ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Πέμπτη 25 Δεκεμβρίου 2014

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΠΑΝΣΟΦΟΝ ΝΥΜΦΗΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΑΙΚΑΤΕΡΙΝΑΝ







Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ πολυσοφῷ καὶ κλυτὴ Ἀθληφόρω, Αἰκατερίνη τῇ του Κτίσαντος νύμφη, προσέλθωμεν οἱ πάσχοντες βοῶντες ἐκ ψυχῆς. Μάρτυς ἀξιάγαστε, ἐξελοῦ τοὺς σούς δούλους, τῆς παρούσης θλίψεως, καὶ μελλούσης ἀνάγκης. Σύ γὰρ μεγίστην ἔχεις πρὸς Χριστόν, καὶ παρρησίαν, σεμνὴ καὶ οἰκείωσιν.
Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμὴ γὰρ σύ πρoΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα τὸν ΝΨαλμόν.
λέησον μὲ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξαλεῖψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ, καὶ Πνεύματι ἡγεμονικῷ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην, καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ἀρχόμεθα τοῦ κανόνος.
Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
κήρατε νύμφη τοῦ Ἰησοῦ, πρόσχες οὐρανόθεν, καὶ ἐνώτισαι τάς φωνάς, τῶν πίστει θερμῇ σοὶ προσιόντων, Αἰκατερίνα καὶ δὸς τὰ αἰτήματα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
λεω σοῦ ὄμματι εὐμενῶς, ἰδὲ καλλιμάρτυς, τῆς ψυχῆς μου τὴν συντριβήν, καὶ ὄρεξον χεῖρα βοηθείας, Αἰκατερίνα τῷ σοι ἀτενίζοντι.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Κενώσας ὀργίλως δυσμενὴς , τῇ ψυχῇ μου Κόρη, τὴν πικρίαν τῶν ἡδονῶν, νεκρὸν μὲ κατέστησεν ἀθλίως, ἀλλἐνιστᾶσα σύ Μάρτυς μὲ ζώωσον.
Θεοτοκίον.
γνείας ταμεῖον θεοειδές, καὶ δικαιοσύνης, πρυτανεῖον φωτολαμπές, Ἁγνὴ θεοχωρῆτε Παρθένε, ἁγίασόν μου καὶ σῶμα καὶ ἔννοιαν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέ-μπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ’. Σύ εἰ τὸ στερέωμα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Τεῖχος ὀχυρώτατον, Αἰκατερίνα πανθαυμαστέ, γενοῦ ἡμῖν, τοῖς προσδεχομένοις, τὴν θερμὴν σοῦ ἀντίληψιν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
ξαρον τὴν θλῖψίν μου, καὶ τὴν πικρίαν τῶν πόνων μου, εἰς ἀληθῆ, χαρμονὴν μετάθες, καὶ γλυκεῖαν ἀνάψυξιν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
ῶσιν πολυπόθητον, τοῖς ἀσθενέσι χορήγησον, νύμφη Χριστοῦ, καὶ τοῖς τεθλιμμένοις, τὴν τερπνὴν ἀγαλλίασιν.
Θεοτοκίον.
ασιν καὶ λύτρωσιν, εὐλογημένη Πανάμωμε, δίδου ἡμῖν, τοῖς ὑμνολογούσι, τῆς σῆς δόξῃς τὸ μέγεθος.
Διάσωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερίνα, ἐκ ποικίλων ἀρρωστημά-των καὶ θλίψεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σοῦ προστασίαν.
πιβλέψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εὐθὺς λέγομεν.
Κάθισμα. Ἦχος β’. Τὰ ἄνῳ ζητῶν.
Παρθένε σοφή, καὶ Ἀθληφόρε ἔνδοξε, καὶ νύμφη Χριστοῦ, Αἰκατερίνα πάνσεμνε, κακῶν τὴν ἀπολύτρωσιν, καὶ παντοίων πταισμάτων τὴν ἄφεσιν, καὶ τὸν σὸν νυμφίον δυσώπει παρασχεῖν, τοῖς πόθῳ γεραίρουσι τοὺς ἄθλους σου.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Νοσημάτων ἀπάλλαξον, καὶ ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, ὢ Κατερίνα πολυδόξαστε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
πρεσβεία σου γένοιτο, δρόσος θυμηδίας καὶ παρακλήσεως, τοῖς παλαιουσιν ἐν θλίψεσι, καὶ ἐταζομένοις δεινοῖς μάστιξοι.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Σεσῳσμένους προσάγαγε, τῷ τερπνῷ νυμφίῳ σου Καλλιπάρθενε, τοὺς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Στεναγμοῖς τε καὶ δάκρυσιν, ἐπικαμπτομένη τοῖς τῶν προσφύγων σου, τάς ὀδύνας τούτων κούφισον, Αἰκατερίνα τῇ σὴ  χάριτι.
Θεοτοκίον.
ραιώθης κυήσασα, τὸν ὡραῖον κάλλει Χριστόν, Πανάμωμε, οὐ καμοὺ τοῖς ὡραιότησι, θέλξον πανολβίως τὴν διάνοιαν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Θραῦσον τὴν ἰσχὺν τοῦ δολίου πολεμήτορος, τοῦ ἐπιτιθεμένου καθ’ ἡμῶν, μανικῶς Αἰκατερίνα καλλιπάρθενε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
κχέον ἡμῖν, πρεσβειῶν σου τὴν χρηστότητα, καὶ ὑγίασον ἡμᾶς ὁλοτελώς, τοὺς κατἄμφω ἀσθενοῦντας σεμνοπάρθενε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
δοιμι σεμνή, ἐν καιρῷ τῶν περιστάσεων, τὴν θερμὴν σοῦ καὶ ταχεῖαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τὴν τραχύτητα.
Θεοτοκίον.
τὸν ἀγαθόν, σωματώσασα διἔλεος, τὴν ἀθλίαν μου οἰκτείρησον ψυχήν, καὶ ἀγάθυνον αὐτὴν θεοχαρίτωτε.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέ-μπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ’. Ἰλάσθητί μοι Σωτήρ.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Μαρτύρων περιφανές, ὡς ἀληθῶς σεμνολόγημα, Αἰκατερίνα σοφή, ἡμᾶς καθοδήγησον, πρὸς τρῖβον σωτήριον, θείων μαρτυρίων, τοῦ λαμπρῶς σὲ μεγαλύναντος.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
κ πλήθους ἁμαρτιῶν, εἰς πλῆθος θλίψεων ἔφθασα καὶ καταιγίδες κακῶν, νῦν περιδονούσι μέ, ἀλλὰ σύ προφθάσασα, ὢ Μεγαλομάρτυς, τῆς ὁρμῆς μὲ λύτρωσαι.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Νεκρώσασα ἀληθῶς, ταῖς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τάς ἐκτροπάς, τὴν ψυχήν μου ζώωσον, καὶ ταύτην καρδίωσον, πρὸς ζωῆς ἀρίστης, ἀναβάσεις μεγαλώνυμε.
Θεοτοκίον.
Ποικίλοις περισπασμοῖς, καὶ πειρασμοῖς περιπέπτωκα, τοῦ ψεύδους τάς ἀπαρχάς, ὁ τάλας δρεπόμενος, ἀλλ’ ὢ Ἀειπάρθενε, σύ ἐπάκουσόν μου, καὶ εἰρήνευσον τὸν βίον μου.
Διάσωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερίνα, ἐκ ποικίλων ἀρρωστημά-των καὶ θλίψεων, τοὺς ἐκζητούντας τὴν θείαν σοῦ προστασίαν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν Κοντάκιον.
Ἦχος β’. Εὐσπλαχνίας ὑπάρχουσα.
Εὐσπλαχνία χρωμένη ὢ σεμνή, εὐμενῶς τάς ἱκεσίας ἡμῶν ἐνωτίζου, ὄρεξον ἡμῖν τὴν σὴν ἀντίληψιν, βλύσον τῶν χαρίτων σοῦ τὰ ῥεύματα, τοίς σοι καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αἰκατερίνα Μαρτύρων ἀγαλλίαμα.
Προκείμενον.
Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ  διαβήματά μου.
Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὃ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία̇  ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὃ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Προσχῶμεν
Ὃ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μᾶρκον. (Ε’. 4-34).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ` ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ, ἔλεγε γάρ. Ὅτι, κἀν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε: Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντα σέ, καὶ λέγεις, τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ` αὐτή, ἦλθε, καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτή. Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον.
Ἦχος πλ. β`. Ὅλην ἀποθέμενοι…
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μάρτυς καλλιπάρθενε, Αἰκατερίνα Θέοφρον, ἄνθος καθαρότητος καὶ σοφίας ὄργανον, παναρμόνιον, τῶν δεινῶν ῥυσαὶ μέ, καὶ σκολιωτάτην, σοφισμάτων τοῦ ἀλάστορος, καὶ ἐν σεμνότητι, καὶ δικαιοσύνη πορεύεσθαι, ἀξίωσον μὲ δέομαι, ἐν τῷ βίῳ τούτῳ τῷ ῥέοντι, ὡς ἂν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γὲνωμαι ἔνδοξε, τῇ θερμῇ δεήσει σου.
Ὁ Ἱερεὺς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου΄ ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια̇ πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας̇ δυνάμει τοῦ τιμίου καὶ ζωποιοὺ Σταυροῦ̇ προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων̇
ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου΄ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας΄ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν̇ τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαρα-λάμπους καὶ Ἐλευθερίου̇ τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων* τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος Αἰκατερίνης, τῆς ἁγίας Μητρὸς ἡμῶν Θεοφανοὺς τῆς βασιλίσσης, κτίτορος τῆς Μονῆς ταύτης΄ τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν΄ τοῦ ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Θεωνά, ἀρχιεπισκόπου Θεσσαλονίκης, ἡγουμένου καὶ ἀνιδρύτου τῆς Ἱερᾶς Μονῆς τούτης, τῶν ὀσιομαρτύρων Ἰακώβου τοῦ Γέροντος, Ἰακώβου διακόνου καὶ Ἰακώβου μοναχοῦ΄ τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης΄(τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἐορτάζηται) καὶ πάντων σοῦ τῶν Ἁγίων. Ἱκετεύομεν σέ, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σοῦ καὶ ἐλέησον ἡμᾶς.
Ὁ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
λέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ Μονογενοῦς σοῦ Υἱοῦ, μεθ΄ οὐ εὐλογητὸς εἰ , σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός.
Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ`. Παῖδες Ἑβραίων.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ῥείθροις πηγῶν ἐκ σωτηρίου, καταπράϋνον παθῶν μου τάς καμίνους, καὶ πρὸς ὕδωρ τερπνόν, ζωῆς καὶ ἀπαθείας, Αἰκατερίνα πάνσοφε, ἴθυνον μὲ ταῖς εὐχαῖς σου.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἔχουσα Μάρτυς παρρησίαν, τῷ νυμφίῳ σου Χριστῷ τῷ Ζωοδότη, μὴ ἐλλιπὴς ἀεί, θερμὼς καθικετεύειν, Αἰκατερίνα πάνσοφε, ὑπὲρ τῶν σοι προσιόντων.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Σύναψον Μάρτυς τῇ ἀγάπῃ, καὶ ἁπλότητι καὶ τῇ φιλαδελφία, τοὺς τὴν σὴν εὐλαβῶς, αἰτοῦντας μεσιτείαν, καὶ τῶν σκανδάλων κόπασον, ἅπασαν ὀχλαγωγίαν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Βλέμματι Μάρτυς φιλευσπλάχνω, κατοικτείρησον ἡμᾶς χειμαζομένους, καὶ εἰρήνην στερράν, καὶ ψυχικὴν γαλήνην, Αἰκατερίνα βράβευσον, τοῖς πιστῶς σὲ εὐφημούσι.
Θεοτοκίον.
Ἔλαιον θείων οἰκτιρμῶν σου, καὶ χρηστότητος τὸν γλυκερὸν χειμάρρουν, τοῖς ἐν πόνοις πολλοῖς, δεινῶς ὀδυνωμένοις, ἐπόμβρησον Πανάμωμε, ὡς κρουνὸς τῆς εὐσπλαχνίας.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η`. Τὸν Βασιλέα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
σχὺν καὶ ῥώμην, κατὰ παθὼν ὀλεθρίων, τῇ πρεσβείᾳ σου Αἰκατερίνα δίδου, τοῖς ὑπερυψούσι, τὸν σὲ ἐνισχυκότα.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
νωθεν σκέπεις, τοὺς ἀτενίζοντας Μάρτυς, πρὸς τὴν ἔνθερμον καὶ κραταιὰν σοῦ σκέπην, τούτους λυτρουμένη, πολυειδῶν κινδύνων.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
λεων Μάρτυς, καὶ εὐμενῆ τοῖς σοῖς δούλοις, τὸν νυμφίον σου θὲς Ἀθληφόρε, ὡς πολλὰ πρὸς τοῦτον, ἰσχύουσα θέοφρον.
Θεοτοκίον
Σωτηριώδη καταφυγὴν εὖ εἰδὼς σέ, τὴν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τῇ σῇ δυναστείᾳ, ἀνέθηκα εἰς τέλος.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀνα-πέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ θ`. Κυρίως Θεοτόκον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
γγέλων συμπολίτις, Αἰκατερίνα οὖσα, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, τοὺς ἀκλινεῖ διανοίᾳ σοι προσανέχοντας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μαστίγων ψυχοφθόρων, καὶ πάσης ἐπηρείας, ἀμεταπτώτους ἡμᾶς διαφυλάττε, Αἰκατερίνα Θέοφρον ἀξιοθαυμαστέ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
λίου τοῦ ἀδύτου, τὴν αἴγλην δεχομένη, Αἰκατερίνα Παρθένων ὠράΪσμα, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν ἀποδίωξον.
Θεοτοκίον.
Ναὸν μὲ φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δι` ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τὸν ἀληθῆ Θεοτόκον ὁμολογοῦντα σέ.

Καὶ εὐθὺς ψάλλομεν τό.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνωμεν.

Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, τὸν οἶκον ὅπου ψάλλεται παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Χαῖρε τῆς σοφίας μύστις λαμπρά, καὶ τῆς εὐσεβείας δημηγόρος περιφανής. Χαίροις παρθενίας, ἡ εὔπνους μυροθήκη, Αἰκατερίνα Μάρτυς, ἀξιοθαυμαστέ.
Σώματος ἐμπρέπουσα καλλονή, καλὴ καὶ ὡραία, ἀναδειχθῇς καὶ τὴν ψυχήν, τῷ ὡραίῳ κάλλει, ὑπὲρ υἱοὺς ἀνθρώπων, καὶ τούτῳ ἐνυμφεύθης ἀφθόρως ἔνδοξε.
Χαίροις καλλιπάρθενε εὐκλεής,χαίροις τῶν Παρθένων, καὶ Μαρτύρων ἡ κορωνίς. Χαίροις τοῦ Σωτῆρος, ἡ πανολβία νύμφη, σεμνὴ Αἰκατερίνα ἡμῶν βοήθεια.
Τῆς Ἀλεξανδρείας ὤφθης βλαστός, καὶ Σιναίου ὅρους, ἀντιλήπτωρ καὶ ἀρωγή, καὶ πάσης Ἐκκλησίας, λαμπὰς τηλαυγεστάτη, Αἰκατερίνα ἄνθος ἁγνείας εὔοσμον.
Πρόσωπον πρὸς πρόσωπον τὸν Χριστόν, ἀγλαὼς ὁρῶσα, τὸν νυμφίον σου τὸν σεπτόν, αὐτὸν ἐκδυσώπει, σοφὴ Αἰκατερίνα, ἡμῖν παρασχεθῆναι, πταισμάτων ἄφεσιν.
Σκέπη καὶ ἀντίληψις καὶ φρουρός, ἔσο Ἀθληφόρε, τοῖς τιμῶσι σὲ εὐλαβῶς, νόσων καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ἡμᾶς ἐκρυομένη, ταῖς ἱκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων…
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεύς·
τι Σοῦ ἐστιν βασιλεία καὶ δύναμις καὶ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·  Ἀμήν.

Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος πλ. α`.
Τὸν Συνάναρχον Λόγον.
Τὴν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινά, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν τοῦ Πνεύματος τῇ μαχαίρᾳ. Καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ δια-σκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
λεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Καὶ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῆς Ἁγίας καὶ Μεγαλομάρτυρος Αἰκατερίνας, ᾗς καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Τῶν πιστῶν ἀσπαζομένων τήν  εἰκόνα ψάλλομεν
Εἶτα Προσόμοιον.
Ἦχος β`, Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεὴς τοῦ Σωτῆρος, Αἰκατερίνα σοφή, σῷζε τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ δεινῶν περιστάσεων, καὶ νόσων καὶ πόνων, καὶ πάσης φαυλότητος τοῦ κοσμοκράτορος. Σοῦ γὰρ πρεσβεία μεγίστην, κέκτηται ἰσχὺν Ἀθληφόρε. Μὴ οὖν ὑπερίδῃς τοὺς τιμῶντας σέ.
Δι᾽ εὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου