
Ἔρραναν μύρα
μετὰ δακρύων ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν
τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.
ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
Τὰ μύρα τῆς
ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι
τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν, καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν·
ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθής, τῷ Θεῷ
εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον· Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι
ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός σου.
Ἀποστολικὸν
Ὁ σοφίσας
ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ, τῇ ἀφάτῳ
φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ
τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Μαρτυρικὸν
Ἀπόστολοι,
Μάρτυρες καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ
ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Θείας
γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν
σεσαρκωμένον ἔτεκες. Διὸ κατὰ χρέος σε πάντες εὐσεβῶς μεγαλύνομεν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Ἦχος β' Τὰ ἄνω ζητῶν
Τὰ μύρα Σωτὴρ
Γυναῖκες προσκομίζουσαι ἐζήτουν σπουδῇ, μυρίσαι σε φιλάνθρωπε, ἐκ τοῦ τάφου δὲ
Ἄγγελος, πρὸς αὐτὰς ἐβόα· Ἐγήγερται ὁ ζωοδότης καὶ Κύριος, πατήσας τὸν Ἅδην καὶ
τὸν θάνατον.
Εἰς τοὺς Αἴνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος β' Ἀναστάσιμον
Ἄγγελος μὲν
τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν
λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ, Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς
λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων
ἡμῖν·διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν Ἁπάντων, Κύριε, δόξα σοι. (Δίς)
Ἀποστολικὸν
Οἱ ἐξ ἀδίκων
πράξεων πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν,
τὴν φωνὴν τῶν σῶν Μαθητῶν προσφέρομέν σοι λέγοντες· Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα.
Δεῖξον καὶ νῦν τοῖς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σῴζεις ἐκ
κινδύνων, τῇ πρεσβείᾳ τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα,
Κύριε, δόξα σοι.
Μαρτυρικὸν
Πᾶσα πόλις
καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως
ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα,
βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
Αἱ Μυροφόροι
γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον· ἅπερ δὲ
οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ
πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν, ἡ τοῦ
Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής, τῶν ἀγνοουσῶν
Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε
τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν,
ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ
τὸ μέγα ἔλεος.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Ὅτε,
ἐξανέστης ὡς Θεός, τότε χαίρειν δέδωκας Λόγε ταῖς Μυροφόροις εἰπών· Οὔπω
ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, καὶ λοιπὸν μή μου ἅπτεσθε, πορεύεσθε μόνον,
εἴπατε τοῖς φίλοις μου· ἰδοὺ προάγει ὑμᾶς. Ὅθεν, μετὰ ταῦτα ὡράθης, καὶ δι'
ἐμφυσήματος τούτοις, δέδωκας Σωτὴρ Πνεῦμα τὸ ἅγιον.
Στίχ.
Εὐδόκησας
Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
Ῥήσεις,
Μυροφόρων γυναικῶν, τὰς ἐκ τῶν νεκρῶν κηρυττούσας, Χριστοῦ Ἀνάστασιν, Μύσται μὴ
πιστεύσαντες, ἔσπευσαν μνῆμα ἰδεῖν, καὶ σινδὼν καὶ σουδάριον, ὁρᾶται τῷ τάφῳ, ὁ
δ' αὐτὸς ζητούμενος, οὐχὶ τεθέαται. Ὅθεν, τὴν Ἀνάστασιν γνόντες, κήρυκες
ὁρῶνται ἐν κόσμῳ ταύτην καὶ τοῖς ἔθνεσι μηνύοντες.
Στίχ.
Ἔλεος καὶ
ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.
Ὤφθη, φῶς
ἀπρόσιτον ἡμῖν, λάμπων ἀπὸ τάφου ὡραῖος, Χριστὸς ὁ Κύριος, Ἅδης ᾐχμαλώτισται,
Σατὰν ἠφάνισται, χαίρει κόσμου τὰ πέρατα, χορεύει ἡ κτίσις, μέλπει ἑορτάζουσα,
ἡ Ἐκκλησία Χριστοῦ, μνήμην Ἰωσὴφ τοῦ πανσόφου, καὶ τῶν Μυροφόρων σὺν τούτῳ,
γυναικῶν γεραίρει τὴν πανήγυριν.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
Τί τὰ μύρα
τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε
τὴν φθορὰν τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας
δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ
δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον,
πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου