ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Δευτέρα 22 Δεκεμβρίου 2014

ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Δικαιοσύνης ἐσθῆτα, περιβαλλόμενοι λευκὴν ὑπὲρ χιόνα, τῇ παρούσῃ τοῦ Πάσχα, ἡμέρᾳ εὐφρανθῶμεν, ἐν ᾗ ὁ Χριστός, δικαιοσύνης ὡς ἥλιος, ἐκ τῶν νεκρῶν ἀνατείλας πάντας ἡμᾶς, ἀφθαρσίᾳ κατεφαίδρυνεν.
βασιλὶς καὶ κυρία, τῶν ἑορτῶν Ἑορτή, ἡ νῦν ἐστὶν ἡμέρα ἣν ἐποίησεν ὄντως, ὁ Κύριος, ἐν ταύτῃ, ὡς ψάλλει Δαυΐδ, μυστικῶς εὐφρανθῶμεν λαοί· τῶν γὰρ θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, τὴν εἰρήνην ἐδωρήσατο.
τοῦ Θωμᾶ ἀπιστία τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμῶνος, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν, καὶ ποδῶν τολμηρότερον, ἐμψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς, ἀφοβίαν καὶ εἰρήνην ἐδίδου, εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς ὅτι ἀνέστην ἐκ νεκρῶν, φέρε ὧδε τήν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος α' Σταυρώσιμον
ρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες σῳζόμεθα πάντες.
Ἀναστάσιμον
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Μαρτυρικὸν
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
ψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον καὶ γίνου μοι πιστὸς καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν 
Καθίσματα τῆς Ὀκτωήχου
Σταυρώσιμον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων, Παράδεισον ἠνέῳξας Σωτὴρ τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε· Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Ἀναστάσιμον
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν Ἀνάστασιν· Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Μαρτυρικὸν
θλήσεως καύχημα καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, αὐτῶν ταῖς ἱκεσίαις ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.
Σταυροθεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρὸν ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὁλολύζουσα· Πῶς ἐνέγκω σου τὴν ὑπὲρ λόγον Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια Πάθη, Θεὲ ὑπεράγαθε.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Μακάριος εἶ σὺ τὰς πληγὰς ψηλαφήσας, τῆς κρείττονος πλευρᾶς, τοῦ τὸ μέγιστον τραῦμα, τοῦ Ἀδὰμ ἰατρεύσαντος, καὶ ἡμῖν τοῖς πιστεύσασι, τὸν ἀνώλεθρον, μακαρισμόν προξενήσας, μόνοις ῥήμασι, τοῖς τῶν σεπτῶν Ἀποστόλων, τὴν τούτου Ἀνάστασιν. (Δίς)
Εἰς τοὺς Αἴνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος α' Σταυρώσιμον
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε, δόξα σοι. (Δίς)
Ἀποστολικὸν
μνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
Μαρτυρικὸν
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτὴρ οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.
Στιχηρὰ Προσόμοια
Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν
Σταυρωθεὶς τὸν Παράδεισον, τοῖς ἀνθρώποις ἠνέῳξας, καὶ νεκροὺς συνήγειρας, ἡ ζωὴ ἡμῶν, καὶ ἐξανέστης τὸν θάνατον, ἑλὼν τῇ δυνάμει σου, καὶ συνῆψας οὐρανοῖς, ἀληθῶς τὰ ἐπίγεια καὶ ἐπλήρωσας, θυμηδίας ἀπλέτου, Θεοῦ Λόγε, τὸν χορὸν τῶν Ἀποστόλων, τούτοις εἰρήνην φθεγξάμενος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
φθορὰ ἐξωστράκισται· ἀφθαρσία ἐξήνθησεν· ὁ δεσμὸς ὁ χρόνιος διαλέλυται, οἱ οὐρανοὶ εὐφραινέσθωσαν, γῆ καὶ τὰ ἐπίγεια· ἐξανέστη γὰρ Χριστός, ἐσκυλεύθη ὁ θάνατος, ἡ εὐφρόσυνος, ἐπεφάνη ἡμέρα, κεκλεισμένων, τῶν θυρῶν ἔνδον εἰσῆλθεν ὁ Ζωοδότης καὶ Κύριος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Τῇ ἡμέρᾳ ὁ Κύριος, ἣν ἐποίησε σήμερον, ἀγαλλιασώμεθα εὐφραινόμενοι, ὁ Ζωοδότης ἐγήγερται, ὁ ᾍδης ἐσκύλευται, Ἀποστόλων ὁ χορὸς τὴν χαρὰν ἀκουτίζεται, ἐψηλάφησε, τὴν πλευρὰν τοῦ Δεσπότου, ἀπιστήσας, ὁ Θωμᾶς, καὶ ψηλαφήσας διπλῆν οὐσίαν ἐκήρυξε.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
ψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστὸς καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος εὔσπλαγχνε δόξα σοι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου