ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
ΕΣΠΕΡΑΣ
Μετὰ τό, Χριστὸς
ἀνέστη, καὶ τὰ λοιπά, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Ἦχος γ'
Τῷ σῷ Σταυρῷ,
Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ
ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Πεφώτισται τὰ
σύμπαντα, τῇ Ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται· πᾶσα δὲ ἡ
κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Δοξάζω τοῦ
Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου ὑμνῶ τὴν ἐξουσίαν,
ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα Ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα
αἰῶνος.
Ἔτερα Στιχηρὰ Ἀνατολικὰ
Τὸν Σταυρόν
σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ
δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
Ὑμνοῦμεν τὸν
Σωτῆρα τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα· δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ
ἡμέρᾳ ἀνέστη δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Τοῖς ἐν ᾍδῃ
καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε, λέγων, νῦν νενίκηκα, ἐγὼ εἰμὶ ἡ
Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.
Δόξα...
Οἱ ἀναξίως
ἐστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων
κραυγάζοντες, Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου,
ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν ἐχθρῶν σου, φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον
Πῶς μὴ
θαυμάσωμεν τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη
πανάμωμε ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα
ἀμήτορα μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν· ἀλλ' ἑκατέρας οὐσίας
τὴν ἰδιότητα, σῷαν φυλάξαντα. Διό, Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε,
σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Προκείμενον Ἦχος βαρὺς
Ὁ Θεὸς ἡμῶν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα δσα ἠθέλησεν ἐποίησεν.
Στίχ.
Ἡ θάλασσα
εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Στίχ.
Τί σοι ἐστί
θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστρἀφης εἰς τὰ ὀπίσω;
Ἦχος γ'
Ὁ τῷ πάθει
σου Χριστὲ ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ
σύμπαντα, πρόσδεξαι ἡμῶν τὸν ἑσπερινὸν ὕμνον, φιλάνθρωπε.
ΤΗ ΤΡΙΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
ΠΡΩΪ
Εἰς τοὺς Αἴνους
Ἦχος γ'
Δεῦτε πάντα
τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν
ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι
τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν.
Διηγήσαντο
πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος
πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ
κόσμος δοξάζει, ἐλέησον ἡμᾶς.
Χαρᾶς τὰ
πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή,
ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις
ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν
ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.
Ἐν τῷ φωτί
σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ
γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον
ἀναμάρτητον, ἐλέησον ἡμᾶς.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀπόστολος Ἦχος γ'
Ἀπόστολος Ἦχος γ'
Προκείμενον. Ἦχος γ' Ὠδή τῆς Θεοτόκου [Λουκ. α]
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης
αὐτοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ. 2:14-21
Ἐν ἐν ταῖς
ἡμέραις ἐκείναις, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα
ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες ᾿Ιουδαῖοι καὶ οἱ
κατοικοῦντες ῾Ιερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ
ῥήματά μου. Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη
τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου ᾿Ιωήλ· «Καὶ ἔσται» ἐν
ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν
σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι
ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε
ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ
τοῦ πνεύματός μου», καὶ προφητεύσουσι. «Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ
σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος
μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν
Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα
Κυρίου σωθήσεται».
Ἀλληλούϊα [3]. Ἦχος πλ. δ´ [Ψαλμός 131].
Στίχ.
α´Ἀνάστηθι, Κύριε,
εἰς τὴν ἀνάπαυσίν σου.
Στίχ.
α´Ὤμοσε Κύριος
τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
Κεφ.24: 12-35
Τῷ καιρῷ
ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ
ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ, δύο
ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους
ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ, ᾗ ὄνομα ᾿Εμμαούς· καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους
περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ
συζητεῖν, καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς. Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν
ἐκρατοῦντο τοῦ μὴ
ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε
πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα
Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ
γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον
αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, δυνατὸς ἐν ἔργῳ
καὶ λόγῳ, ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ. Ὅπως τε παρέδωκαν αὐτὸν οἱ
Ἀρχιερεῖς καὶ οἱ Ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ
ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι
τούτοις, τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ
γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον· καὶ
μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ
λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον
οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς
αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν
οἱ Προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν
αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν Προφητῶν, διηρμήνευεν αὐτοῖς
ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ
ἐπορεύοντο· καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν
λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ, καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ
εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν
λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ
ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον
πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ
ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν
εἰς ῾Ιερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
λέγοντας· Ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν
τῇ ὁδῷ· καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου