Α Κ Ο Λ Ο Υ Θ Ι Α
ΤΟΥ ΕΞΟΔΙΑΣΤΙΚΟΥ
ΤΩΝ
ΜΟΝΑΧΩΝ
Ἐπειδάν τις τῶν Μοναχῶν πρὸς Κύριον ἐκδημήση, ἐπεὶ οὐ δεῖ
λούεσθαι τὸ σῶμα αὐτοῦ, ἀλλ’ οὐδὲ ὁρᾶσθαι ὅλως γυμνόν, ὁ εἰς τοῦτο τεταγμένος
Μοναχός, ἀποσπογγίζει τὸ λείψανον μετὰ χλιαροῦ ὕδατος ἐν σπόγγῳ· ποιῶν πρῶτον
μετὰ τοῦ σπόγγου Σταυρὸν ἐν τῷ μετώπῳ τοῦ τελευτήσαντος, ἐν τῷ στήθει, ἐν ταῖς
χερσίν, καὶ ἐν τοῖς ποσί, καὶ τοῖς γόνασι, καὶ πλέον οὐδέν· εἰθ’ οὕτω φέρει
καθαρὸν ἱμάτιον, καὶ ἐνδύει αὐτόν, πρότερον ἐκβληθέντος τοῦ παλαιοῦ, μηδαμῶς τὴν
γύμνωσιν αὐτοῦ θεασάμενος· μετὰ δὲ τὸ ἐνδύσασθαι, περιβάλλει αὐτῷ τὸ
κουκούλιον, εἰ μεγαλόσχημος ἐστι, περιθεὶς τὴν περικεφαλαίαν ἄνωθεν τῆς κεφαλῆς,
καὶ καταβιβάσας αὐτὴν μέχρι τοῦ πώγωνος, ὥστε μὴ ὁρᾶσθαι τὸ πρόσωπον τοῦ
λειψάνου. Εἶτα περιτίθησιν αὐτῷ τὸν Ἀνάλαβον εἰς τὴν τάξιν αὐτοῦ, καὶ τὸ
Παλλίον, καὶ περιζώννυσι λῶρον, καὶ ὑποδύει αὐτῷ σανδάλια καινά· εἶτα ἁπλοῦται ὁ
Μανδύας αὐτοῦ πλαγίως, καὶ ἀνακουφίσαντες τὸ λείψανον ἐκ τοῦ ψιαθίου, ἁπλοῦσιν
αὐτὸν ὑποκάτου τοῦ λειψάνου ἀπὸ ποδῶν ἕως κεφαλῆς· καὶ οὕτως ὁ ἐπὶ τῷ κηδεύειν
τεταγμένος Μοναχός, μετὰ μαχαίρας ἀποτεμῶν τὰ ἄκρα τοῦ Μανδίου, τὰ ἐν τοῖς δυσί
πλαγίοις, εἶτα διχῆ τὸ πᾶν διελών, καὶ διατηρήσας τὸν Μανδύαν κατὰ τὰ πλάγια ἄκρα,
καὶ τό τοῦ εὐωνύμου μέρος, καὶ τό τοῦ δεξιοῦ λωρίον εἰς ἂλληλα διαβιβάζων, καὶ
συνδέων ἀμοιβαδόν, ἀποτελεῖ Σταυροὺς τρεῖς, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τὰ
στήθη, καὶ ἕτερον πρὸς τοῖς γόνασι, καὶ τῷ ὑπολειφθέντι μέρει τῶν δύω λωρίων
δεσμεῖ τοὺς πόδας αὐτοῦ.
Καὶ μετὰ ταῦτα, προσκαλεῖται ὁ Ἐφημέριος· καὶ λαβὼν Ἐπιτραχήλιον,
καὶ θυμίαμα ἐπὶ τὸν θυμιατὸν βαλών, εὐλογεῖ συνήθως, λέγων· Εὐλογητὸς ὁ Θεός,
κ.τ.λ. Καὶ οὕτω ἀρχόμεθα τοῦ Τρισαγίου· Παναγία Τριάς· Πάτερ ἡμῶν· Ὅτι σοῦ ἐστιν
ἡ Βασιλεία. Καὶ τὰ τροπάρια ταῦτα.
Ἦχος δ΄.
Μετά
πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου Σῶτερ ἀνάπαυσον·
φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοῦ φιλάνθρωπε.
Εἰς
τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν
ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις φιλάνθρωπος.
Δόξα…
Σύ
εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβάς εἰς Ἅδην, καὶ τάς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς
καὶ τὴν ψυχὴν τοῦ δούλου σου Σῶτερ ἀνάπαυσον.
Καὶ νῦν…
Ἡμόνη
ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ ἐλεηθῆναι
καὶ συγχωρηθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.
Ὁ Ἱερεὺς ποιεῖται τὴν αἴτησιν ταύτην.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου, δεόμεθα σου ἐπάκουσον, καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης, καὶ
αἰωνίας ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ………., καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν
τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ,
ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν
τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον
καταργήσας, καὶ ζωήν τῷ κόσμῳ σου δωρησάμενος· αὐτὸς Κύριε, ἀνάπαυσον καὶ τὴν
ψυχὴν τοῦ κεκοιμημένου δούλου σου……..καὶ τάξον αὐτὴν
ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῶ, ἐν τόπῳ
ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ, ἤ ἔργῳ ἤ διανοία, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὔκ ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει·
σύ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ λόγος σου ἀλήθεια.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ
ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου………….Χριστὲ
ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ
Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Δόξα, καὶ νῦν. Κύριε ἐλέησον Γ΄. Εὐλόγησον.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἀ π ό λ υ σ ι ν.
Ὁ
ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου
αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου καὶ τετραημέρου φίλου τοῦ Χριστοῦ Λαζάρου καὶ
πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ ἐν σκηναῖς
δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ δικαίων συναριθμήσαι, καὶ ἡμᾶς
ἐλεήσαι, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
Καὶ εἰ μὲν εἰσιν ἓτοιμα πάντα τά τοῦ ἐξοδίου, εὐλογεῖ
αὖθις ὁ Ἱερεύς, καὶ ἄραντες οἱ Ἀδελφοὶ τὸ λείψανον, ἄρχονται ψάλλειν ἐν τῇ ὁδῷ
τό:
Ἅγιος ὁ Θεὸς κ.τ.λ. μετὰ φόβου καὶ πάσης κατανύξεως, καὶ
ἀποκομίζουσι τὸ λείψανον ἐν τῇ Ἐκκλησία· καὶ εἰ μὲν Ἱερεύς ἐστιν ὁ ἐκδημήσας ἀδελφός,
τίθεται τὸ τοιούτου λείψανον ἐν τῷ μέσῳ τοῦ ναοῦ· εἰ δὲ Μοναχός, ἐν τῷ Νάρθηκι.
Ὅταν δὲ ἔλθῃ καιρὸς τοῦ ᾄσαι τὸν Ἐξόδιον ὕμνον ἐπὶ
τὸν κείμενον, ἀπέρχεται ὁ Κανδηλανάπτης, καὶ κρούει τάς βαρέας ἐπὶ τὸν σιδηροῦν,
ποιῶν στάσεις τρεῖς· καὶ οὕτω συνάγονται πάντες, οἱ ἀδελφοί, οἷς διανέμει ὁ
Σκευοφύλαξ κηρία ἀνημένα. Τοῦ δὲ διακόνου τό· Eὐλόγησον
Δεσπότα, ἐκφωνήσαντος, εὐλογεῖ ὁ Ἱερεύς, τούτου δὲ εἰπόντος
τό, Εὐλογητὸς ὁ Θεός, κ.λ.π. ἄρχεται ὁ
κανονάρχης ἀναγινώσκειν τὸν 90όν ψαλμὸν οὕτω.
Ὁ ΚΑΤΟΙΚΩΝ
ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ
Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, ὅτι
αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ
ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὃπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ
ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει δια-πορευομένου,
ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς
καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου
κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὃτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν
Ὓψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ
ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὃτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ
διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς
πρὸς λίθον τὸν πόδα σου· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις
λέοντα καὶ δράκοντα. Ὃτι ἐπ᾿ ἐμὲ ἤλπισε,
καὶ ρύσομαι αὐτόν, `σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με,
καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω
αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Ἀλληλούϊα (ἐκ
τρίτου) Ἦχος πλ. Δ΄.
Στίχ. Μακάριος
ὂν ἐξελέξω, καὶ προσελάβου, Κύριε.
Στιχ. Καὶ
τὸ μνημόσυνο αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Ὁ βάθει
σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε
Δημιουργέ, ἀνάπαυσον Κύριε, τὴν ψυχὴν τοῦ δούλου σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα
ἀνέθετο, τῷ Ποιητῇ καὶ Πλάστῃ καὶ Θεῷ ἡμῶν.
Δόξα. Τὸ αὐτὸ.
Ὁ βάθει
σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε
Δημιουργέ, ἀνάπαυσον Κύριε, τὴν ψυχὴν τοῦ δούλου σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα
ἀνέθετο, τῷ Ποιητῇ καὶ Πλάστῃ καὶ Θεῷ ἡμῶν.
Καὶ νῦν, τὸ παρόν Θεοτοκίον.
Σὲ
καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβυν εὐπρόσδεκτον, πρὸς ὂν ἔτεκες Θεόν,
Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.
Καὶ εὐθὺς ὁ Ἄμωμος, ποιοῦντες αὐτὸν εἰς στάσεις
δύο. Ὁ δὲ τελευταῖος στίχος τῆς Α΄. στάσεως ἤγουν· Εἰς τὸν
αἰῶνα οὐ μὴ ἐπιλάθωμαι κ.τ.λ. τρισσεύεται ψαλλόμενος εἰς
ἦχον πλ. Δ΄.
ΣΤΑΣΙΣ Α΄.
ΜΑΚΑΡΙΟΙ
οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Μακάριοι
οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Οὐ
γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Σὺ
ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα. ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ
φυλάξασθαι τὰ δικαιώματά σου.
Τότε
οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
Ἐξομολογήσομαί
σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
Τὰ
δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
Ἐν
τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.
Ἐν
ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
Ἐν
τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
Εὐλογητὸς
εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Ἐν
τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
Ἐν
τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.
Ἐν
ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.
Ἐν
τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Ἀνταπόδος
τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. Ἀποκάλυψον τοὺς ὀφθαλμούς
μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ
ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου.
Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ
ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
Ἐπετίμησας
ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
Περίελε
ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ
μαρτύριά σου ἐξεζήτησα.
Καὶ
γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ
κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.
Καὶ
γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
Ἐκολλήθη
τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου.
Τὰς
ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.
Ὁδὸν
δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ
ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
Ὁδὸν
ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ
σου ἐλέησόν με.
Ὁδὸν
ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
Ἐκολλήθην
τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν
ἐπλάτυνας τὴν καρδίαν μου. Νομοθέτησόν
με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός.
συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
Ὁδήγησόν
με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Κλῖνον τὴν καρδίαν μου εἰς
τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ
ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Στῆσον
τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
Περίελε
τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα·
ὅτι τὰ κρίματά σου χρηστά.
Ἰδοὺ
ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Καὶ
ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ
σωτήριόν σου κατὰ τὸν λόγον σου.
Καὶ
ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
Καὶ
μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί
σου ἐπήλπισα.
Καὶ
φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καὶ
ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς
μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
Καὶ
ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα.
Καὶ
ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς
δικαιώμασί σου.
Μνήσθητι
τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.
Αὕτη
με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με.
Ὑπερήφανοι
παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
Ἐμνήσθην
τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν
τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
Ψαλτὰ
ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ
ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.
Αὕτη
ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Μερίς
μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
Ἐδεήθην
τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
Διελογισάμην
τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
Ἡτοιμάσθην
καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
Σχοινία
ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Μεσονύκτιον
ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Μέτοχος
ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
Τοῦ
ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.
Χρηστότητα
ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.
Χρηστότητα
καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
Πρὸ
τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
Χρηστὸς
εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
Ἐπληθύνθη
ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ
καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
Ἐτυρώθη
ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
Ἀγαθόν μοι
ὅτι ἐταπείνωσάς με,
ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
Ἀγαθός
μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Αἱ
χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς
σου.
Οἱ
φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
Γενηθήτω
δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
Ἐλθέτωσάν
μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.
Αἰσχυνθήτωσαν
ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς
σου.
Ἐπιστρεψάτωσάν
με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
Γενηθήτω
ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Ἐκλείπει
εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ἐξέλιπον
οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; ὅτι
ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
Πόσαι
εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με
κρίσιν; διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε.
Πᾶσαι
αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.
Παρὰ
βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
Κατὰ
τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Εἰς
τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. εἰς γενεὰν καὶ γενεὰν ἡ
ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.
Τῇ
διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά.
Εἰ
μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι
τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.
Καὶ γίνεται ἡ μικρὰ
αἴτησις οὕτως:
Ὁ Διάκονος
Ἔτι
καὶ ἐτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος
ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα
οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν
τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ ταῦτα
ἀρχόμεθα τῆς Β΄ στάσεως τοῦ Ἀμώμου· οἱ δὲ δύο τελευταῖοι στίχοι, ἤγουν Ζήσεται ἡ ψυχή μου κτλ. Ψάλλονται ἐκ τρίτου εἰς ἦχον
πλ. Α΄.
ΣΤΑΣΙΣ Β΄.
Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα.
Πάσης
συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὡς ἠγάπησα τὸν νόμον σου,
Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
Ὑπὲρ
τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν.
Ὑπὲρ
πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστιν.
Ὑπὲρ
πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Ἐκ
πάσης ὁδοῦ πονηρᾶς
ἐκώλυσα τοὺς
πόδας
μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
Ἀπὸ τῶν κριμάτων σου οὐκ
ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ
λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου.
Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα·
διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
Λύχνος
τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Ὢμοσα καὶ ἔστησα τοῦ
φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἐταπεινώθην ἕως σφόδρα· Κύριε,
ζῆσόν με κατὰ τὸν λόγον σου.
Τὰ
ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
Ἡ ψυχή μου ἐν ταῖς χερσί σου
διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Ἔθεντο
ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
Ἐκληρονόμησα
τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
Ἔκλινα τὴν καρδίαν μου τοῦ
ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν.
Παρανόμους
ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.
Βοηθός
μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ἐκκλίνατε
ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.
Ἀντιλαβοῦ μου
κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με,
καὶ
μὴ
καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
Βοήθησόν
μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.
Ἐξουδένωσας
πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα
αὐτῶν.
Παραβαίνοντας
ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.
Καθήλωσον
ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
Ἐποίησα
κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.
Ἔκδεξαι
τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντη-σάτωσάν με ὑπερήφανοι.
Οἱ
ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης
σου.
Ποίησον
μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με.
Δοῦλός
σου εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ·
διεσκέδασαν τὸν νόμον σου.
Διὰ
τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
Διὰ τοῦτο
πρὸς πάσας τὰς ἐντολάς σου
κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Θαυμαστὰ
τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
Ἡ δήλωσις
τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.
Τὸ
στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν
με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Τὰ
διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα
ἀνομία.
Λύτρωσαί
με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ
πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Διεξόδους
ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.
Δίκαιος
εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.
Ἐνετείλω
δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.
Ἐξέτηξέ
με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
Πεπυρωμένον
τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά
σου οὐκ ἐπελαθόμην.
Ἡ
δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Θλίψεις
καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. Δικαιοσύνη τὰ μαρτύριά σου
εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι.
Ἐκέκραξα
ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω.
Ἐκέκραξά
σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς
τοὺς λόγους σου ἐπήλπισα.
Προέφθασαν
οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε,
κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με.
Προσήγγισαν
οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
Ἐγγὺς
εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
Κατ᾿
ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
Ἴδε
τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Κρῖνον
τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.
Μακρὰν
ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
Οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου
ζῆσόν με. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν
μαρτυρίων σου οὐκ ἐξέκλινα.
Εἶδον ἀσυνετοῦντας
καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου
οὐκ
ἐφυλάξαντο.
Ἴδε,
ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
Ἀρχὴ
τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἂρχοντες κατεδίωξάν με δωρεάν,
καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
Ἀγαλλιάσομαι
ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
Ἀδικίαν
ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Εἰρήνη
πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Προσεδόκων
τὸ σωτήριόν σου, Κύριε,
καὶ τὰς ἐντολάς σου ἠγάπησα.
Ἐφύλαξεν
ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
Ἐφύλαξα
τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε.
Ἐγγισάτω
ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ
λόγιόν
σου ῥῦσαί με.
Ἐξερεύξαιντο
τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
Φθέγξαιτο
ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Γενέσθω
ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
Ἐπεπόθησα
τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι.
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει
σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Ἐπλανήθην ὡς πρόβατον
ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Εἶτα δὲ εὐθὺς τὰ
Εὐλογητάρια.
Εὐλογητὸς εἶ Κύριε, διδάξόν με
τὰ δικαιώματά σου.
Τῶν
Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς, καὶ θύραν Παραδείσου· εὕρῳ κἀγώ, τὴν ὁδὸν
διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι· ἀνακάλεσαί με Σωτὴρ καὶ σῶσον
με.
Εὐλογητὸς εἶ Κύριε, διδάξόν με
τὰ δικαιώματά σου.
Ὁ
πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς
δὲ πάλιν με, ἐπιστρέψας εἰς γῆν ἐξ ᾗς ἐλήφθην· εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε,
τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ Κύριε, διδάξόν με
τὰ δικαιώματά σου.
Εἰκὼν
εἰμι, τῆς ἄρρητου δόξῃς σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν
πλάσμα Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου
μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ Κύριε, διδάξόν με
τὰ δικαιώματά σου.
Οἱ
τὸν ἀμνὸν τοῦ Θεοῦ κηρύξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν
ἀγήρω ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες· τοῦτον ἐκτενῶς, Μάρτυρες αἰτήσασθε, ὀφλημάτων
λύσιν ἡμῖν δωρήσασθαι.
Εὐλογητὸς εἶ Κύριε, διδάξόν με
τὰ δικαιώματά σου.
Οἱ
τὴν ὁδὸν τὴν στενὴν βαδίσαντες, τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν σταυρὸν ὡς
ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει. Δεῦτε ἀπολαύετε ἃ ἡτοίμασας ὑμῖν
βραβεῖα, καὶ στέφη τὰ οὐράνια.
Εὐλογητὸς εἶ Κύριε, διδάξόν με
τὰ δικαιώματά σου.
Ἀνάπαυσον,
ὁ Θεὸς τὸν δοῦλόν σου, καὶ κατάταξον αὐτὸν ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων
Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλόν σου
ἀνάπαυσον, παρορῶν αὐτοῦ πάντα τὰ ἐγκλήματα.
Δόξα. Τριαδικόν.
Τὸ
τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ ὁ Πατὴρ ὁ
ἄναρχος, ὁ συνάναρχος Υἱός, καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς, πίστει σοι
λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἑξάρπασον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων
εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε Ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεὸς. ἐκ 3ου
Εἶτα γίνεται μεγάλη Αἴτησις.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου, δεόμεθα σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα, ὑπὲρ μακαρίας μνήμης,
καὶ αἰωνίας ἀναπαύσεως, τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ………,καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ,
ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν
τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
Θεὸς τῶν πνευμάτων, καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ
Διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτὸς Κύριε ἀνάπαυσον
καὶ τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου……….,
καὶ τάξον αὐτὴν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα
ὀδύνη, λύπη, καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ, ἢ ἔργῳ,
ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὔκ ἐστιν ἄνθρωπος ὃς
ζήσεται, καὶ οὐχ ἁμαρτήσει· σύ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη
σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή,
καὶ ἡ ἀνάπαυσις τοῦ κεκοικημένου δούλου σου…………,
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ
τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμὴν
Καὶ μετὰ τὴν ἐκφώνησιν ψάλλομεν τὰ παρόντα
Τροπάρια.
Ἦχoς πλ. Α΄.
Ἀνάπαυσον
Σωτὴρ ἡμῶν μετὰ Δικαίων τὸν δοῦλον σου, καὶ τοῦτον κατασκήνωσον ἐν ταῖς αὐλαῖς
σου, καθὼς γέγραπται· παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτοῦ, τὰ ἑκούσια, καὶ
τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.
Δόξα, τό τέλος.
Τὰ
ἑκούσια καὶ τὰ ἀκούσια καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.
Καὶ νῦν, Θεοτοκίον.
Ὁ
ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας ἐλέησον
ἡμᾶς.
Εἶτα τὸν Ν΄. ψαλμόν,
καὶ οὕτως ἀρχόμεθα τῶν Ἀντιφώνων.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός
σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας
μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ
ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν
σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα
καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην
ἀγαλλιά-σονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ
ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου
σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς
ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς
σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ
στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὃτι
εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν
καὶ ὁλο-καυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν
σου μόσχους.
Α Ν Τ Ι Φ Ω Ν Α
ΑΝΤΙΦΩΝΟΝ Α΄. Ἦχος Α΄.
Ἐν
τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
Τοῖς
ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται κόσμου οὖσι τοῦ ματαίου ἐκτὸς.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾄσωμεν, τῇ
Τριάδι μονοκρατορίᾳ.
Εἶτα στιχηρά προσόμοια τοῦ Ἁγίου Θεοφάνους.
Ἦχος Α΄. Πανεύφημοι Μάρτυρες
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Σοῦ
Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τὸν μεταστάντα ἀξίωσον, καὶ
κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, ἐν τοῖς ἐπουρανίοις
σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν αὐτοῦ τὰ πταίσματα, καὶ παρέχων αὐτῷ τὴν
ἀνάπαυσιν.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Οὐδεὶς
ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, ὡς Θεὸς οἰκτίρμων, ἐν φωτὶ κατάταξον,
σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, ὑπερβαίνων ἀνομήματα, καὶ
παρέχων αὐτῷ τὴν ἀνάπαυσιν.
Δόξα. Ὅμοιον.
Ὑπὲρ
τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα, ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὖς οὐκ ἤκουσε,
καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη Δέσποτα· ὧν τῆς
προσηνεστάτης μεθέξεως, τυχεῖν εὐδόκησον, τὸν πρὸς σὲ μεταχωρήσαντα, καὶ
παράσχου, ζωήν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν
ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι
τῷ δούλῳ σου, τῷ σὲ Θεοτόκον, εὐσεβῶς κηρύξαντι, καὶ λόγῳ ἀληθεῖ δογματίσαντι,
καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων καὶ φαιδρότητος, ἀξίωσαι, ἐν τῇ Βασιλεία αὐτοῦ.
Εἰς τὴν τελείωσιν τῶν Προσομοίων ἑκάστου Ἀντιφώνου
γίνεται μικρὰ αἴτησις.
Ὁ Διάκονος
Ἔτι
καὶ ἐτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ B΄. Ἦχος B΄.
Ἐν
τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ· σῶσον μὲ σῇ ἐπιλάμψει.
Ἐλέησον
ἡμᾶς τοὺς πταίοντας σοι πολλά, καθ’ ἑκάστην ὥραν, ᾦ Χριστέ μου, καὶ δὸς πρὸ
τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίστιν· Θεὸς γάρ ἐστιν,
ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Στιχηρὰ Προσόμοια, Ἦχος Β΄.
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ῥύμην
τοῦ θανάτου καί φθοράν, σοῦ τῷ ζωηφόρω, καθεῖλες Δέσποτα· πᾶσι δὲ ἐπήγασας, ζώῃν
αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, Σωτὴρ ἐδωρήσω· ὅθεν σου δεόμεθα, καὶ νῦν ἀνάπαυσον,
πίστει τὸν πρὸς σὲ μεταστάντα, καὶ τῆς ἀθανάτου σου δόξῃς, τοῦτον καταξίωσον
φιλάνθρωπε.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ἵνα
τοὺς ἀνθρώπους κοινωνούς, θείας Βασιλείας ἐργάσῃ, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον,
καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῆς σῆς εὐσπλαγχνίας, μέτοχον ἀνάδειξον τῆς
Βασιλείας σου, πίστει τὸν πρὸς σὲ μεταστάντα, καὶ τοῦ γλυκυτάτου σου κάλλους,
τοῦτον καταξίωσον φιλάνθρωπε.
Δόξα. Ὅμοιον.
Τρόμῳ
τῷ φρικτῷ καὶ φοβερῷ, Βήματι τῷ σῷ παρεστῶτες, οἱ ἀπ’ αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι,
τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται, δικαιοκρισίαν· τότε φεῖσαι
Δέσποτα, Σῶτερ τοῦ δούλου σου, πίστει τοῦ πρὸς σὲ μεταστάντος, καὶ τῆς ἀϊδίου
τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.
Καὶ νῦν. Θεοτοκίον.
Εὒας
τῆς προμήτορος Ἁγνή, σύ τὴν ὀφειλὴν συλλαβοῦσα, Θεὸν ἀπῄτησας, τὸ τὴν ἀφθαρσίαν
τε καὶ τὴν ἀνάστασιν, τοῖς πιστοῖς χαριζόμενον, καὶ τῇ ἀθανάτῳ δόξῃ στεφανοῦντὰ
σε τοὺς μεγαλύνοντας· ὃν νῦν δυσωποῦσα μὴ
παύσῃ, τοῦτον ἐν φωτὶ κατατάξαι, τῆς αὐτοῦ λαμπρότητος Θεόνυμφε.
Καὶ γίνεται μικρὰ αἴτησις.
Ὁ Διάκονος
Ἔτι
καὶ ἐτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ Γ΄. Ἦχος Γ΄.
Τὴν αἰχμαλωσίαν Σιών, σύ ἐξείλου ἐκ Βαβυλῶνος, κἀμὲ ἐκ τῶν παθῶν, πρὸς ζώῃν ἕλκυσον Λόγε.
Ἐν τῷ νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρὰ ἀειζωίας.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ
κινεῖται.
Στιχηρὰ Προσόμοια, Ἦχος Γ΄.
Τῷ τύπῳ τοῦ Σταυροῦ σου.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Δοξάζω
τὸν Σταυρόν σου τὸν τίμιον, δι’ οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν
πίστει καὶ πόθῳ, σὲ ὑμνοῦσι μόνε πολυέλεε. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· τὸν
μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία ἐν
σοί, δοξάζειν σου τὴν Θεότητα.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ὁ
μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον, ἀγαθότητος πέλαγος, καὶ
γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων ἥν ἐδημιούργησας· σὲ ἱκετεύομεν Χριστὲ ὁ Θεός·
τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία ἐν
σοί, δοξάζειν σου τὴν Θεότητα.
Δόξα. Ὅμοιον.
Ὑπνώσας
ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν
τάφοις ὑπνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας. Διὸ βοῶμέν σοι Χριστὲ ὁ
Θεός· τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ
κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Καὶ νῦν. Θεοτοκίον.
Λαμπάδα
νοητὴν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλοῦσαν παχύτητι, τῆς ἀνθρώπων
οὐσίας Θεοτόκε, πάντες ἐπιστάμεθα. Διὸ τὸν σὸν δυσώπει Υἱὸν καὶ Θεόν· τὸν
μεταστάντα ἐν τρυφῇ ἀναπαύσαι, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία Ἁγνή,
δοξάζειν σε τὴν πανάμωμον.
Καὶ γίνεται μικρὰ αἴτησις.
Ὁ Διάκονος
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ Δ΄. Ἦχος Δ΄.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ
μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ Τριαδικῇ
Μονάδι ἱεροκρυφίως.
Στιχηρὰ Προσόμοια, Ἦχος Δ΄.
Ἔδωκας σημείωσιν.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ὄντως
φοβερότατον, τό τοῦ θανάτου μυστήριον· πὼς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως
χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυϊας, ὁ φυσικώτατος δεσμός, θείῳ
βουλήματι ἀποτέμνεται. Διὸ σὲ ἱκετεύομεν τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν
Δικαίων σου, ζωοδότα φιλάνθρωπε.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ὕπνος
ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων
δεσπόζοντος, καὶ τό τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν
δυναστείαν τὴν πολυχρόνιον. Διὸ σε ἱκετεύομεν τὸν μεταστάντα κατάταξον, ἐν
σκηναῖς τῶν Ἁγίων σου, ἐν Δικαίων λαμπρότησι.
Δόξα. Ὅμοιον.
Σύ
δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις· Πατρὶ γὰρ
προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῶν, τὸ
ὀφειλόμενον ἐπιτίμιον· καὶ νῦν ἐκδυσωποῦμὲν σε τὸν μεταστάντα ἀνάπαυσον, ἐν χαρᾷ
καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ῥήσεσιν
ἑπόμενοι τῶν θεηγόρων πανάμωμε, Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ γεγένηκας,
σεσωματω-μένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, τοὺς αἰχμαλώτους τοῖς
παραπτώμασι. Διό νῦν δυσωποῦμὲν σε τὸν μεταστάντα οἰκέτην σου, ταῖς οἰκείαις ἐλλάμψεσι,
καταυγᾶσαι Πανάχραντε.
Καὶ γίνεται μικρὰ αἴτησις.
Ὁ Διάκονος
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ Ε΄. Ἦχος πλ. Δ΄.
Ἐν
τῷ θλίβεσθαί με Δαυϊτικως ᾄδω σοὶ Σωτήρ μου, ῥυσαί μου τὴν ψυχὴν ἐκ γλώσσης
δολίας.
Τοῖς
ἐρημικοῖς ζωὴ μακαρία ἐστί, Θεϊκῷ ἒρωτι πτερουμένοις.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν,
τῆς Τριάδος· ἕν ἐστιν ἀψεύστως.
Στιχηρὰ Προσόμοια, Ἦχος πλ. Α΄.
Χαίροις ἀσκητικῶν ἀληθῶς.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Αἴγλη
τοῦ σοῦ προσώπου Χριστέ, τὸν μεταστάντα, ὡς οἰκτίρμων καταύγασον, σκηνώσας εἰς
τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν κόλποις τοῖς
ὀρεκτοῖς, Ἀβραὰμ τοῦ προπάτορος· ἔνθα τὸ φῶς σου, καθαρῶς ἐποπτεύεται, καὶ
προχέονται, αἱ πηγαὶ σῆς χρηστότητος· ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμενοι, αἱ
τῶν Δικαίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθ’ ὧν κατατάξαι, τὸν οἰκέτην σου
παράσχου, καὶ μέγα ἔλεος.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ψάλλειν
παναρμονίῳ φωνῇ, δοξολογοῦντα τὸν μεταστάντα, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν
Δεσπότην πάντων καὶ φιλάνθρωπον· διδοὺς ὡραιότητι, τοῦ σοῦ κάλλους ἑλλάμπεσθαι,
καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν
καθαρώτερον· ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἂγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι,
χαρμονικῶς περιέπουσι· μεθ’ ὧν τῷ σῷ δούλῳ, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Ὅπου
τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντων τῶν ἀπ’
αἰῶνος, δικαιωθέντων τῷ σῷ, σωτηρίῳ πάθει καὶ τῷ αἵματι, δι’ οὐ ἐξηγόρασας, τὸν
αἰχμάλωτον ἄνθρωπον· ἐκεῖ τὸν πίστει, κοιμηθέντα ἀνάπαυσον, ὡς φιλάνθρωπος,
συγχωρῶν καὶ τὰ πταίσματα· μόνος γὰρ ἀναμάρτητος, ἐν γῆ πεπολίτευσαι, Ἅγιος
μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος· διὸ τῷ σῷ δούλῳ, τὴν ἀνάπαυσιν παράσχου,
καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Νόμῳ
τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους, ἠλευθέρωσας Δέσποινα, ἐν μήτρᾳ τὸν νομοδότην,
καὶ Βασιλέα Χριστόν, συλλαβοῦσα, μόνε Μητροπάρθενε· δι’ οὗ δικαιούμεθα, δωρεά
τε καὶ χάριτι· ὂν νῦν δυσώπει, τάς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι
ἐν βίβλῳ ζωῆς· ὅπως τῇ μεσιτεία σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας,
ἀπολυτρώσεως τύχωμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Ὁ Διάκονος
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ ΣΤ΄. Ἦχος πλ. Β΄.
Ἐν
τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου, αἴρω πρὸς σὲ Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον
ἡμᾶς τοὺς ἐξουθενημένους, καταρτίζων εὔχρηστα σκεύη σου, Λόγε.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τοῦτο κατ’ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν
τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Στιχηρὰ Προσόμοια, Ἦχος πλ. Β΄.
Ὅλην ἀποθέμενοι.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ἔχων
ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος
πολυέλεε, τὸν πρὸς σὲ Δέσποτα, μεταβεβηκότα, ἐν γῆ ζώντων κατασκήνωσον, εἰς τὰ
σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν·
σύ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρω τιμήματι, κόσμον ἠλευθέρωσας.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Νέκρωσιν
ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον πιστοῖς
δέδωκας· ἐν ἧ κατάταξον, τὸν κεκοιμημένον, ἐπ’ ἐλπίδι ἀναστάσεως, τὰ τούτου
πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ
φιλάνθρωπος· ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσῳσμένοι
δοξάζομεν, τὴν φιλανθρωπίαν σου.
Δόξα. Ὅμοιον.
Ζώντων
κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν·
τὸν πιστὸν δοῦλον σου, τὸν πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντα, αὐτὸν ἀνάπαυσον,
σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόπῳ ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων
λαμπρότησι· θελητὴς ἐλέους, ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὕς κατ’ εἰκόνα
σου ἒπλασας, μόνε πολυέλεε.
Καὶ νῦν. Θεοτοκίον.
Ὤφθης
ἐνδιαίτημα, θεοπρεπὲς Παναγία· Θεὸν γὰρ ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε,
βροτὸν ὁρώμενον, ἐν δυσίν οὐσίαις, ἐν μιᾷ τῇ ὑποστάσει δέ· αὐτὸν δυσώπησον, τὸν
μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ Παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα·
ψυχὴν ἀναπαῦσαι, τοῦ πίστει κοιμηθέντος ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ
μακαριότητι.
Ὁ Διάκονος
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ Ζ΄. Ἦχος Βαρύς.
Τὴν
αἰχμαλωσίαν Σιών, ἐκ πλάνης, ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων
δουλοπαθείας.
Ἐν
τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται,
δράγματα ἀειζωοτροφίας.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων· ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις,
δόξα, τιμὴ καὶ κράτος.
Στιχηρὰ Προσόμοια, Ἦχος Βαρύς.
Καταφρονήσαντες πάντων.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Νενεκρωμένος
ὡράθης, ἐπὶ σταυροῦ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ
φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρούμενος· ἀλλ’ ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων
ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὴν ψυχὴν τοῦ σοῦ δούλου, τοῦ ἐξ ἡμῶν
μεταστάντος ἀνάπαυσον.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Τῷ
ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ἀκτῖσιν ἐλλάμπεσθαι, τὸν
πρὸς σὲ μεταστάντα, ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσία τῆς πρωτοφανείας σου, σὺν
Ἀγγέλοις χορεύοντα, περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξῃς καὶ Κύριον.
Δόξα. Ὅμοιον.
Ὡς
ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸν ἀνελλιπῆ πλουσίας
χρηστότητος, τὸν πρὸς σὲ μεταστάντα, ὡς Θεὸς κατασκήνωσον· ἐν τῇ χώρα τῶν ἐκλεκτῶν
σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξῃς σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν
παρθένων νυμφῶνι ὡς εὔσπλαγχνος.
Καὶ νῦν. Θεοτοκίον.
Νόμου
τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον· οὐ γὰρ ἐγένετο τοῖς πρὶν ἐν
νόμῳ δικαίωσις· ἀλλ’ ἡμᾶς ὁ Χριστὸς νῦν σταυρωθεὶς ἐδικαίωσεν. Ὡς οὖν ἔχουσα
παρρησίαν, ὡς Μήτηρ ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὴν ψυχὴν ἀναπαύσαι,
τοῦ εὐσεβῶς μεταστάντος Πανύμνητε.
Ὁ Διάκονος
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΤΙΦΩΝΟΝ Η΄. Ἦχος πλ. Δ΄.
Ἐκ
νεότητός μου ὁ ἐχθρὸς μὲ πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθὼς ἐν
σοὶ Κύριε, τροποῦμαι τοῦτον.
Οἱ
μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστὸς
αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα. Καί νῦν.
Ἁγίῳ
Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτό,
καὶ τὸ Λόγῳ.
Στιχηρὰ Προσόμοια, Ἦχος πλ. Δ΄.
Ὢ τοῦ παραδόξου θαύματος.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Βασιλικῶς
μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τοὺς δακτύλους σου, αἱματώσας Δέσποτα,
καὶ φοινίξας σῷ αἵματι· καὶ νῦν σε πίστει καθικετεύομεν· τοῖς πρωτοτόκοις σου
συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τὸν
μεταφοιτήσαντα, πρὸς σὲ τὸν εὔσπλαγχνον.
Δέσποτα Χριστέ, ἀνάπαυσον τὸν δοῦλον σου.
Ἱεραρχήσας
ὡς ἄνθρωπος, σφαγιασθεὶς σεαυτόν, προσφορὰν προσενήνοχας, τῷ Πατρὶ τὸν ἄνθρωπον,
τῆς φθορᾶς ἑξαιρούμενος· τὸν μεταστάντα οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων
χώρα κατάταξον, ἔνθα οἱ χείμαρροι, τῆς τρυφῆς προχέονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος,
ἀναβλυστάνουσι.
Δόξα. Ὅμοιον.
Βάθει
σοφίας ἀρρήτου σου, ὀροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὸν θάνατον, καὶ πρὸς
βίον ἕτερον, μετοικίζεις τὸν ἄνθρωπον· ὃν προσελάβου τοίνυν κατάταξον, ἐπὶ ὑδάτων
τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν ἁγίων φώτων σου, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως,
καὶ τῆς αἰνέσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
συλλαβοῦσα τὸν ἄναρχον, Λόγον Θεοῦ καὶ Θεόν, μητρικῇ παρρησία σου, ἐκτενῶς ἱκέτευε,
κατα-τάξαι τὸν δοῦλον σου, ἔνθα χορεία ἡ ἀκατάλυτος, εὐφραινομένων καὶ εὐφημούντων
σε, ἔνθα λαμπρότητες, αἱ διαιωνίζουσαι, καὶ ὁ γλυκύς, ἦχος ἐορτάζοντος,
Θεογεννήτρια.
Ὁ Διάκονος
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ μετὰ τὴν
ἐκφώνησιν τοῦ Ἱερέως, ψάλλει ὁ Α΄ χορὸς τὸ ἀκόλουθον Κοντάκιον ἀργῶς καὶ μετὰ
μέλους εἰς ἦχον πλ. Δ΄.
Μετὰ
τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὐκ ἒστι πόνος, οὐ
λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Εἶτα ἀναγινώσκονται παρὰ τοῦ Κανονάρχου τὰ κατωτέρω: Ὁ Οἶκος καὶ τὸ Θεοτοκίον.
Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας, καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι: Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύση· ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδήν, τό· Ἀλληλούϊα.
Θεοτοκίον.
Παναγία Παρθένε Θεονυμφε, ἡ τεκοῦσα
τὸ φῶς τὸ ἀπρόσιτον, δυσωπῶ, ἱκετεύω, καὶ δέομαι, δυσωποῦσα μὴ παύσῃ πρὸς
Κύριον, ὑπὲρ τοῦ δούλου σου Δέσποινα, ὅπως εὓρη ἐκεῖ ἄφεσιν πταισμάτων, ἐν ἡμέρᾳ
τῆς κρίσεως Ἄχραντε· δύνασαι γὰρ ὡς μήτηρ, ἱκετεύειν τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν,
ὅπως ψάλλωμεν· Ἀλληλούϊα.
Εἶτα ὁ Β΄ χορὸς ψάλλει τὸ Κοντάκιον ὁμοίως.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὔκ ἐστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Εἶτα οἱ μακαρισμοί.
Εἰς Ἦχον Β΄.
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ
Βασιλείᾳ σου.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία
τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ
χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι
αὐτοὶ ἐλεηθήσονται.
Μνήσθητι
εὔσπλαγχνε καὶ ἡμῶν, καθὼς ἐμνημόνευσας τοῦ Λῃστοῦ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Πάντες
οἱ φοβούμενοι τὸν Θεόν, ἐκεῖ εὐφρανθήσονται ἐν αὐτῷ, ἐν τῇ Βασιλείᾳ τῶν
οὐρανῶν.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι
αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ἀσκήσει
δουλεύσαντά σοι Χριστέ, καὶ ὀρθοδοξία ἐπὶ τῆς γῆς, δόξασον Σωτὴρ ἐν τοῖς
οὐρανοῖς.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
Ἐν πίστει καὶ ἐλπίδι θεοπρεπῶς, καὶ ἀγάπη, ζήσαντα ἐπὶ γῆς, δόξασον Σωτὴρ ἐν τοῖς οὐρανοῖς.
Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδομένοι, ἕνεκεν ἐμοῦ.
Ἀνάπαυσον τὸν δοῦλον σου ὁ Θεός, μετὰ τῶν Ἁγίων ὡς ἀγαθός, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὸν κόσμον λιπόντα καὶ ἐν σεμνῇ, πολιτεία ζήσαντα εὐσεβῶς, δόξασον Σωτὴρ ἐν τοῖς οὐρανοῖς.
Δόξα Πατρί.
Μίαν Θεαρχίαν οἱ εὐσεβεῖς, ἐχόμενοι πίστεως ἐν τρισί, προσώποις δοξάζομεν εὐλαβῶς.
Καὶ νῦν, καὶ ἀεί.
Πάντες μακαρίζομέν σε Ἁγνή· ἀσπόρως γὰρ ἔτεκες ἐν σαρκί, Θεὸν Βασιλέα τῶν οὐρανῶν.
Προκείμενον Ἦχος Γ΄.
Μακαρία
ἡ ὁδός, ᾗ πορεύῃ, σήμερον ἀδελφέ, ὅτι ἡτοιμάσθη σοι, τόπος ἀναπαύσεως.
Στίχος. Ἐπίστρεψον
ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου.
Πρὸς Θεσσαλονικεῖς
Α΄. Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα.
Ἀδελφοί,
οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ
οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ
ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν, ἐν
λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ
Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν
φωνῇ Ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν
Χριστῷ ἀναστήσονται πρῶτον. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν
αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτω
πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Ἀλληλούϊα, Ἀλληλούϊα,
Ἀλληλούϊα.
Μακάριος, ὃν ἐξελέξω καὶ
προσελάβου Κύριε.
Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν
ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμήν, λέγω ὑμῖν, ὅτι ὁ
τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς
κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀμὴν ἀμὴν
λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς
τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀκούσαντες ζήσονται. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν
ἑαυτῷ, οὕτως ἔδωκεν καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ,
καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μὴ θαυμάζητε τοῦτο· ὅτι ἔρχεται ὤρα,
ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ· καὶ ἐκπορεύσονται
οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς
ἀνάστασιν κρίσεως. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνῳ,
καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα
τοῦ πέμψαντος μὲ Πατρός.
Ὁ Διάκονος
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου, δεόμεθα σου ἐπάκουσον, καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης, καὶ
αἰωνίας ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ………., καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν
τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ,
ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν
τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον
καταργήσας, καὶ ζώῃν τῷ κόσμῳ σου δωρησάμενος· αὐτὸς Κύριε, ἀνάπαυσον καὶ τὴν
ψυχὴν τοῦ κεκοιμημένου δούλου σου……..καὶ τάξον αὐτὴν
ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῶ, ἐν τόπῳ
ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ, ἤ ἔργῳ ἤ διανοία, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὔκ ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει·
σύ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ λόγος σου ἀλήθεια.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου………….Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΑΙ ΣΥΓΧΩΡΗΤΙΚΑΙ, ΕΙΣ ΠΑΣΑΝ ΑΡΑΝ,
ΚΑΙ ΑΦΟΡΙΣΜΟΝ ΕΙΣ ΤΕΘΝΕΩΤΑ.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε
ὁ Θεὸς ἡμῶν, ὁ τῇ σῇ ἀρρήτῳ σοφία δημιουργήσας τὸν ἄνθρωπον ἐκ τοῦ χοός, καὶ τοῦτον
ἀναμορφώσας εἰς εἶδος καὶ κάλλος, καὶ ἐξωραϊσας ὡς τίμιον καὶ οὐράνιον κτῆμα, εἰς
δοξολογίαν καὶ εὐπρέπειαν τῆς σῆς δόξῃς καὶ Βασιλείας, διὰ τὸ κατ’ εἰκόνα, καὶ
καθ’ ὁμοίωσιν τοῦτον παραγαγεῖν· τὴν ἐντολὴν δὲ παραβάντα τοῦ σου προστάγματος,
καὶ μεταλαβόντα τῆς εἰκόνος, καὶ μὴ φυλάξαντα· διὰ τοῦτο, ἵνα μὴ τὸ κακὸν ἀθάνατον
γένηται· φιλανθρώπως ἐκέλευσας τὴν κρᾶσιν, καὶ μῖξιν ταύτην, καὶ τὸν ἄρρητόν σου
τοῦτον δεσμόν, ὡς Θεὸς τῶν Πατέρων ἡμῶν, τῷ θείῳ βουλήματι ἀποτέμνεσθαι, καὶ
διαλύεσθαι· ὥστε τὴν μὲν ψυχὴν ἐκεῖσε χωρεῖν, ἔνθα καὶ τὸ εἶναι προσελάβετο,
μέχρις τῆς κοινῆς ἀναστάσεως, τὸ δὲ σῶμα εἰς τὰ ἐξ’ ὧν συνετέθη ἀναλύεσθαι. Διὰ
τοῦτο δεόμεθα σοῦ τοῦ ἀνάρχου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ
Παναγίου, καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ σου Πνεύματος, ἵνα μὴ παρίδῃς τὸ σὸν
πλάσμα καταποθῆναι τῇ ἀπωλείᾳ· ἀλλὰ τὸ μὲν σῶμα διαλυθῆναι εἰς τὰ ἐξ ᾧν
συνετέθη, τὴν δὲ ψυχὴν καταταγῆναι ἐν τῷ χορῷ τῶν Δικαίων. Ναὶ Κύριε ὁ Θεὸς ἡμῶν,
νικησάτω σοῦ τὸ ἄμετρον ἔλεος, καὶ ἡ φιλανθρωπία ἡ ἀνείκαστος, καὶ εἴτε ὑπὸ κατάραν
πατρός, ἡ μητρός, εἴτε τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσεν ὁ δοῦλος σου οὗτος, εἴτε τινα
τῶν Ἱερωμένων παρεπίκρανε, καὶ παρ’ αὐτοῦ δεσμὸν ἄλυτον ἐδέξατο, εἴτε ὑπὸ Ἀρχιερέως
βαρυτάτω ἀφορισμῶ περιέπεσε, καὶ ἀμελεία καὶ ῥᾳθυμία χρησάμενος, οὐκ ἔτυχε
συγχωρήσεως, συγχώρησον αὐτῷ, δι’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, καὶ ἀναξίου δούλου σου·
καὶ τὸ μὲν σῶμα αὐτοῦ εἰς τὰ ἐξ ᾧ συνετέθη διάλυσον, τὴν δὲ ψυχὴν αὐτοῦ ἐν
σκηναῖς Ἁγίων κατάταξον. Ναὶ Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῖς ἁγίοις σου Μαθηταῖς καὶ Ἀποστόλοις
τὴν ἐξουσίαν δοὺς ταύτην, ὥστε τῶν ἁμαρτημάτων διδόναι τὴν ἄφεσιν, καὶ εἰπών· Ὅσα
ἂν δήσωσι καὶ λύσωσιν, ἵνα ὧσι δεδεμένα, καὶ λελυμένα· δι’ αὐτῶν δὲ καὶ εἰς ἡμᾶς,
εἰ καὶ ἀναξίους, ὠσαύτως τὴν τηλικαύτην δωρεὰν φιλανθρώπως διαβιβάσας, λῦσον τὸν
κοιμηθέντα δοῦλον σου……….τοῦ ψυχικοῦ, καὶ
σωματικοῦ ἁμαρτήματος, καὶ ἔστω συγκεχωρημένος, καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ
μέλλοντι, πρεσβείαις τῆς παναχράντου καὶ ἀειπαρθένου σου Μητρός, καὶ πάντων σου
τῶν Ἁγίων. Ἀμήν.
ΕΤΕΡΑ
ΣΥΓΧΩΡΗΤΙΚΗ ΕΥΧΗ
Τοῦ
Κυρίου δεηθῶμεν.
Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τάς κλεὶς τῆς τῶν οὐρανῶν
Βασιλείας, καὶ τῇ σῆ χάριτι, τήν τοῦ δεσμεῖν τε καὶ λύειν, τάς τῶν ἀνθρώπων ἁμαρτίας,
μετὰ τὴν ἁγίαν σου ἐκ νεκρῶν τριήμερον ἐξανάστασιν, τοῖς σοῖς Ἁγίοις Μαθηταῖς
καὶ ἱεροῖς Ἀποστόλοις δωρησάμενος ἐξουσίαν, ὥστε δεδεμένα εἶναι καὶ ἐν τῷ οὐρανῷ,
ὅσα δι’ αὐτῶν ἐν γῇ δέδενται, καὶ λελυμένα ὠσαύτως ἐν τῷ οὐρανῷ, ὅσα δι’ αὐτῶν ἐν
γῆ λέλυνται· διαδόχους ἡμᾶς τοὺς εὐτελεῖς, καὶ ἀναξίους δούλους σου, τῆς αὐτῆς
ταύτης παρὰ σοῦ ὑπεραγίας δωρεᾶς τε, καὶ χάριτος, τῇ ἀφάτῳ σου φιλανθρωπίᾳ,
καταξιώσας γενέσθαι, ὥστε καὶ ἡμᾶς οὕτω δεσμεῖν τε, καὶ λύειν τὰ ἐν τῷ λαῷ σου
συμβαίνοντα. Αὐτὸς πανάγαθε Βασιλεῦ, δι’ ἐμοῦ τοῦ ταπεινοῦ, καὶ ἀχρείου δούλου
σου, συγχώρησον τῷ δούλῳ σου…………., εἴτε ἐν τῷ
παρόντι βίῳ, ὡς ἄνθρωπος ἐπλημμέλησε· καὶ ἄφες αὐτῷ ὅσα ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατὰ
διάνοιαν ἥμαρτε, λύσας αὐτῷ καὶ τὸν ἐπικείμενον, μεθ’ οἰωνδήποτε τρόπων,
δεσμόν, ὂν αὐτὸς καθ’ ἑαυτόν, ἐκ συναρπαγῆς, ἢ ἄλλης τινός αἰτίας ἒδησε, καὶ εἴτε
ὑπὸ Ἀρχιερέως, εἲτε παρ’ ἂλλου τινος, φθόνῳ καὶ συνεργία τοῦ πονηροῦ, τοιοῦτο ὑπέστη
ὀλίσθημα· εὐδόκησον, ὡς μόνος ἀγαθός, καὶ πολυέλεος, τὴν μὲν ψυχὴν αὐτοῦ μετὰ τῶν
Ἁγίων ταχθῆναι τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, τὸ δὲ σῶμα τῇ παρὰ σοῦ
δημιουργηθείσῃ φύσει δοθῆναι. Ὅτι εὐλογητός, καὶ δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΕΤΕΡΑ ΣΥΓΧΩΡΗΤΙΚΗ ΕΥΧΗ
ΤΟΥ
ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΗΦΩΝΟΣ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
Πανοικτίρμων Θεός, ὁ εὔσπλαγχνος καὶ ἐλεήμων, καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ὁ
κλίνας οὐρανοὺς τῇ αὐτοῦ ἀγαθότητι, ἐπὶ σωτηρίᾳ παντὸς ἀνθρώπου, ἀπεφήνατο, λέγων·
ὡς ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πᾶς γὰρ ὁ
αἰτῶν, λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Κατὰ τοῦτο
καὶ ἡμεῖς τῷ ὄντι, θεῖοι Πατέρες, οἱ ἐν τῇ καθ’ ἡμᾶς θεία καὶ Ἱερὰ Μονὴ τοῦ
Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Διονυσίου, θείῳ Πνεύματι ἐμπνευσθέντες, ᾐτήσατε
παρ’ ἡμῶν, τῶν ἐσφαλμένων ὑμῖν συγχώρησιν, ἀναμνησθέντες τῆς θείας φωνῆς
ἐκείνης, τῆς λεγούσης·(Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς
οὐρανοῖς·Καί, ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς· Καί,
ἂν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἂν τινων κρατῆτε, κεκράτηνται.) Ἡ
μετριότης ἡμῶν ὡς διάδοχος τῆς τοιαύτης χάριτος γεγονυῖα, λύει καὶ συγχωρεῖ διὰ
τῆς χάριτος τοῦ Παναγίου καὶ Ζωοποιοῦ Πνεύματος, τῷ κοιμηθέντι δούλῳ τοῦ Θεοῦ…………, καὶ πᾶσι τοῖς τε ἐντὸς καὶ ἐκτὸς ἀδελφοῖς τῆς
Ἱερὰς Μονῆς ταύτης, καὶ ἅπασι τοῖς πνευματικοῖς ἡμῶν τέκνοις, τοῖς ἁπανταχοῦ
τυγχάνουσιν, ὅσα καὶ οἷα πνευματικοῖς Πατράσιν ἐξωμολογήσαντο ἁμαρτήματα, ἐν
λόγῳ τε καὶ ἔργῳ, καὶ διανοία, ἐν νυκτὶ καὶ ἡμέρα. Ὅσα δὲ ἐκ λήθης, ἤ ἐξ
ἀγνοίας, ἤ ὡς ἁρπαγέντες ὑπὸ τοῦ χρεών, οὐκ ἔφθασαν ἐξομολογήσασθαι,
συγκεχωρημένα καὶ ταῦτα ἔστωσαν τῇ τοῦ εἰρηκότος ἰσχύϊ φιλανθρωπία καὶ χάριτι,
ὡς οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Τηρήσαι δὲ ἡμᾶς
καὶ εἰς τὸ ἑξῆς ἀσινεῖς ἐκ τῶν τοῦ πονηροῦ βουλευμάτων, καὶ ἀνεπηρεάστους·
Πρεσβείαις τῆς Παναχράντου αὐτοῦ Μητρός, τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου
καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, καὶ πάντων
σου τῶν Ἁγίων. Ἀμὴν.
Εἶτα τὰ παρόντα
Ἰδιόμελα, κατ’ ἦχον.
Ἦχος Α΄.
Ποία
τοῦ βίου τρυφή, διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν, ἐπὶ γῆς γῆς
ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ
ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ’ ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ
γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὃν ἐξελέξω, ἀνάπαυσον ὡς φιλάνθρωπος.
Ἦχος Β΄.
Οἴμοι,
οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι, τότε πόσα δακρύει,
καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα
καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τάς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα.
Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι τὴν
ἀνάπαυσιν παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Ἦχος Γ΄.
Πάντα
ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος,
οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται· διὸ Χριστῷ
τῷ ἀθανάτῳ βοήσωμεν· τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν
εὐφραινομένων ἡ κατοικία ἐν σοί.
Ἦχος Δ΄.
Ποῦ
ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ
χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστιν τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα
κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε,
τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τὸν μεταστάντα ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτόν, ἐν
τῇ ἀγήρῳ μακαριότητι.
Ἦχος πλ. Α΄.
Ἐμνήσθην
τοῦ προφήτου βοῶντος· Ἐγὼ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς
μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγημνωμένα, καὶ εἶπον· Ἄρα τίς ἐστι βασιλεύς, ἤ
στρατιώτης, ἤ πλούσιος, ἤ πένης, ἤ δίκαιος, ἤ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον Κύριε,
μετὰ δικαίων τὸν δοῦλόν σου.
Ἦχος πλ. Β΄.
Ἀρχή
μοι καὶ ὑπόστασις, τὸν πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ
ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας,
δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ Χριστέ, τὸν δοῦλον
σου, ἐν χώρα ζώντων, ἐν σκηναῖς δικαίων ἀνάπαυσον.
Ἦχος Βαρύς.
Κατ’ εἰκόνα
σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ’ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας,
κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε,
τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἐξ ᾗς ἐλήφθη, κατεδίκασας
ἐπιστρέφειν Κύριε, καὶ αἰτῆσθαι τὴν ἀνάπαυσιν.
Ἦχος πλ. Δ΄.
Ἀμέτρητος
ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ὁ θάνατος, βρυγμὸς ὀδόντων, καὶ κλαυθμὸς
ἀπαράκλητος, γνόφος ἀφεγγής, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, δάκρυα
ἀνενέργητα, καὶ κριτής ἀσυμπάθητος, διὰ τοῦτο πρὸ τέλους βοήσωμεν, λέγοντες·
Δέσποτα Χριστέ, ὃν ἐξελέξω, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.
Εἶτα γίνεται ὁ ἀσπασμός, παρ’ ὅλης τῆς Ἀδελφότητος καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, εἰς ἦχον Β΄.
Ὅτε ἐκ τοῦ ξύλου σε
νεκρόν.
Δεῦτε
τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοὶ τῷ θανόντι, εὐχαριστοῦντες Θεῷ· οὗτος γὰρ
ἐξέλιπε τῆς ἀδελφότητος, καὶ πρὸς τάφον ἐπείγεται, οὐκ ἒτι φροντίζων, τὰ τῆς
ματαιότητος, καὶ πολυμόχθου σαρκός· ποὺ νῦν Μοναστῶν καὶ μιγάδων, φίλτρον
ἀναφαίνεται ὄντως, ματαιότης ἅπαν τὸ ἀνθρώπινον.
Δεῦτε
ἐν τῷ τάφῳ ἀδελφοί, ἴδωμεν τὴν τέφραν καὶ γνῶμεν, ποῖος ὁ δοῦλος ἐκεῖ, σκώληκες
διέφθειραν, καὶ οὐ γνωρίζομεν· ποῖος πένης ἤ πλούσιος; ἤ ποῖος δεσπότης; ποῖος
ὁ ἐλεύθερος; καὶ οὐχὶ πάντες σποδός; κάλλος τοῦ προσώπου ἐσάπη, καὶ τὸ ἐκ
νεότητος ἄνθος, ὄντως κατεμάρανεν ὁ θάνατος.
Ποῖος
χωρισμὸς ὦ ἀδελφοί; Ποῖος κοπετός, ποῖος θρῆνος, ἐν τῇ παρούσῃ ῥοπῇ; δεῦτε οὖν
ἀσπάσασθε τὸν πρὸ μικροῦ μεθ’ ἡμῶν· παραδίδοται τάφῳ γάρ, καλύπτεται λίθῳ,
σκότει κατοικίζεται, νεκροῖς συν-θάπτεται· πάντες ἀδελφοί τε καὶ φίλοι, ἄρτι
χωριζόμεθα ὅνπερ, ἀναπαύσαι Κύριος εὐξώμεθα.
Δεῦτε
τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοὶ τῷ θανόντι, εὐχαριστοῦντες Χριστῷ, οὗτος γὰρ
ἐπλήρωσε, πάντα τὸν βίον αὐτοῦ· τὸ γὰρ θεῖον ἐπάγγελμα, τοῦ σχήματος τούτου,
πίστει ἐνδυσάμενος, φύλαξ ἐγένετο· νῦν δὲ πρὸς τὴν γῆν ἐπιστρέφει, ὅθεν
προσελήφθημεν ὅνπερ, ἀναπαύσαι, Κύριος εὐξώμεθα.
Δεῦτε
ἀδελφοὶ πνευματικοί, ἴδωμεν τὸ πέρας τοῦ βίου, καὶ τῆς παρούσης ζωῆς, πὼς
διαλυόμεθα καὶ χωριζόμεθα· ὁ γὰρ χθὲς συμπαρὼν ἡμῖν, φωτὸς ἀπολαύων, σήμερον
ἐκφέρεται, πρὸς τάφον τὸν σκοτεινόν· ταῦτα προορώμενοι φόβῳ, κλαύσωμεν
στενάξωμεν ὅπως, ἀναπαύσῃ Κύριος αὐτὸν ἐν φωτί.
Ἄρτι
ἡ τοῦ βίου πονηρά, λύεται πανήγυρις πᾶσα, τῆς ματαιότητος, πνεῦμα γὰρ ἐξέλιπεν
ἀπὸ σκηνώματος, ὁ πηλὸς μεμελάνωται, τὸ σκεῦος ἐρράγη, ἄφωνον ἀκίνητον, νεκρὸν
ἀναίσθητον· ὅπερ παραπέμποντες τάφῳ, Κύριον εὐξώμεθα δοῦναι, εἰς αἰῶνας τούτῳ
τὴν ἀνάπαυσιν.
Πάντα
τά τοῦ σώματος νυνί, ὄργανα ἀργὰ θεωροῦνται, καὶ ἀνενέργητα, πάντα τε ἀκίνητα,
τὰ πρὸ μικροῦ κινητά· ὀφθαλμοὶ γὰρ κατέδυσαν, ἐδέθησαν χεῖρες, χείλη
ἡσυχάζουσι, καὶ ἀκοὴ σὺν αὐτοῖς· γλῶσσα τῇ σιγῇ συγκρατεῖται, τάφῳ παραδίδοται
ὄντως, ματαιό-τητος ἅπαν τὸ ἀνθρώπινον.
Οἵα ἡ
ζωὴ ἡμῶν ἐστιν, ἄνθος καὶ ἀτμίς τε καὶ δρόσος, ἑωθινὴ ἀληθῶς· δεῦτε οὖν
κατίδωμεν, ἐπὶ τοὺς τάφους τρανῶς, ποῦ τὸ κάλλος τοῦ σώματος; Καὶ ποῦ ἡ νεότης;
ποῦ εἰσι τὰ ὄμματα καὶ ἡ μορφὴ τῆς σαρκός; πάντα ἐξηράνθη ὡς χόρτος· πάντα
ἠφανίσθησαν δεῦτε, τῷ Χριστῷ προσπέσωμεν σὺν δάκρυσι.
Μέγας
ὁ κλαυθμὸς καὶ ὀδυρμός, μέγας στεναγμὸς καὶ ὀδύνη, ὁ χωρισμὸς τῆς ψυχῆς· Ἅδης
καὶ ἀπώλεια, ἡ τῶν προσκαίρων ζωή, ἡ σκιὰ ἡ ἀνύπαρκτος, ὁ ὕπνος τῆς πλάνης, καὶ
ἀκαιροφάνταστος, μόχθος τοῦ βίου τῆς γῆς· πόρρω ἐκφευξώμεθα κόσμου, ἅπαν τὸ
ἁμάρτημα ἵνα, τὰ οὐράνια κληρονομήσωμεν.
Πάντες
δυσωποῦμὲν σε Χριστέ, νῦν ἐν κατανύξει βοῶντες, καί προσευχῇ ἐκτενεῖ, ἵλεως
φιλάνθρωπε, γενοῦ τῷ δούλῳ σου, συγχωρῶν αὐτῷ εὔσπλαγχνε, τὰ ἔργῳ καὶ λόγῳ, ὅσα
ἐπλημμέλησε, ζῶν ὥς περ ἄνθρωπος· σὲ γὰρ ἐπεπόθησε Λόγε, καὶ σοὶ ἠκολούθησε
πίστει, ὃν τῆς Βασιλείας σου ἀξίωσον.
Τοῦτο
τῆς ζωῆς ἡμῶν ἐστι, τὸ ἀπαραχώρητον τέλος, καὶ τὸ ἐπιτίμιον· θάνατος καὶ τάφος
γάρ, ἡμᾶς ἐκδέχεται, τοῖς καλῶς μὲν βιώσασιν, ἡτοίμασται δόξα, τοῖς δὲ
ἀμελήσασι, κρίσις ἀπέραντος· ἧσπερ τὸν νυνὶ μεταστάντα, λύτρωσαι φιλάνθρωπε
Σῶτερ, καὶ τῆς Βασιλείας σου ἀξίωσον.
Ὅτε
ἐκ τοῦ σώματος ψυχή, μέλλει μετὰ βίας ἡρπᾶσθαι, ὑπὸ Ἀγγέλων φρικτῶν, πάντων
ἐπιλήσεται, τῶν συγγενῶν καὶ γνωστῶν, καὶ φροντίζει τὰ μέλλοντα, κριτήρια
στῆναι, τὰ τῆς ματαιότητος, καὶ πολυμόχθου σαρκός· Δεῦτε τὸν Κριτὴν
δυσωποῦντες, πάντες ἐπευξώμεθα ἵνα, συγχωρήση Κύριος, ἃ ἔπραξεν.
Δόξα. Ὅμοιον.
Μίαν
ὑποστάσεσι τρισί, σέβοντες Θεότητα πίστει, παντουργικὴ σὲ Τριάς, θεία τῇ προστάξει
σου, τὸν μεταστάντα πιστῶς, φωτεινοῖς ἐναυλίζεσθαι, ἀξίωσον τόποις, μετὰ τῶν
Ἁγίων σου, ἔνθα τὸ σὸν ἄδυτον, κάλλος ἀπαστράπτει πλουσίως, πάντα παρορῶν τὰ ἐν
βίῳ, τούτου πλημμελήματα ὡς εὔσπλαγχνος.
Καὶ νῦν. Θεοτοκίον.
Σῶζε
τοὺς ἐλπίζοντας εἰς σέ, Μήτηρ τοῦ ἀδύτου ἡλίου, Θεογεννήτρια· αἴτησαι
πρεσβείαις σου, τὸν ὑπεράγαθον, ἀναπαύσαι δεόμεθα, τόν νῦν μεταστάντα, ἔνθα
ἀναπαύονται, αἱ τῶν Δικαίων ψυχαί· θείων ἀγαθῶν κληρονόμον, δεῖξον ἐν αὐλαῖς
τῶν Δικαίων, εἰς μνημόσυνον πανάμωμε αἰώνιον.
Καὶ μετὰ τὸν ασπασμὸν
ἄραντες τὴν κλίνην μετὰ τοῦ λειψάνου, ἀπέρχονται εἰς τὸ Κοιμητήριον, ψάλλοντες
καὶ τὸ Ἅγιος ὁ Θεὸς ἀργῶς· τούτου ψαλλομένου ἐν κατανύξει, ἐναποτίθεται
τὸ λείψανον τρίς, ἕως οὐ ὑπάγωσιν αὐτὸ εἰς τὸ Κοιμητήριον· ἐν ἑκάστῃ δὲ στάσει
ὁ ἱερεὺς ποιεῖ μικρὰν αἴτησιν.
Ὁ Ἱερεύς.
Ἔτι
καὶ ἒτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ἔτι
δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ……………..καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως
Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ
Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ
ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Εἶτα ὁ Ἱερεὺς
ἐκφωνεῖ.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις, τοῦ κεκοιμημενου δούλου σου…………Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὅτε δὲ βάλλομεν τὸ
λείψανον ἐν τῷ τάφῳ, λέγομεν τὸ παρόν τροπάριον, εἰς Ἦχον πλ. Δ΄.
Γῆ
χανοῦσα ὑπόδεξαι τὸν ἀπὸ σοῦ πλασθέντα, χειρὶ Θεοῦ τὸ πρότερον· πάλιν δὲ
ὑποστρέφοντα πρὸς σὲ τὴν τεκοῦσαν· τὸ γὰρ κατ’ εἰκόνα ὁ κτίστης προσελάβετο, σύ
δὲ ὑπόδεξαι τὸ ἴδιον.
Εἶτα ὁ Ἱερεὺς χοῦν λαβών μετὰ τοῦ πτύου(φτιάρι), ἐπιρρίπτει τῷ λειψάνῳ σταυροειδῶς, λέγων:
Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ἐπιχέει δὲ καὶ τὴν
κανδήλαν σταυροειδῶς καὶ λέγει τὸ παρόν τροπάριον.
Τῷ
τύπῳ τοῦ σταυροῦ σου φιλάνθρωπε, ὁ θάνατος νενέκρωται, καὶ ὁ ᾅδης ἐσκύλευται,
καὶ οἱ πάλαι θανέντες, ἀναστάντες ὕμνον σοι προσέφερον. Διὸ βοῶμέν σοι, Χριστὲ
ὁ Θεός, τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ
κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Καὶ εὐθὺς καλύπτεται
ὁ τάφος· ἡμεῖς δὲ ψάλλομεν τὰ παρόντα ἰδιόμελα, εἰς Ἦχον πλ. Β΄.
Πνευματικοί
μου ἀδελφοί, μή μου ἐπιλάθησθε ὅταν προσεύχησθε· δεῦτε συνάχθητε καὶ
ἀθροίσθητε, οἱ ἐκ βρέφους τὸν ζυγὸν τοῦ Χριστοῦ βαστάσαντες, δάκρυα ῥάνατε,
χεῖρας ἄρατε, καὶ βοήσατε: Δέσποτα Χριστέ, σὺν Ἁγίοις σου ἀνάπαυσον, ὃν
μετέστησας ἐξ ἡμῶν οἰκέτην σου, τὰ τούτου παραβλέψας ἐγκλήματα· σοῦ γὰρ τὸν
σταυρὸν ἐπὶ τῶν ὢμων ἄρας, θερμῶς ἐπηκολούθησε, πρεσβείαις τῆς ἀσπόρως κυησάσης
σε, καὶ τῶν Ὁσίων, καὶ τῶν Δικαίων, ὑπεράγαθε μόνε πολυέλεε.
Ὁ αὐτὸς
Τὴν
πολυτάραχον θάλασσαν τοῦ βίου διαδραμών, τῷ σῷ λιμένι προσέδραμε τῇ πίστει ὁ
μεταστάς· ἀλλ’ ἐν τῇ σῇ γαλήνῃ, καὶ ἀειζώῳ τρυφή, μετὰ τῶν Ἁγίων καθοδηγῶν
αὐτόν, ἀνάπαυσον Κύριε, τὴν ψυχὴν τοῦ δούλου σου.
Ὁ αὐτὸς
Ἡ
ἀοίδιμος φωνὴ τοῦ θείου Δαβίδ, σήμερον πληροῦται, ἀνθρωπος λέγουσα, ὡσεὶ χόρτος
αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὂν γὰρ πρὸ μικροῦ
ἐβλέπομεν ζῶντα, καὶ προσλαλοῦντα, ἰδοὺ πρόκειται νεκρός, ἀκίνητος, ἄπνους·
ἐξῆλθε καὶ ἀπῆλθεν ἀπὸ τῶν ἐνθάδε ἐκεῖ, ὅπου ὁ μισθὸς τῶν ἔργων ὑπάρχει· ὅπου ἡ
χαρὰ πάντων τῶν Ἁγίων, μεθ’ ὧν ἀνάπαυσον τὸν κεκοιμημένον ὁ Θεός, ὡς ἐλεήμων
καὶ φιλάνθρωπος.
Ἦχος πλ. Δ΄.
Καθὼς
εἶπας Κύριε τῇ Μάρθα, ἐγὼ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾄδου
καλέσας τὸν Λάζαρον· οὕτω καὶ τὸν δοῦλον σου, δεόμεθα Σωτήρ, μετὰ τῶν Δικαίων
ἀνάπαυσον, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος.
Ὁ αὐτὸς
Παντοκράτορ
Κύριε, τὴν ψυχὴν τοῦ δούλου σου ἀνάπαυσον, ἐν σκηναῖς τῶν Δικαίων, ὅπου τὸ φῶς
σου καταλάμπει πᾶσι τοῖς ἀξίοις, μόνε πολυέλεε.
Δόξα. Ἦχος πλ. Δ΄.
Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν
θάνατον , καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ’εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα,
ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! Τὶ τὸ περὶ ἡμᾶς τοῦτο γέγονε
μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ , καὶ συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ
προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τῷ μεταστάντι τὴν ἀνάπαυσιν.
Καὶ νῦν. Ὁ αὐτὸς
Δέσποινα
πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἶτα τό, Τρισάγιον.
Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτισοῦ ἐστιν ἡ Βασιλεία. Καὶ τὰ τροπάρια ταῦτα, εἰς Ἦχον Δ΄.
Ἦχος δ΄.
Μετά πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου Σῶτερ ἀνάπαυσον· φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοῦ φιλάνθρωπε.
Στίχ. Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.
Εἰς
τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν
ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις φιλάνθρωπος.
Δόξα…
Σύ
εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβάς εἰς Ἅδην, καὶ τάς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς
καὶ τὴν ψυχὴν τοῦ δούλου σου Σῶτερ ἀνάπαυσον.
Καὶ νῦν…
Ἡμόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ ἐλεηθῆναι καὶ συγχωρηθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.
Ὁ Ἱερεὺς ποιεῖται τὴν αἴτησιν ταύτην.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου, δεόμεθα σου ἐπάκουσον, καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης, καὶ
αἰωνίας ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ………., καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν
τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ,
ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν
τῶν αὐτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ
Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον
καταργήσας, καὶ ζώῃν τῷ κόσμῳ σου δωρησάμενος· αὐτὸς Κύριε, ἀνάπαυσον καὶ τὴν
ψυχὴν τοῦ κεκοιμημένου δούλου σου……..καὶ τάξον αὐτὴν
ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῶ, ἐν τόπῳ
ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ, ἤ ἔργῳ ἤ διανοία, ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὔκ ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει·
σύ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ λόγος σου ἀλήθεια.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὅτι
σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου………….Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα· Δόξα σοι ὁ
Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Καὶ νῦν. Καὶ
ἀπόλυσις.
Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν
ἔχων ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων
καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων
Προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ Αγίου και δικαίου τετραημέρου φίλου του
Χριστου Λαζάρου, καὶ πάντων των Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μετα-στάντος δούλου
αὐτοῦ……….., ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις,
Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ δικαίων συναριθμήσαι ἡμᾶς δέ ἐλεήσαι ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος.
Καὶ εὐλογῶν τὸ
λείψανον, λέγει ἐκ Γ΄.
Αἰωνία
σου ἡ μνήμη, ἀξιομακάριστε, καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν.
Ποιοῦμεν δὲ καὶ μετανοίας ρ΄, ἤτοι ἐν Κομβοσχοίνιον, ὑπὲρ τοῦ
κοιμηθέντος ἀδελφοῦ, ὅσοι ὑπάρχομεν ἐν τῷ μνήματι, λέγοντες τὸ: Κύριε ἀνάπαυσον
τὴν ψυχὴν τοῦ δούλου σου. Πρὸς τοῦτο δέ, πρὶν γίνη τὸ Κομβοσχοίνιον, ὁ Ἱερεὺς
ἐκφωνεῖ πρὸς τοὺς ἀδελφοὺς συνήθως τὸν ἀκόλουθον Λόγον:
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ
Ὁ
ἀδελφὸς ἡμῶν………….., ἐπλήρωσε τὸ κοινὸν καὶ
ἀναπόφευκτον χρέος. Καὶ ἰδοὺ κεῖται νεκρὸς καὶ ἄπνους μηκέτι πλέον φροντίζων τὰ
τῆς ματαιότητος. Τὸ μὲν σῶμα παραδίδοται εἰς τὴν γῆν, ἐξ ᾖς ἐπλάσθη, μέχρι τῆς
κοινῆς Ἀναστάσεως· ἡ δὲ ψυχὴ ἀπέρχεται πρὸς τὸν πλάστην Θεὸν ἡμῶν καὶ δίκαιον
κριτήν, ἐν ᾧ προσωποληψία οὐχ ὑπάρχει. Ἀλλ’ ἐπειδὴ καὶ συνέζησε μεθ’ ἡμῶν ἐπὶ
τόσα ἔτη δυνατὸν ὡς ἄνθρωπος καὶ αὐτὸς νά παρεπίκρανέ τινα ἐξ ἡμῶν ἢ μὲ λόγον ἢ
μὲ ἔργον, δέεται καὶ παρακάλει δι’ ἐμοῦ, ἵνα συγχωρήσωμεν αὐτὸν
ἐπαναλαμβάνοντες τρίς, λέγοντες τό: ὁ Θεὸς συγχωρήσαι καὶ ἐλεῆσαι αὐτόν. Καὶ
μετὰ προθυμίας ἂς ἐκτελέσωμεν τὸ συνειθισμένον Κομβοσχοίνιον, λέγοντες τὸ:
ΚΥΡΙΕ ΑΝΑΠΑΥΣΟΝ ΤΗΝ ΨΥΧΗΝ ΤΟΥ
ΔΟΥΛΟΥ ΣΟΥ.
Καὶ οὕτως ἀπερχόμεθα
ἐν τοῖς Κελλίοις ἡμῶν, λέγοντος τοῦ Ἱερέως, τό·
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Ἀμὴν.
ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕΩ ΔΟΞΑ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου