Τῌ
ΠΕΜΠΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ
Ἀπόστιχα
Ἰδιόμελον Ἦχος β'
Ὁ τοῦ Κυρίου
Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόμος
ἐγκρατείας· οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν
σάρκα, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι
σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶμεν, τῷ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένῳ
τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῷ ἔχοντι τὸ μέγα
ἔλεος. (Δίς)
Μαρτυρικὸν
Οἱ τὴν ἐπίγειον
ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων
συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Βότρυν, τὸν
παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον
κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι'
οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυῖας, θείαις
παρακλήσεσιν, ὡς εὔσπλαγχνος.
Τῌ
ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΤΥΡΙΝΗΣ
ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν β' Στιχολογίαν
Ἀνύψωσον
Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάμει τὴν ὀφρύν,
καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθάσαι σου πάντας ἡμᾶς τὴν
προπομπήν, καὶ καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ· ἐν σοὶ γὰρ ἐγκαυχώμεθα,
Ξύλον εὐλογημένον.
Δόξα... Τὸ αὐτὸ
Καὶ
νῦν... Σταυροθεοτοκίον
Ὡς ἔχουσα τὸ
συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον
λαόν, σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα
δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν,
Παναγία Παρθένε.
ᾨδὴ
α' Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας
Ὁ τῆς
ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος
ἐξαίρων τῶν πταισμάτων, τοῦτον προθύμῳ καρδίᾳ δεξώμεθα.
Ἰδοὺ μετανοίας
ἡ καλλονή,
ψυχὰς
μεταπλάττει,
τῆς
νηστείας προσαγωγή· ταύτῃ νηφαλέως εἰσελθόντες,
καὶ τῶν
πταισμάτων πιστοὶ λύσιν λάβωμεν.
Ἀρχαὶ Ἐξουσίαι
καὶ Χερουβίμ,
καὶ
πᾶσαι δυνάμεις,
δυσωπήσατε τὸν καιρόν,
ἡμᾶς τῆς
νηστείας ἐκτελέσαι,
ἐν
μετανοίᾳ καὶ πάσῃ σεμνότητι.
Θεοτοκίον
Ἁγία Παρθένε ἡ
τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι
δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι.
ᾨδὴ
γ'
Οὐρανίας ἁψῖδος
Τὰ ὀλέθρια
πάθη, τὰ τῆς ψυχῆς φύγωμεν, τῇ ὑποδοχῇ τῆς νηστείας καὶ κατανύξεως,
ἐπιδειξώμεθα, καρποὺς οἱ πρὶν ἁμαρτίαις, τὸν Θεὸν τὸν εὔσπλαγχνον
παραπικράναντες.
Τὰς λαμπάδας
ἐλαίῳ,
τῶν
ἀγαθῶν πράξεων,
πάντες
νῦν ἐφάψαι σπουδαίως προθυμηθείημεν,
ὅπως
εἰσέλθωμεν,
σὺν ταῖς
φρονίμοις Παρθένοις,
εἰς τὸν
φωτεινότατον νυμφῶνα χαίροντες.
Θεηγόροι
Προφῆται,
θεοειδεῖς Μάρτυρες,
θεῖοι
Μαθηταὶ τοῦ Σωτῆρος,
τοῦτον
αἰτήσασθε,
καλῶς
ἀπάρξασθαι,
καὶ
εὐαρέστως τελέσαι,
τὸ
νηστείας στάδιον πάντας δεόμεθα.
Θεοτοκίον
Ὡς αἰτίαν σε
πάντων, τῶν ἀγαθῶν Δέσποινα, πάντες ἐκτενῶς δυσωποῦμεν, συνεισελθεῖν ἡμᾶς, τῇ
μεσιτείᾳ σου, τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι, τούτου σωτήριον.
Ὁ
Εἱρμὸς
«Οὐρανίας
ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ
τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».
«Εἰσακήκοα
Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου
τὴν Θεότητα».
Ὥσπερ ὄρθρος
προκύψασα,
νῦν ἡ
τῆς νηστείας χάρις προβάλλεται,
μετανοίας τὸν καιρὸν ἡμῖν,
ὀφλημάτων σκότος διαλύοντα.
Διαθρέψωμεν
πένητας,
ἔλεον
ἐλέῳ ἀντιλαμβάνοντες,
καὶ
νηστείας θείῳ ὕδατι,
ψυχικὰς
κηλῖδας ἀποπλύνωμεν.
Ἐπουράνιοι
Ἄγγελοι,
τὸν
ἀγαθοδότην ἐκδυσωπήσατε,
τὴν
οἰκτρὰν ἡμῶν μετάνοιαν,
οἰκτιρμοῖς ἀμέτροις ὑποδέξασθαι.
Θεοτοκίον
Καθαρὸν
ἱλαστήριον, τῶν ἁμαρτανόντων ἁγία Δέσποινα, μεσιτείᾳ σου διάρρηξον, τῶν ἁμαρτιῶν
μου τὸ χειρόγραφον.
ᾨδὴ
ε'
Ὁ Εἱρμὸς
«Ἵνα τί με
ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον
σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς
ὁδούς μου κατεύθυνον δέομαι».
Τὴν παροῦσαν
ἡμέραν,
ἀπαρχὴν
ποιούμενοι βίου σεμνότητος ἑαυτοὺς προθύμως,
πρὸς
ἀγῶνας πιστοὶ εὐτρεπίσωμεν,
τῆς
σαρκὸς τοὺς πόνους,
καὶ τῆς
ψυχῆς τὴν εὐκαρπίαν,
τῷ τῶν
ὅλων Δεσπότῃ προσάγοντες.
Μωϋσῆν ἡ
νηστεία,
θείας
θεοπτίας ἀνέδειξε μέτοχον,
τοῦτον
οὖν ψυχή μου,
μιμουμένη νηστείᾳ ἀνάλαβε,
θείας
ἀναβάσεις,
ἐν
σεαυτῇ διαθεμένη,
ὅπως
ἴδῃς Θεοῦ τὴν λαμπρότητα.
Ἱερῶν Ἀποστόλων,
καὶ
ἱερωνύμων Μαρτύρων δεήσεσι,
τῆς
νηστείας χρόνον,
διανύσαι
ἡμᾶς καταξίωσον,
Ἰησοῦ
οἰκτίρμον,
ἐν
μετανοίᾳ καὶ παντοίᾳ,
ἀποχῇ
ἁμαρτίας δεόμεθα.
Θεοτοκίον
Τῆς νηστείας
τὴν πύλην, μέλλοντες εἰσέρχεσθαι ἐκδυσωποῦμέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν
τοῖς οἰκέταις σου Δέσποινα, καὶ πλατύναι πάντως, τοὺς λογισμούς καὶ διανοίας, τὰ
σωτήρια πράττειν θελήματα.
ᾨδὴ
ε' Ἦχος πλ. β'
Σταυρῷ τὰς
χεῖρας προσηλωθείς, λόγχῃ τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ
παραπεσόντος Ἀδὰμ διέρρρηξας· διό σε Ζωοδότα ὕμνοις δοξάζομεν.
Δολίως ὄφις ὁ
πονηρός,
πάθη
ἐπιθείς μοι ψυχικά,
τοῦ
Παραδείσου ἐξώρισε,
σὺ δὲ
τὰς παλάμας,
ἐν τῷ
Σταυρῷ προσπαγείς,
πρὸς
ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας.
Ὁ τῆς νηστείας
θεῖος καιρός,
πάθη
ἐκκαθαίρων ψυχικά,
καὶ
ψυχικοὺς πλύνων μώλωπας,
ἦλθε νῦν
ἐπέστη,
πιστοὶ
συνδράμωμεν,
καὶ
τοῦτον φιλοφρόνως ὑποδεξώμεθα.
Καιρὸς ἐπέφανεν
ἀγαθός,
θείαν
εὐφροσύνην τῆς ψυχῆς,
ἄπαν
ἐνδύων τὸ πρόσωπον· δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα,
νηστείᾳ
καὶ δεήσει προκαθαιρόμενοι.
Νηστείαν,
δάκρυα,
προσευχήν,
ἦθος
ταπεινὸν τῷ δι'
ἡμᾶς,
ταπεινωθέντι προσάξωμεν,
ὅπως ἐν
ἡμέρᾳ τῆς ἐγκρατείας,
συγχώρησιν βραβεύσῃ τῶν ἐπταισμένων ἡμῖν.
Θεοτοκίον
Ταῖς φωτοβόλοις
σου ἀστραπαῖς, Δέσποινα τοῦ κόσμου ἀγαθή, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ
τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω, καὶ μακαρίζω σε.
Ἕτερον Ἦχος πλ. δ'
Τὸν Σταυρὸν
προσκυνῶ σου, Κύριε φιλάνθρωπε, δι' οὗ με ἔσωσας, καὶ ὑμνῶ τὰ πάθη, τὰ σωτήρια
καὶ θεῖα Δέσποτα, δι' ὧν τῶν παθῶν μου, τῶν ἀλγεινῶν ἐρρύσθην Λόγε, εἰς ζωὴν
μετελθὼν τὴν ἀπήμονα.
Τῷ Σταυρῷ
πεποιθότες,
τὴν τῶν
ἐναντίων ἀπάτην τρεπόμεθα,
ἐν αὐτῷ
παγέντες,
οἱ
πιστοὶ γνωρισθέντες ἐγνώσθημεν,
τῷ Θεῷ
ὡς ἄρνες,
νεογενεῖς ἐκλελεγμένοι,
καὶ τὸ
ἄδολον γάλα πεπώκαμεν.
Δόξα...
Τὸν Πατέρα καὶ
Λόγον, πάντες καὶ τὸ ἅγιον Πνεῦμα δοξάζομεν, ἐν μιᾷ τῇ φύσει, γνωρισμόν, τηλαυγῆ
ἐκτιθέμενοι, προσκυνοῦντες ἄμφω, καὶ διαιροῦντες τοῖς προσώποις, ἀσυγχύτως
ἀτρέπτως λατρεύοντες.
Καὶ
νῦν... Θεοτοκίον
Ἡ ἐλπὶς τῶν
περάτων, ἡ χαρὰ τῶν δούλων σου, σὺ εἶ Παρθένε ἁγνή, τοὺς τιμῶντας πόθῳ, τὴν
Εἰκόνα σου φύλαττε Πάναγνε, καὶ ταῖς σαῖς πρεσβείαις, πάντας ἡμᾶς τοῦ ἀλλοτρίου,
ἐλευθέρωσον ὡς συμπαθέστατος.
Δόξα σοι,
ὁ Θεὸς
ἡμῶν,
δόξα σοι.
Τὴν εὐθεῖαν
ὁδόν σου,
Κύριε
κατεύθυνον,
πᾶσι
τοῖς δούλοις σου,
τοῖς
τιμῶσι πόθῳ,
τῆς
νηστείας τὸ στάδιον στήριξον,
καὶ ταῖς
εἰς τὸ κρεῖττον,
ἐπαγωγαῖς τῆς σῆς ἁγίας,
Βασιλείας ἡμᾶς καταξίωσον.
Ὁ
Εἱρμὸς
«Ἵνα
τί με ἀπώσω,
ἀπὸ τοῦ
προσώπου σου τὸ φῶς τὸ ἄδυτον,
καὶ
ἐκάλυψέ με,
τὸ
ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ'
ἐπίστρεψόν με,
καὶ πρὸς
τὸ φῶς τῶν ἐντολῶν σου,
τὰς
ὁδούς μου κατεύθυνον δέομαι».
ᾨδὴ
ς'
Ἱλάσθητί μοι Σωτὴρ
Νηστεύσας ὁ
Λυτρωτής, τὸν ἐνεστῶτα καιρὸν ἡμῖν, ὡρίσατο ψυχικῶν, κηλίδων καθάρσιον, ζεούσῃ
προσέλθωμεν, οἱ πιστοὶ καρδίᾳ, ὅπως λάβωμεν συγχώρησιν.
Ὁ τοῦ Τελώνου
Χριστέ,
τὸν
στεναγμὸν προσδεξάμενος,
καὶ
Πόρνης τὸν ἐκ ψυχῆς,
κλαυθμὸν
προσαγόμενος,
δέξαι ὡς
φιλάνθρωπος,
τὰς ἡμῶν
δεήσεις,
ἱλασμὸν
ἡμῖν δωρούμενος.
Κηρύκων καὶ
Προφητῶν,
Μαρτύρων
καὶ Ἀποστόλων σου,
Ὁσίων
Ἱεραρχῶν,
καὶ
Χριστὲ παρακλήσεσιν,
πάντων
Δικαίων σου,
ἱλασμὸν
πταισμάτων,
ταῖς
ψυχαῖς ἡμῶν κατάπεμψον.
Θεοτοκίον
Ἡ μόνη τὸ
ἀσθενές, τῆς ἀνθρωπίνης ὑπάρξεως, τῷ θείῳ σου τοκετῷ, Ἁγνὴ ἐπιρρώσασα, συνεργός
μοι φάνηθι, πρὸς τὸ τῆς νηστείας, εἰσιόντι θεῖον στάδιον.
«Ἱλάσθητί μοι
Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸ σὲ
γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
ᾨδὴ
ζ'
Πάλαι ἐν ἅρματι
πυρίνῳ, ἀνεφέρετο Ἠλίας τῇ νηστείᾳ, λαμπρυνθείς, ὦ ψυχή, τοῦτον ἐκμιμουμένη, τὰς
τῆς σαρκὸς θανάτωσον, ἀκρασίας ἐγκρατείᾳ.
Ἴδε καιρὸς τῆς
ἐγκρατείας,
ὑπεμφαίνων σοι τὸ φῶς τῆς σωτηρίας,
μὴ
ἀμέλει ψυχή,
Θεοῦ
μακροθυμοῦντος,
ἀλλὰ
προθύμως βόησον,
Ἀγαθὲ
οἰκτείρησόν με.
Παῖδας
στομώσασα νηστεία,
διετήρησε τὸ πῦρ ἀκαταφλέκτους,
Ἰησοῦ
ταῖς αὐτῶν δεήσεσι πυρός με,
τοῦ
αἰωνίου λύτρωσαι,
τῇ πολλῇ
σου εὐσπλαγχνίᾳ.
Θεοτοκίον
Μόνη βοήθεια
ἀνθρώπων, βοηθὸς ἡμῖν καιρῷ τῆς ἐγκρατείας, τοῖς σοῖς δούλοις γενοῦ, ὅπως ἐν
μετανοίᾳ, εὐαρεστοῦντες λάβωμεν, οὐρανῶν τὴν βασιλείαν.
«Ἑπταπλασίως
κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ
κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τῆς μετανοίας
κάμινον,
προθυμίᾳ
ἐκκαύσωμεν,
καὶ τὰς
ἡδονάς,
ἐν αὐτῇ
καταφλέξωμεν,
ἁπάσας
τοῦ σώματος,
καὶ τοῦ
πυρὸς τοῦ μέλλοντος,
πεῖραν
μὴ λαβεῖν,
τόν
πλούσιον ἐν ἐλέει,
αἰτήσωμεν βοῶντες· Ἱερεῖς εὐλογεῖτε,
λαὸς
ὑπερυψοῦτε,
εἰς
πάντας τοὺς αἰῶνας.
Ὁ εἰσιὼν καιρὸς
ἡμῖν,
τῆς
νηστείας γενήσεται,
πάσης
ἁμαρτίας,
ἀποχῆς
παραίτιος· μὴ οὖν κάτω κλίνωμεν,
μηδὲ
ῥαθύμως δράμωμεν,
ὅπως ἐν
βραχείαις,
καὶ
ὀλίγαις ἡμέραις,
ἐτῶν
πολλῶν κηλῖδας,
κατανύξει καρδίας,
ἐκπλύνωμεν τὸν μόνον,
Θεὸν
ἡμῶν ὑμνοῦντες.
Τὰ τῶν Ἀγγέλων
τάγματα,
τῶν
Μαρτύρων ὁ σύλλογος,
θείων
Ἀποστόλων ὁ χορὸς ὁ ἅγιος,
Ὁσίων
ὁμήγυρις,
Ἱεραρχῶν
τε καὶ Προφητῶν,
σὲ
ἐκδυσωποῦσιν,
Ἀγαθὲ
πανοικτίρμον,
μετάνοιαν γνησίαν,
τοῖς
σοῖς δούλοις παράσχου,
καιρῷ
τῆς ἐγκρατείας,
τῆς νῦν
εἰσαγομένης.
Θεοτοκίον
Θεοκυῆτορ
πάναγνε, ἐπὶ σὲ καταφεύγομεν, οἴκτειρον ἡμᾶς, τῇ ἀγαθῇ πρεσβείᾳ σου, καὶ δίδου
εὐΐλατον, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἅπασιν ἡμῖν ἐν τῷ καιρῷ τῆς νηστείας, τῆς
νῦν, εἰσαγομένης, εἰς πιστῶν σωτηρίαν, τῶν σὲ ὑμνολογούντων, εἰς πάντας τοὺς
αἰῶνας.
Τὸ
Τριῴδιον
ᾨδὴ
η'. Νόμων πατρῴων
Κλῆρον πατρῷον
μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμῳ κατεδουλώθημεν, ἀλλ' ἐκτείνας τὰς παλάμας σου,
ἐν τῷ Σταυρῷ τῷ θείῳ, ἐλευθερίαν πᾶσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοι πίστει
προσάγομεν, ἐν ἡμέραις ἁγίαις. Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας
τοὺς αἰῶνας.
Ὁ τῷ Σταυρῷ σου
τὴν διάστασιν,
καὶ τοῦ
φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον,
εἰρήνην
ἐν τοῖς πέρασιν,
ἐγκαινίσας πλουσίαν,
εἰρηνευούσῃ δίδου,
διελθεῖν
ἡμᾶς Χριστέ,
καταστάσει τὴν μέλλουσαν νηστείαν,
σὲ
Κύριον ὑμνοῦντας ἀπαύστως,
καὶ
ὑπερυψοῦντας,
εἰς
πάντας τοὺς αἰῶνας.
Ἡ τῆς νηστείας
χάρις σήμερον,
ἡλιακὰς
ἀκτῖνας,
πᾶσι
προβάλλεται,
προκαθαίρουσα τὴν ζόφωσιν,
τὴν ἐκ
τῆς ἁμαρτίας,
οἱ
συσχεθέντες πάθεσι,
ποικίλοις ἐν χαρᾷ,
προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως.
Τὸν
Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πικρῶς τρυγήσας
ὁ Πρωτόπλαστος,
ἐν
Παραδείσῳ πάλαι,
βρῶσιν
παράλογον,
ἀπερρίφη
καὶ κατάκριτος,
τῆς
τρυφῆς ἐξεβλήθη,
ἀλλ'
ἐπὶ
ξύλου,
ἥλοις
προσπαγείς,
τὸ
πονηρὸν γραμματεῖον,
προσήλωσας τῆς αὐτοῦ ἁμαρτίας· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν,
ἀνυμνολογοῦμεν,
εἰς
πάντας τοὺς αἰῶνας,
Νόμον νηστείας
ἀπωσάμενοι,
τῆς
ἁμαρτίας,
βόθρῳ,
κατωλισθήσαμεν,
καὶ
νηστείας ἐδεήθημεν,
τῆς νῦν
εἰσαγομένης,
ἥν περ
Οἰκτίρμον,
χάριν
διανύουσιν ἡμῖν,
οὐρανόθεν κατάπεμψον,
καὶ
εἰρήνην πλουσίαν.
Τὸν
Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Καταπιπτόντων
ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις, Παναγία
Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ
Θεοῦ μοι δοθῆναι, δυσώπει μελῳδοῦντι προθύμως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς
αἰῶνας.
Ἄλλος
Ἄγγελοι καὶ οὐρανοὶ
Καθηλούμενον
σαρκί, ἐν τῷ Σταυρῷ Οἰκτίρμον, κατιδοῦσά σε, ἡ τῶν κτισμάτων φύσις, διεστρέφετο,
φῶς ἡμέρας εἰς σκότος, ἐσαλεύετο ἡ γῆ, καὶ πάντα ἐκλονεῖτο.
Ἐν τῷ ὕψει τοῦ
Σταυροῦ,
τὴν τῶν
ἀνθρώπων φύσιν,
συνανύψωσας,
καὶ ἐκ
πλευρᾶς σου θείας,
πλοῦτον
ἔβλυσας σωτηρίας,
τοῖς
πίστει προσκυνοῦσι Σωτήρ,
τὸ
ἄχραντόν σου Πάθος.
Εὐλογοῦμεν
Πατέρα,
Υἱόν,
καὶ
ἅγιον Πνεῦμα.
Εἷς Θεὸς οὖν ἡ
Τριάς,
οὐ τοῦ
Πατρὸς ἐκστάντος εἰς υἱότητα,
οὐδὲ
Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν,
ἀλλ'
ἴδια καὶ
ἄμφω,
φῶς Θεὸν
τὰ τρία,
δοξάζω
εἰς αἰῶνας.
Καὶ
νῦν... Θεοτοκίον
Πῶς ἐγέννησας,
εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον; ἢ
ὡς οἶδεν ὁ μόνος, εὐδοκήσας τεχθῆναι, ἐκ σοῦ εἰς τοὺς αἰῶνας.
Δόξα σοι,
ὁ Θεὸς
ἡμῶν,
δόξα σοι.
Τὴν μετάνοιαν
ἡμῶν,
ὡς
ἀγαθὸς τῇ φύσει προσδεξάμενος,
τῶν τοῦ
ἐχθροῦ παγίδων ῥῦσαι Κύριε,
ἵνα
πίστει καὶ πόθῳ,
σὴν νῦν
ἀνυμνῶμεν,
ἁγίαν
δεσποτείαν.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν...
Ὁ
Εἱρμὸς
«Ἄγγελοι
καὶ οὐρανοί,
τὸν ἐπὶ
θρόνου δόξης ἐποχούμενον,
καὶ ὡς
Θεὸν ἀπαύστως δοξαζόμενον,
εὐλογεῖτε,
ὑμνεῖτε,
καὶ
ὑπερυψοῦτε,
εἰς
πάντας τοὺς αἰῶνας».
«Ἐξέστη ἐπὶ
τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις
σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε,
Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».
Ἰδοὺ ὁ
φωτοφόρος ἦλθε καιρός,
ἡ ἁγία
ἡμέρα,
ἐπέλαμψε,
τὰ
σκοτεινά,
πάθη σου
ἀπόφευγε,
ὦ ψυχή,
καὶ τὰς
αὐγὰς ὑπόδεξαι,
τὰς
καθοδηγούσας σε πρὸς τὸ φῶς,
κατάνυξιν ὡς οἶνον,
πίνουσα
ἐπευφραίνου,
καὶ
ἡδονῶν τὴν μέθην μίσησον.
Ὡς ὄντως
ἀγαθώτατος ὁ καιρός,
τῆς
νηστείας Χριστέ,
ὅν περ
δέδωκας,
πᾶσι
πιστοῖς,
εἰς
ἁμαρτημάτων ἀποτροπάς,
καὶ
ἱλασμὸν σωτήριον,
καὶ τῶν
χαρισμάτων ὑποδοχήν,
ἐν ᾧ σε
δυσωποῦμεν,
μετόχους
Σωτὴρ πάντας,
τῶν
ἀγαθῶν σου ἡμᾶς ποίησον.
Συνήθως τὰ ἐλέη
σου ἐφ'
ἡμᾶς,
ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια,
δίδου
ἡμῖν,
δάκρυα
καθαίροντα μολυσμούς,
καὶ
λογισμοὺς ποθοῦντάς σε,
πίστιν
καὶ ἀγάπην εἰλικρινῆ,
μετάνοιαν πλουσίαν,
οἰκείωσιν τελείαν,
πρὸς σὲ
τὸν μόνον Πολυέλεον.
Ἡ πάντων τῶν
Ἀγγέλων θεία πληθύς,
καὶ
Ἁγίων χοροὶ ἀξιάγαστοι,
τὸν
ἀγαθόν,
νῦν
ἐκδυσωπήσατε ἐκτενῶς,
ὅπως τὸ
θεῖον στάδιον,
τοῦτο
τῆς νηστείας τὸ ἐνεστώς,
δραμεῖν
ἀνεμποδίστως,
ἡμᾶς
ἐνδυναμώσῃ,
καὶ
νικηφόρους ἀπεργάσηται.
Θεοτοκίον
Φιλάγαθε
Παρθένε τὸν ἀγαθόν, ἡ τεκοῦσα Σωτῆρα ἀγάθυνον, πάντας ἡμᾶς, πάθεσιν ἀμέτροις καὶ
λογισμοῖς, κεκακωμένους Δέσποινα, καὶ βεβαρημένους ἁμαρτιῶν, φορτίοις
δυσβαστάκτοις, ἵνα σε κατὰ χρέος, ὡς Θεοτόκον μεγαλύνωμεν.
Ἄλλος
Ἀπορεῖ πᾶσα γλῶσσα
Ἀτονεῖ πᾶσα
φύσις, καὶ βροτῶν καὶ Ἀγγέλων, τὴν εὐσπλαγχνίαν σου, εὐχαριστεῖν Εὐεργέτα, ὅτι
σάρκα θέλων, δι' ἡμᾶς ἐπτώχευσας, καὶ ἐπὶ ξύλου ὑπὲρ ἡμῶν ἐτάθης, κατάρα
γεγονώς, ἵνα τὴν πρὶν κατάραν ἀνέλῃς, τῆς ἀνθρωπότητος.
Φαιδρὰ ἡμέρα,
ἡ τῆς
ἐγκρατείας ἐπέστη,
φαιδρῷ
τῷ προσώπῳ,
δεῦτε
ὑπαντήσωμεν,
ψυχή μου
τῷ Δεσπότῃ,
χάριν
ἐκπεμφθῆναι ἄνωθεν,
ἡμῖν
αἰτοῦντες,
καὶ τῶν
πολλῶν σφαλμάτων διόρθωσιν εὑρεῖν,
ὅπως
φρικωδεστάτης γεέννης,
μὴ
πειραθῶμεν ἐκεῖ.
Τοῖς ἐν τῷ
σκότει,
τῶν
ἁμαρτιῶν συσχεθεῖσι,
τῆς
μετανοίας νῦν τὰ ἱερά εἰσόδια ἐπέστη,
πάντων
τὰς ψυχὰς φωτίζοντα· διὸ ψυχή μου,
τὸν
σκοτασμὸν ἔκκλινον,
τοῦ
κόρου τῶν παθῶν,
σπεῦσον
ἵνα τρυφῆς αἰωνίου,
ἐπαπολαύσῃς ἐκεῖ.
Ἐπὶ τοῦ ξύλου
χεῖρας,
ἑκουσίως
ἁπλώσας,
τὰ
διεστῶτα πάντα συνηγάγω Ζωοδότα,
τῇ δὲ
λόγχῃ,
σὴν
διανυγεὶς μακρόθυμε πλευράν,
τὴν
ἥτταν τὴν ἐκ πλευρᾶς φυεῖσαν,
ἠνώρθωσας ἡμῶν· ὅθεν εὐχαριστοῦντες,
ὑμνοῦμεν
τὴν εὐσπλαγχνίαν σου.
Ἡ φωτοφόρος,
νῦν
ἐπιδημοῦσα νηστεία,
προσδεξιοῦται τράπεζαν ἀγώνων,
προτιθεῖσα· διὰ τοῦτο,
ταύτης
νηφαλέως ἅπαντες,
σεπτὸν
κρατῆρα καθαρτικῶν δακρύων ληψώμεθα πιστοί,
ἵνα τῶν
ἀνηκέστων δακρύων,
μὴ
πειραθῶμεν ἐκεῖ.
Θεοτοκίον
Ἡ προστασία,
πάντων τῶν εἰς σὲ πεποιθότων, ἡ ἐν ἀνάγκαις, ἄγρυπνος ὑπάρχουσα προστάτις
Θεοτόκε, τῆς αἰωνιζούσης λύτρωσαι, ὑμᾶς γεέννης, καὶ τῶν ἀποκειμένων, κολάσεων
πικρῶν, ὅπως χρεωστικῶς ὑμνῶμεν, τὰ μεγαλεῖά σου.
«Ἀπορεῖ πᾶσα
γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ, δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε
Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας τὸν
ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».
Ἀπόστιχα
Ἰδιόμελον Ἦχος πλ. β'
Πρὸ τοῦ
σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν
ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν,
ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ
θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται· διὸ νηστεία τιμᾶται,
ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος
ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
(Δίς)
Μαρτυρικὸν
Κύριε, ἐν τῇ
μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς
Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν,
ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἡ πάναγνος ὡς
εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς·Υἱέ μου καὶ Θεέ
μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.
ΕΝ
ΔΕ ΤΑΙΣ ΩΡΑΙΣ
Μετὰ τὴν Τ ρ ι θ έ κ τ η
ν,
ψάλλομεν τὸ παρὸν Τροπάριον τῆς Προφητείας.
Ἦχος πλ. β'
Δὸς ἡμῖν
βοήθειαν ἐκ θλίψεως Κύριε, καὶ σῶσον ἡμᾶς, ὁ τεχθεὶς ἐκ Παρθένου, φιλάνθρωπε.
(Δίς)
Προκείμενον
Ἦχος α'
Γένοιτο Κύριε
τὸ ἔλεός σου ἐφ' ἡμᾶς.
Στίχ.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα (Κεφ Η' 7-17)
Τάδε λέγει
Κύριος Παντοκράτωρ· Ἰδού, ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς
δυσμῶν, καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ,
καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν
δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ· Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν
ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους, ἐκ στόματος τῶν Προφητῶν,
ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφ' οὗ
ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς
ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ, καὶ τῷ
εἰσπορευομένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως, καὶ ἐξαποστελῶ πάντας τοὺς
ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ κατὰ τὰς ἡμέρας τὰς
ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ,
ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ
γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς
καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς
ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν
εὐλογίᾳ, θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε λέγει Κύριος
Παντοκράτωρ. Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς, ἐν τῷ παροργίσαι με τοὺς
πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτω παρατέταγμαι καὶ
διανενόημαι, ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήμ, καὶ τῷ
οἴκῳ Ἰούδα, θαρσεῖτε. Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε, λαλεῖτε ἀλήθειαν ἕκαστος
πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις
ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις
ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος
Παντοκράτωρ.
Προκείμενον
Ἦχος γ'
Ψάλατε τῷ Θεῷ
ἡμῶν, ψάλατε.
Στίχ.
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου