Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ
δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς
τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν
χειρῶν σου ἐμελέτησα. Διαπέτασα πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’
ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ
τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι
πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σὺ εἶ ὁ Θεός μου. Τὸ
Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε,
ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ
ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν
ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ.
α´.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στιχ.
β´. Πάντα τὰ
ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στιχ.
γ´. Παρὰ Κυρίου
ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
σταυρῷ.
Τῶν μοναστῶν τὴν καλλονὴν δεῦτε
πάντες, καὶ τῶν Ἀγγέλων ἰσοστάσιον πίστει, καὶ ἐν θερμοῖς τοῖς δάκρυσιν
προσπέσωμεν πιστοί, κράζοντες καὶ λέγοντες, θεοφόρε Ἀνδρέα, λύτρωσαι τοὺς
δούλους σου, ἐκ κακίας δαιμόνων, καὶ ὁρατῶν ἐχθρῶν καὶ πάσης ἀπειλῆς, σὺ γὰρ πέλεις
πάντων ἡμῶν ἡ ἀντίληψις.
Δόξα. Πατρί.
Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι
Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα
ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας καὶ πειρασμῶν
λυτρούσαι τοὺς βοῶντας σοι: δόξα τῷ δεδωκότι σοι ἰσχὺν, δόξα τῷ σὲ
θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν.
Θεοτοκίον
Οὐ σιωπήσομεν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων
δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ
ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα· ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ
κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι·
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ
εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ
πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου
σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν
τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς
σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς
σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὑ ἡ ἀκροστοιχίς·
Ἀνδρέα Πάτερ ἀεὶ πάντας
σῷζε Ἀποστόλου».
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ
εἱρμός. Ὑγρὰν διοδεύσας.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε
ὑπὲρ ἡμῶν.
Ἀνδρέα παμμάκαρ, τῷ βασιλεῖ, τῷ μόνῳ
Ἀνάρχω καὶ αἰώνων παρεστηκώς, καὶ τούτου φωτὶ τῷ τρισηλίῳ, καταλαμπόμενος
πάντας μνημόνευε.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσοῦντα τοῖς πάθεσι τοῖς δεινοῖς, καὶ ζόφῳ πταισμάτων, σκοτιζόμενον τῷ φωτί, τῷ σῷ φώτισον μὲ τοῦ ὑμνῆσαι τὰ σὰ Ἀνδρέα θεόφρον θαυμάσια.
Δόξα Πατρὶ.
Πονούμενον πάθεσι τοῖς ψυχῆς, Ἀνδρέα παμμάκαρ, καὶ τοῦ σώματος τοῖς δεινοῖς προστρέχω τῇ σκέπῃ σου κραυγάζων, τὴν σὴν γαλήνην παράσχου καὶ σῶσόν με.
Καὶ νῦν.
Ῥανίδα ἐλέους σου Ἀγαθέ, παράσχου μοι
Κόρη, τῶν ἐν πάθεσι χαλεποῖς, ἐμὲ ῥυπωθέντα καὶ ὑσσώπῳ, τὴν σὴν μὲ καθαρὸν
Δέσποινα δέομαι.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε
ὑπὲρ ἡμῶν.
Ἑκουσίως πτωχεύσας, ὡς νουνεχὴς ὅσιε,
λόγον ἐπακούσας Κυρίου, Ἀνδρέα πάνσοφε, γυναῖκα, τέκνα τε, καὶ τὴν οὐσίαν
ἀφῆκας, καὶ ὁδὸν σωτήριον, χαίρων διήνυσας.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε
ὑπὲρ ἡμῶν.
Ἀπὸ πάσης κακίας, τῶν δυσμενῶν ὅσιε,
χάριτι Κυρίου Ἀνδρέα, ἔμεινας ἄτρωτος, ὅθεν δεόμεθα, τῆς κακουργίας τῆς τούτων,
τὴν σὴν ποίμνην φύλαττε, πάτερ ἀλώβητον.
Δόξα Πατρί
Πάσης βλάβης καὶ νόσων καὶ συμφορῶν
Ἅγιε, ἅπαντας λυτρούσαι τοὺς πίστει προσκαλουμένους σέ, ὅθεν κεκτήμεθα, φρουρὸν
σὲ πάτερ Ἀνδρέα, ἰατρὸν καὶ στήριγμα, πάντες οἱ δοῦλοι σοῦ.
Καὶ νῦν.
Ἀκατάληπτος πέλει ἡ σὴ Ἁγνὴ γέννησις,
εἰ καὶ ἑρμηνεύομεν ταύτην, ἀλλ’ ἀνερμήνευτος μένει πανάμωμε, διὸ τούς σὲ
Θεοτόκον, πίστει καταγγέλοντας, σῷζε πρεσβείαις σου.
Διάσωσον ἀπὸ κινδύνων
σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ
πάντων ἡ προστασία.
Ἐπιβλέψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω
ζητῶν.
Προστάτης θερμὸς καὶ σκέπη καὶ
βοήθεια, ὑπάρχεις ἡμῶν Ἀνδρέα παμμακάριστε, ἐκτενῶς βοῶμεν σοι, ἐξ ἐχθρῶν
παντοίων καὶ αἱρέσεων, καὶ πάσης ἄλλης ῥῦσαι συμφορᾶς, ἡμᾶς τοὺς οἰκέτας σου
δεόμεθα.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε
ὑπὲρ ἡμῶν.
Φωτὶ τῶν ἀγώνων σου, φάλαγγας
δαιμόνων σοφὲ διέλυσας, καὶ ἡμᾶς Ἀνδρέα φώτισον, τούτων ἐκ τῆς πλάνης
ἐκλυτρούμενος.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐφροσύνη πανεύφημε, πλήρωσον τοὺς
πίστει σου καταφεύγοντας, ἐκ φρενῶν βλάβης λυτρούμενος, καὶ ψυχῆς τῶν νόσων τῇ
σὴ χάριτι.
Δόξα.
Ῥωμαλέῳ φρονήματι, πάθη σου Ἀνδρέα
σοι ἀπενεύρωσας, ὅθεν δέομαι ἀνάστησον, ἐκ παθῶν ἀμέτρων μὲ πρεσβείαις σου.
Καὶ νῦν.
Ἀβλαβῆ μὲ συντήρησον, πάσης
περιστάσεως παναμώμητε, ἡ τὸν εὔσπλαγχνον κυήσασα, τὸν Ἁγνὴν φυλάξαντα σὲ
Κύριον.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔμπλησον χαρᾶς, ὢ Ἀνδρέα τοὺς ὑμνοῦντάς σε, καὶ τὴν ὑγείαν ταῖς δεήσεσι ταῖς σαῖς, ψυχῆς παράσχου καὶ τοῦ σώματος τοῖς δούλοις σοῦ.
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε
ὑπὲρ ἡμῶν.
Ἵλεων ἡμῖν, τὸν Θεὸν πάτερ ἀπέργασαι,
τοῖς καθ’ ἑκάστην ἁμαρτάνουσιν καὶ γάρ, σὲ πρέσβυν πρὸς Αὐτὸν Ἀνδρέα ἔχομεν.
Δόξα.
Παῦσον ἀφ’ ἡμῶν, τῶν κακῶν πληθὺν
θεόληπτε, λιμόν, σεισμόν, πενίαν, θάνατον, καὶ τὰς αἱρέσεις, ταῖς πρὸς Κύριον
πρεσβείαις σου.
Καὶ νῦν.
Ἄλλην ἀγαθή, προστασίαν οὑ
γινώσκομεν, εἰ μὴ σὲ μόνην τὴν κυήσασαν, τὸν πάντων Κτίστην ὡς βροτόν, ὼ
ἀπειρόγαμε.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὅσιε τοῦ Θεοῦ...
Ναὸς σοφέ, τοῦ Θεοῦ γεγένησαι, σεαυτὸν ἐκ τῶν παθῶν σοῦ καθαράς, τοὺς σῷ ναῷ προσιόντας ἐν πίστει, ἀῤῥωστημάτων παρέχεις τὴν ἴασιν. Χρονίων τε καὶ χαλεπῶν, ἀνιατῶν Ἀνδρέα πάτερ ἡμῶν.
Ὅσιε τοῦ Θεοῦ...
Τὰ γήϊνα σὺ λιπὼν κατῴκισας ἐν σπηλαίῳ τῆς Καλάνης Ἀνδρέα, καὶ προσευχαῖς, χαμευνίαις, νηστείαις, τὸν πολυμήχανον ὄφιν ἐπάτησας, Χριστὸν δοξάζων, ὅστις νῦν, καὶ ἀεὶ σὲ δοξάζει μακάριε.
Δόξα.
Ἀνιατοὶ οὐκ εἶσιν ἀσθένειαι, τοῖς προσπίπτουσιν σοῖς θείοις λειψάνοις, καὶ γὰρ τυφλοῖς σοι παρέχεις τὸ βλέπειν, λαλεῖν ἀλάλοις, κωφοῖς τὸ εὐήκοον, χωλοῖς βαδίζειν καὶ παντί, ἀσθενοῦντι Ἀνδρέᾳ τὴν ἴασιν.
Καὶ νῦν.
Συγχαίρουσιν σὲ Ἀγγέλων αἱ τάξεις,
καὶ ἀνθρώπων ἅπαν γένος Παρθένε, ὅτι σαφῶς τὰ ἐπίγεια πάντα, τοῖς οὐρανίοις συνήφθη
τῷ τόκῳ σου, καὶ πάντες ἐν φωνὴ μία, εἰς αἰῶνας τὸ χαῖρε σοι κράζομεν.
Διάσωσον ἀπὸ κινδύνων
σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ
πάντων ἡ προστασία.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Μετὰ δὲ
τὴν ἐκφώνησιν, Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν
χριστιανῶν.
Προστασία σὺ παντὸς τοῦ Βάλτου
γεγένησαι, εὐφροσύνη τε Χαλκιοπούλου καὶ καύχημα, πάντων σκέπη τῶν ὀρθοδόξων
καὶ καταφυγή, διὸ κράζομεν σοι ἐν κλαυθμοῖς, οἱ ἁμαρτάνοντες Θεῷ καὶ ἀεὶ
παροργίζοντες, οὖσαι ἡμᾶς πταισμάτων, λύτρωσαι τῶν κινδύνων τοὺς καταφεύγοντας
πιστῶς ὢ Ἀνδρέα ἐν τῇ σκέπη σου.
Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ
εὐθὺς Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὢν
ἀνταπέδωκεν ἡμῖν;
Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὃ
Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία΄ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη
πᾶσι.
Ὃ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Λουκάν ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Ὁ
Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Λουκᾶν. (στ’
17-23)
Τῷ καιρῷ ἐκείνῳ ἐστη ὁ Ἰησοῦς ἐπὶ
τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς
Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἄκουσαι
αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων
ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις
παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς
τοὺς Μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ
Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν
ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ
Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἥμερα καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς
ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ
Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα.
Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχος. Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς Ὅσιε, τῶν οἰκιστῶν σου
δεήσεις, ἀλλὰ βλέψον κύκλωθεν, τὴν ἡμῶν ἀσθένειαν συμπαθέστατε, τὴν πληθὺν
ἴασαι, δαιμονώντων ἅμα, παραλύτων ἀνιάτως τε, πασχόντων ἔνδοξε, καὶ φρενῶν ἐκ
βλάβης καὶ θλίψεων, τὸ ἄλγος νῦν θεράπευσον, τῆς ψυχῆς ἡμῶν τὸ ὀλέθριον, ἵνα
κατὰ χρέος, Ἀνδρέα σὲ γεραίρομεν ἀεί, καὶ τὰ σὰ θαύματα πάντοτε, πᾶσι
διηγούμεθα.
Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ
εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ
οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη
σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν
τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου,
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων·
τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου·
Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως,
Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων
Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος,
Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων
Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς,
Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων
Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ
έν Οσίοις Πατρός ἡμῶν Ἀνδρέου τοῦ Ἐρημίτου, ου τὴν μνήμην ἐπιτελοῦμεν, καὶ
πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν
ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς·
Κύριε, ἐλέησον (ιβ´).
Ὁ Ἱερεύς·
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς
σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.
Καὶ ἀποπληροῦμεν τὰς
λοιπὰς ᾠδὰς τοῦ κανόνος.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Ὅσιε τοῦ Θεοῦ...
Σὲ ἐθαύμασαν πᾶσαι, τῶν Ἀγγέλων αἱ
τάξεις Ἀνδρέα πάνσοφε, πῶς ὤν ἐν τῇ σαρκί σου, τὰς φάλαγγας δαιμόνων διαλύων
ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Ὅσιε τοῦ Θεοῦ...
Ὦ τοῦ θαύματος πάτερ’ ὡς παλάτιον
τόδε ἡγήσω σπήλαιον, τὴν πέτραν ὡς παστάδα, τὰ ῥάκη ὡς πορφύραν, καὶ γηθόμενος
ἐψαλλες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Δόξα.
Ζάλης πάσης καὶ πλάνης, διαβόλῳ παμμάκαρ
καὶ ἐξ αἱρέσεων ἀνθρώπων ψευδολόγων, ἡμᾶς ῥῦσαι Ἀνδρέα, τῷ Χριστῷ ἵνα ψαλλωμεν·
ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Καὶ νῦν.
Ἐν ὁδῷ, ἐν θαλάσσῃ, ἐν ἀέρι, ἐν πόλη
ἡ ἐν ἐρήμῳ τε, τοὺς ὄντας σῷζε πάτερ Ἀνδρέα ἐκ Παρθένου, τῷ τεχθέντι
κραυγαζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά
Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ
πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών,
ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ὅσιε τοῦ Θεοῦ...
Ἀπὸ κακίας τῆς τῶν ἀνθρώπων Ἀνδρέα,
ἀπὸ φθόνου ῥῦσαι μὲ τρισμακαρ, ἵνα σὲ γεραίρω, τὸν μέγαν μου προστάτην.
Ὅσιε τοῦ Θεοῦ...
Προστάτης πάντων, σὺ τῶν πιστῶν ὦ
Ἀνδρέα, τῶν ὑμνούντων σε καὶ εὐφημούντων, πέλεις διασῴζων αὐτοὺς ἐκ πάσης
βλάβης.
Δόξα.
Ὁ ποδηγὸς σύ, καὶ φῶς ὑπάρχον
παμμάκαρ, χαλεπῆς ἐν χρόνοις τοῦ λαοῦ σου, στήριξον Ἀνδρέα ἡμᾶς ὀρθοδοξία.
Καὶ νῦν.
Σεσαρκωμένος ὧν, τῶν ἁπάντων ὁ
κτίστης, ἐκ νηδύος σῆς παρθενομήτωρ, πάντας σὲ δοξάζειν διδάσκει εἰς αἰῶνας.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά
Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ
πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών,
ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὅσιε τοῦ Θεοῦ...
Τὴν ἔρημον Ἀνδρέα, σοῖς δάκρυσιν τοῖς
θείοις, ὡς ἀληθῶς σὺ κατήρδευσας, ὅθεν μὲ μετανοοῦντα, σὺν δάκρυσι σῶσον
δέομαι.
Ὅσιε τοῦ Θεοῦ...
Ὁ φύλαξ τῆς Καλάνης, τοῦ Βάλτου τε ἡ
δόξα, Χαλκιοπούλων τὸ καύχημα ἔνδοξε, Ἀνδρέα σκέπε τοὺς πίστει, προσκαλουμένους
σέ.
Ὅσιε τοῦ Θεοῦ...
Λαὸς Ἀκαρνανίας, σὺν πάσῃ τῇ Ἑλλάδι,
τὰ σὰ γεραίρει Ἀνδρέα θαυμάσια, καὶ προσκυνεῖ σοῦ θεόφρον, τὰ θεία λείψανα.
Δόξα.
Ὁλόφωτος τρισμακαρ, Τριάδι τῇ ἁγίᾳ,
παρεστηκὼς σὺ Ἀνδρέα μνημόνευε, τοὺς δεομένους σοῦ πίστει, ἀχρείους δούλους
σοῦ.
Καὶ νῦν.
Ὑπέρλαμπρε Μαρία, ἡ σκέπη ὀρθοδόξων,
τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἡ βασίλισσα, τοὺς Θεοτόκον εἰδότας σε σῷζε πάντοτε.
Καὶ εὐθὺς
ψάλλομεν τό.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν
Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ὁ Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, ἢ τὸν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ
σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν
καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν.
Δεῦτε τὴν εἰκόνα τὴν ἱεράν, θείου τε
Ἀνδρέου ἀσπασώμεθα εὐλαβῶς, βρύει τὰς ἰάσεις, παντὶ τῷ δεομένῳ, τοὺς δαίμονας
διώκει, σῴζει τοὺς ἅπαντας.
Δεῦτε οἱ ὀχλούμενοι ἐκ παθῶν, φρενῶν τε τῆς βλάβης, καὶ μαγείας τῆς φοβερᾶς, νόσοις ἀνιατοῖς, προσπέσωμεν ἐν πίστει, Ἀνδρέου τοῖς λειψάνοις, λάβωμεν ἴασιν.
Δεῦτε οἱ ὀχλούμενοι ἐκ παθῶν, φρενῶν τε τῆς βλάβης, καὶ μαγείας τῆς φοβερᾶς, νόσοις ἀνιατοῖς, προσπέσωμεν ἐν πίστει, Ἀνδρέου τοῖς λειψάνοις, λάβωμεν ἴασιν.
Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν
ἀσωμάτων ἰσοστάσιος ἀληθῶς, χαίροις ὀρθοδόξων τὸ στήριγμα καὶ δόξα, Ἀνδρέα
θεοφόρε, σῷζε τοὺς δούλους σου.
Χαίροις τῆς Καλάνης ὁ θησαυρός, καὶ
Χαλκιοπούλων ὁ προστάτης καὶ βοηθός, καὶ παντὸς τοῦ Βάλτου τὸ καύχημα τὸ μέγα,
Ἀνδρέα θεοφόρε, σκέπε τοὺς δούλους σου.
Σοῦ ἐν τῷ θανάτῳ τῇ φοβερά, ὥρα ὥσπερ
σέλας, καὶ ὡς ἥλιος φαεινός, λάμψαντος προσώπου, καὶ ὡς πυρσὸς πρὸς ὕψος, φῶς
δείξαντος Ἀνδρέαν, πάντες τιμήσωμεν.
Τούς σε ἀγαπῶντας εἰλικρινῶς, ὅσιε
Ἀνδρέα, ἐκ πολέμων καὶ τοῦ σεισμοῦ, πλάνης, ἀνομβρίας, λιμοῦ καὶ τιμωρίας,
ἀπάλλαξον εἰρήνην, νέμον τοῖς δούλοις σου.
Σὺν Ἀγγέλοις, Μάρτυσι, Ἀσκηταῖς, ὅσιε
Ἀνδρέα, Ἀποστόλοις καὶ Βαπτιστή, σὺν πᾶσι Ἁγίοις, μετὰ τῆς Θεοτόκου, Χριστὸν
ἀεὶ δυσώπει, σώσαι τοὺς δούλουςσου.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς
ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι
τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ
ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·
Ἀμήν.
Εἶτα τὸ
παρόν Ἀπολυτίκιον.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ
φωνὴ* Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι
τῷ βαπτισμῷ σου* καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ,
ἵνα καὶ ζήσω ἐν σοὶ* ἀλλ’ ὡς θυσίαν ἄμωμον προσδέχου, τὴν μετὰ πόθου τυθεῖσαν
σοί. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τάς ψυχὰς ἡμῶν.
Τά
τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε,
ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν
ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν
ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς
εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ
ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους
τῶν χριστιανῶν.
Εἶτα μνημονεύει καὶ πάλιν
ὁ Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν
δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων
καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω)
ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ
τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι
τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἡ
κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς,
λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον
γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι
πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς
ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἒτι δεόμεθα
καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ
Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ὁ Ἱερεύς·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς
πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ·
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου,
ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ
Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων
Ἰωακεὶμ καὶ Ἄννης· τοῦ έν Ἁγίοις Πατρός ἡμῶν Ἀθανασίου τοῦ Μεγάλου Πατριάρχου
Ἀλεξανδρείας, ου καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ
σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ
τοῦ δι᾿ εὐχῶν.
Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ
τοῦ ξύλου.
Πάσης ἀπειλῆς τοῦ δυσμενοῦς, πάσης
ἁμαρτίας καὶ πλάνης, πάσης αἱρέσεως, λύτρωσαι τοὺς δούλους σου, Ἀνδρέα πάτερ
ἡμῶν· τὸν Θεὸν γὰρ ὀργίζοντες, ῥᾳθύμῳ καρδίᾳ, ἔργα μὴ προσφέροντες, τῆς
μετανοίας αὐτῷ· ὅθεν δυσωποῦμεν σὲ μάκαρ, τούτων ἐν ἡμέρα τῆς δίκης, ἵλεων
ἀπέργασαι τοῖς δούλοις σου.
Πάντων σὺ ὑπάρχεις βοηθός, τῶν
καταφευγόντων σοι πίστει, Ἀνδρέα πάτερ ἡμῶν, τῶν ἐν ἀσθενείαις τε, ταῖς ἀνιάτοις
σοφὲ’ τῶν πενία καὶ θλίψεσιν, χηρών, ὀρφανῶν τε, τῶν ἐν ἐξορίαις τε, καὶ
φυλακαῖς καὶ δεινοῖς, ἅμα ὁδοιπόροις καὶ πᾶσι· ὅθεν κατὰ χρέος ἐν πίστει, σὲ
εὐχαριστοῦντες ἀγαλλόμεθα.
Δέσποινα πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλάξαν μὲ ὑπὸ τὴν σκέπην σου.
Δι΄εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου