ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Πέμπτη 25 Δεκεμβρίου 2014

ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ


Ἐνδεδυμένος Ἱερεὺς ἅπασαν τὴν μέλαιναν στολὴν καὶ σταθεὶς ἔμπροσθεν τῆς ἁγίας τραπέζης, ποιῶν τρεῖς μετανοίας λέγει τρεῖς*
Ὁ Θεός, ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

Εὐλογημένη βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορὸς Ἀμὴν.
Καὶ κλείεται ἡ κάτω ὡραία πύλη(ἡμιβημόθυρα).
Ὁ Ἀναγνώστης
             Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
             Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
             Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ε
ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον* Κύριε, ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπέρωα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῇς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὅρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὂν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὁ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει* ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὅρη ἐκ τῶν ὑπερώων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἑξανατελλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλεία τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἂς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὅρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγή τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιροὺς* ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου  σκότος  καὶ  ἐγένετο νὺξ* ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητήσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν, καὶ εἰς τάς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε* πάντα ἐν σοφία ἐποίησας* ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὓτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος* ἐκεῖ ἑρπετά, ὧν οὔκ ἐστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται* δράκων οὗτος, ὂν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῦ εἰς εὔκαιρον* δόντος σου αὐτοῖς, συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος* ἀποστρέψαντος δὲ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἢτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας* εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν* ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωή μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ* ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε* πάντα ἐν σοφία ἐποίησας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι* καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα* δόξα σοι, ὁ Θεὸς (τρίς).  Μετανοίας (τρεῖς).  Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς
Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν………., τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σῇ χάριτι.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Χορὸς. Σοί, Κύριε.
Ἱερεὺς μυστικῶς τήν εὐχήν
Κ
ύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνὴ τῆς δεήσεως ἡμῶν* ποίησον μεθἡμῶν σημεῖον εἰς ἀγαθὸν* ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου, τοῦ πορεύεσθαι ἐν τῇ ἀλήθεια σου* εὔφρανον τάς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον* διότι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια. Σύ εἶ Θεὸς μόνος, καὶ οὔκ ἐστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε* δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ βοηθεῖν, καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.
Ἐκφώνως
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης. Ἀμήν.

Ἀναγνώστης στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, πρὸ τοῦ ἀρχιερατικοῦ θρόνου, ἀναγινώσκει εὐκρινῶς καὶ μεγαλοφώνως τὰ  Πρὸς Κύριον, ἤτοι τοὺς ψαλμοὺς τοῦ ιη΄ (18) καθίσματος τοῦ Ψαλτηρίου, εἰς τρεῖς στάσεις.

Ἱερεὺς νίπτων τάς χεῖρας, καὶ λαμβάνων τὸ θυμιατήριον μετὰ θυμιάματος εὐλογεῖ αὐτὸ λέγων:
Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς* ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος.
Ἀρξαμένης δὲ τῆς στιχολογίας τοῦ Ψαλτηρίου, κλείεται ἐντελῶς ὡραία πύλη, δὲ ἱερεὺς ἀσκεπής ἐκτυλίσσει τὸ ἀντιμήνσιο ἐπὶ τῆς ἁγίας τραπέζης καὶ ἐλθὼν εἰς τὴν ἱερὰν πρόθεσιν λαμβάνει τὸ δισκάριον, τὸν ἀστερίσκον καὶ τὸ κάλυμμα καὶ φέρει αὐτὰ εἰς τὴν ἁγίαν τράπεζαν. Λαβὼν δὲ ἐκ τοῦ ἀρτοφορίου τὸν προηγιασμενον ἅγιον ἄρτον θέτει αὐτὸν ἐπὶ τοῦ δισκαρίου μετἄκρας εὐλαβείας* εἶτα ἐπιθέτει τὸν ἀστερίσκον λέγων τὸ˙
Διεὐχῶν….
Καὶ καλύπτει αὐτὸ διὰ τοῦ καλύμματος, λέγων τὸ αὐτὸ˙ 
Δι’ εὐχῶν…
          Εἶτα λαβών τὸ θυμιατὸν θυμιᾶ τρίς καὶ ποιήσας τρεῖς μεγάλας μετανοίας ἐπαίρει τὰ ἅγια ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ προπορευομένου τοῦ κανδηλανάπτου μετὰ λαμπάδος καὶ θυμιατοῦ, ἔρχεται εἰς τὴν ἱερὰν πρόθεσιν καὶ ἀποθέτει αὐτὰ ἐκεῖ.
Εἶτα βάλλει ἐν τῷ Ἁγ. Ποτηρίῳ οἶνον καὶ ὕδωρ ὁμοῦ λέγων τὸ*
Δι’ εὐχῶν…
         
Καὶ περικαλύπτει αὐτὸ μὲν διὰ τοῦ καλύμματος, ἀμφότερα δὲ διὰ τοῦ ἀέρος καὶ πάλιν θυμιᾶ τρίς λέγων τὸ*
Δι’ εὐχῶν…
Καὶ οὐδὲν ἕτερον καὶ ἀπέρχεται εἰς τὴν ἁγίαν τράπεζαν καὶ θυμιᾶ αὐτὴν καὶ ὅλον τὸ ἱερατεῖον.
Εὐχή τῆς προθέσεως οὐ λέγεται* προηγιασμένη γὰρ καὶ προτετελειωμένη καὶ προεισδεδεγμένη θυσία ἐστίν.
Ὁ Ἀναγνώστης
ΚΑΘΙΣΜΑ ΙΗ’ (Τὰ πρὸς Κύριον)
Σ τ ά σ ι ς   π ρ ώ τ η
Ψαλμός ριθ’ (119)
Π
ρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέ μου. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τὶ δοθείη σοι καὶ τὶ προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικὸς* ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν μὲ δωρεάν.
Ψαλμός ρκ’ (120)
ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὅρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δώης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξη ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιὰν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμός ρκα’ (121)
Ε
ὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι* Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ᾖσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό! Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον   τῷ Ἰσραήλ,  τοῦ  ἐξομολογήσασθαι  τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυϊδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ* καὶ εὐθηνία τοῖς ἀγαπῶσι σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβαρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθὰ σοι.
Ψαλμός ρκβ’ (122)
Π
ρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν* τὸ ὄνειδος τοῖς εὐθηνοῠσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ψαλμός ρκγ’ (123)
Ε
ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ* εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν* ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι˙ καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων˙ ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεὸς (τρίς). Μετανοίας (τρεῖς). Κύριε ἐλέησον (τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι*

Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς*
Κύριε, ἐλέησον
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορὸς* Ἀμὴν.
Ὁ Ἱερεὺς
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς* Σοί, Κύριε.
Ὁ Ἱερεὺς τὴν εὐχὴν μυστικῶς*
Εὐχή τοῦ β΄ἀντιφώνου.
Κ
ύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς* ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν* ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου* φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας* καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν* πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων.
Ἐκφώνως
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν βασίλεια καὶ δύναμις καὶ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης ἐμμελῶς* Ἀμήν.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Στάσις  Δευτέρα
Ψαλμός ρκδ’ (124)
Ο
ἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὂρος Σιὼν* οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλω αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῠν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδία. Τοὺς δὲ ἐκκλίνοντας εἰς τάς στραγγαλιάς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν* Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Ψαλμός ρκε’ (125)
Ε
ν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν* Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν* ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάρρους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῠσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσι ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.
Ψαλμός ρκς’ (126)
ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῶ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν* οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Ψαλμός ρκζ’ (127)
Μ
ακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι* μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλω τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ  πάσας τάς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Ψαλμός ρκη’ (128)
Π
λεονάκις ἐπολέμησαν μὲ ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησαν μὲ ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ* ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὐ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες* Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι' καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων' ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεὸς(τρίς). Κύριε, ἐλέησον (τρίς). Μετανοίας (τρεῖς).
Δόξα Πατρί, καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι*

Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς· Κύριε, ἐλέησον
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Χορὸς* Ἀμὴν.
Ἱερεὺς
          Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς' Σοί, Κύριε.
Ὁ Ἱερεὺς τὴν εὐχὴν μυστικῶς'
Εὐχή τοῦ γ’ ἀντιφώνου
Κ
ύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου* ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα* καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ἐκφώνως
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης ἐμμελῶς' Ἀμήν.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Στάσις Τρίτη
Ψαλμός ρκθ’ (129)
κ βαθέων ἐκέκραξά σοι, Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτωσαν τὰ ὧτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου, εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωϊας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωϊας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις* καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ψαλμός ρλ’ (130)
Κ
ύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινόφρουν, ἀλλὰ ὓψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῠν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμός ρλα’ (131)
Μ
νήσθητι, Κύριε, τοῦ Δαυϊδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἲκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνῃς στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὓρῳ τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν  εἰς  τὸν  τόπον,  οὗ  ἔστησαν  οἱ  πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σύ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυϊδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυϊδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῠτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ἠρετίσατο αὐτὴν εἰς κατοικίαν αὐτῷ. Αὐτὴ ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ἠρετισάμην αὐτήν. Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ   ἐξανατελῶ   κέρας  τῷ  Δαυϊδ*  ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Ψαλμός ρλβ’ (132)
δοὺ δὴ τὶ καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς  μύρον  ἐπὶ  κεφαλῆς,  τὸ  καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὅρη Σιών. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν ἕως τοῦ αἰῶνος.
Ψαλμός ρλβ’ (133)
δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἲκω Κυρίου, ἐν αὐλαῖς οἲκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξίν ἐπάρατε τάς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι' καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων' ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι, ὁ Θεὸς  (τρίς). Μετανοίας (τρεῖς)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς' Κύριε, ἐλέησον
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορὸς' Ἀμὴν.
Ὁ Ἱερεὺς
          Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς' Σοί, Κύριε.
Ὁ Ἱερεὺς τὴν εὐχὴν μυστικῶς*
Εὐχή  τοῦ  δ’  ἀντιφώνου
 τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ˙ καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σὲ ἐν ἀληθεία καὶ φυλασσόντων τάς ἐντολάς σου˙ πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.
Ἐκφώνως
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορὸς˙Ἀμὴν.
Καὶ ἀνοίγεται μόνον τὸ καταπέτασμα τῆς ὡραίας πύλης.
Εἶτα ὁ χορὸς ψάλλει συντομώτερον καὶ ταπεινοτέρα τῇ φωνῇ τοὺς ψαλμοὺς τοῦ Λυχνικοῦ καὶ ὁ Ἱερεὺς θυμιᾶ κατὰ τὴν τάξιν ὅλον τὸν ναόν.
Ψαλμός ρμ’ (140)
Κ
ύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου. Εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου* πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθητω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χείρων μου θυσία ἐσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασιζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυασω μετὰ τῶν ἐκλεκτων αὐτῶν. Παιδεύσει μὲ δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει μὲ* ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανατω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν* κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδυνθησαν* ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ἀδην. Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου* ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξον μὲ ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδαλῶν τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοὶ* κατὰ μόνας εἶμι ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμός ρμα’ (141)
Φ
ωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τάς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὔκ ἐστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε˙ εἶπα˙ Σύ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῆ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαὶ με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Εἶτα ψάλλονται τροπάρια ἐκ τοῦ Τριωδίου καὶ τοῦ Μηναίου, προτασσομένων τῶν οἰκείων στίχων.

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α΄ ΕΒΔΟΜΑΔΟΣ
Στίχ. α’. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στιχηρὸν ἰδιόμελον. Ἦχος πλ. δ’.
Ν
ηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς* λύσωμεν πάντα σύνδεσμον ἀδικίας* διαρρήξωμεν στραγγαλιὰς βιαίων συναλλαγμάτων* πᾶσαν συγγραφὴν ἄδικον διασπάσωμεν* δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος.
Στίχ. β’. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Τὸ αὐτὸ
Ν
ηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς* λύσωμεν πάντα σύνδεσμον ἀδικίας* διαρρήξωμεν στραγγαλιὰς βιαίων συναλλαγμάτων* πᾶσαν συγγραφὴν ἄδικον διασπάσωμεν* δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος.
Στίχ. γ’. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Μαρτυρικόν
Ε
ἲ τις καὶ εἲ τις ἔπαινος, πρέπει τοῖς ἁγίοις* ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα* ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα σαυτόν, καὶ μορφὴν δούλου λαβόντα* ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι* ὦν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Στίχ. δ’. Γενηθήτω τὰ ὧτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Προσόμοια τοῦ κυρίου Ἰωσὴφ
Ἦχος β’. Ὡς ὡράθης Χριστέ.
Φ
εγγοβόλους ὑμᾶς, ὡς ἀστραπὰς εἰς πάντα κόσμον, Ἰησοῦς ὁ νοητὸς ὄντως ἥλιος ἐξαποστείλας, ἀπεμείωσε ταῖς λαμπρότησι, τοῦ ὑμῶν ἐνθέου κηρύγματος, πλάνης τὸ σκότος, θεόπται ἀπόστολοι, καὶ ἐφώτισε τοὺς ἐν ζόφῳ τῆς ἀγνωσίας κεκρατημένους πονηρῶς* ὅνπερ ἐκδυσωπήσατε, καταπέμψαι καὶ ἡμῖν τὸν φωτισμόν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. ε’. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
ρετῶν Ἠλιού, προσεπιβάς ἅρματι θείῳ, τῇ νηστεία λαμπρυνθείς ἀνεφέρετο, ἐπὶ τὸ ὕψος τὸ οὐράνιον. Τοῦτον ζήλωσον, ταπεινὴ ψυχή μου, καὶ νήστευσον, πάσης κακίας, καὶ φθόνου καὶ ἔριδος, καὶ τρυφῆς ἀπορρεούσης, καὶ ἐνηδόνου* ὅπως ὀδύνην χαλεπὴν ἐκφύγῃς, διαιωνίζουσαν τῆς γεέννης, ἐκβοῶσα τῷ Χριστῷ* Κύριε, δόξα σοι.
Στίχ. ς’. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἕτερον. Τοῦ κυρίου Θεοδώρου.
Ἦχος πλ. α’. Ὅσιε πάτερ.
πόστολοι θεῖοι, τοῦ κόσμου θερμότατοι πρεσβευταί, καὶ τῶν ὀρθοδόξων προασπισταί, ἔχοντες παρρησίας τὸ κράτος, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ ἡμῶν αἰτήσασθε, δεόμεθα πανσεβάσμιοι, ἵνα τῶν νηστειῶν τὸν ἀγαθὸν καιρόν, εὐμαρῶς ποιησώμεθα, καὶ τῆς ὁμοουσίου Τριάδος, τὴν χάριν δεξώμεθα* Μεγαλοκήρυκες ἔνδοξοι, εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα ψάλλονται ἐκ τοῦ Μηναίου τὰ δ’ προσόμοια τοῦ ἁγίου τῆς ἐπαύριον, προτασσομένων τῶν στίχων˙
          Εἰς τὸ  α’. Ἀπὸ φυλακῆς πρωϊας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωϊας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
          Εἰς τὸ  β’. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις* καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
          Εἰς τὸ  γ’. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
          Εἰς τὸ  δ’.  Ὅτι ἐκραταιωθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Δόξα. Καὶ νῦν.
Προσόμοιον θεοτοκίον (ἢ σταυροθεοτοκίον τῇ Τρίτη καὶ τῇ Πέμπτη).

Ψαλλομένου τοῦ δοξαστικοῦ, ἀνοίγονται τὰ βημόθυρα καὶ ἐξέρχεται Ἱερεὺς διὰ τῆς βορείου πύλης, μετὰ θυμιατηρίου, ἐν μνήμη ἐορταζομένου ἁγίου καὶ τῇ ἁγία καὶ Μεγάλη ἑβδομάδι μετὰ τοῦ Εὐαγγελίου, καὶ γίνεται μικρὰ εἴσοδος.

Σταθέντος ἐν τῷ συνήθει τόπῳ, λέγει χαμηλῇ τῇ φωνῇ*

Τοῦ Κυρίου δεηθῶμεν.
Ἱερεὺς δέεται μυστικῶς˙
Εὐχή τῆς εἰσόδου˙
σπέρας καὶ πρωϊ καὶ μεσημβρία αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σο, δέσποτα τῶν ἀπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου* καὶ μὴ ἐκκλίνῃς τάς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τάς ψυχὰς ἡμῶν* ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν* μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.
          Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ὁ Ἱερεὺς εὐλογῶν λέγει*
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων˙ ἀμήν.
Θυμιάσας κατ’ ἀνατολὰς σταυροειδῶς, λέγει ἐκφώνως*
Σοφία. Ὀρθοί.
Καὶ εἰσέρχεται ἐν τῷ ἱερῷ βήματι.
Ὁ Ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν˙
Φ
ῶς ἱλαρὸν ἁγίας δόξῃς, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἐσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωήν ὁ διδοὺς* διὸ ὁ κόσμος σὲ δοξάζει.
Ὁ Ἱερεὺς ἐκφώνως*
Ἑσπέρας.
Εἶτα ὁ Ἀναγνώστης ποιεῖται τὴν ἀνάγνωσιν τῆς ἡμέρας.

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ
Προκείμενον. Ἦχος πλ. α’. Ψαλμός ια’ (11)
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Ὁ Ἱερεὺς
Σοφία
Ὁ Ἱερεὺς
Πρόσχωμεν.
Ὁ Ἀναγνώστης
Γενέσεως τό ἀνάγνωσμα (α’ 24-31, β’ 1-3)
Ὁ Ἀναγνώστης
Ε
ἶπεν ὁ Θεὸς˙ Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς, κατὰ γένος˙ καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεὸς˙ Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν˙ καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἐρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον˙ κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν˙ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Καὶ εὐλόγησεν αὐτοὺς Θεὸς λέγων* Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς* καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἐρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς* Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς* καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε* καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωϊ, ἡμέρα ἕκτη.
          Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἥμερα τῇ ἕκτη τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε* καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἥμερα τῇ ἑβδόμη ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτὴν* ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.
Προκείμενον. Ἦχος πλ. β’. Ψαλμός ιβ’ (12)
Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε, ὁ Θεός μου.
Στιχ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
Εἶτα ἐκφωνεῖ ἐντονώτερον καὶ ἐμμελῶς˙
Κέλευσον!
Ὁ Ἱερεὺς κρατῶν ἐν τῇ δεξιὰ λαμπάδα ἀνημμένην καὶ θυμιατήριον ἐξηρτημένον, ἵσταται ἐνώπιον τῆς ἁγίας τραπέζης καὶ φωτίζων, ἤτοι σφραγίζων διὰ τῆς λαμπάδος σταυρωειδῶς, ἐπιφωνεῖ˙
Σοφία. Ὀρθοὶ.
Εἶτα ἱστάμενος ἐπὶ τοῠ σολέα καὶ βλέπων πρὸς τὴν εἰκόνα τοῦ Χριστοῦ ἐκφωνεῖ˙
Φῶς Χριστοῦ.
στρεφόμενος δὲ πρὸς τὸν λαὸν*
φαίνει πᾶσι.
καὶ εὐλογῶν διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται εἰς τὸ ἱερὸν παραδίδων τήν τε λαμπάδα καὶ τὸ θυμιατόν.
Εἶτα ὁ Ἀναγνώστης ποιεῖται τὴν β’ ἀνάγνωσιν τῆς ἡμέρας.

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Α’ ΕΒΔΟΜΑΔΟΣ
Ὁ Ἀναγνώστης ἀπαγγέλλει˙
Παροιμιῶν τὸ ἀνάγνωσμα  (β’ 1-22).
Ὁ Ἱερεὺς
Σοφία. Πρόσχωμεν.
Ὁ Ἀναγνώστης
Υ
ἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ οὖς σου καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν* παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλη τῇ φωνῇ, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσης αὐτήν, τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις* ὅτι Κύριος δίδωσι σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν* ὑπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλᾶξαι ὀδοὺς δικαιωμάτων* καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καὶ κρῖμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλή εἶναι δόξῃ, βουλῇ καλή φυλάξει σε* ἔννοια δὲ ὁσίᾳ τηρήσει σε, ἵνα ῥύσηταὶ σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὢ οἱ ἐγκαταλείποντες ὀδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους! οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφὴ κακή! ὦν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακρὰν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μὴ σὲ καταλάβῃ κακὴ βουλή, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη* ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ Ἅδη μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας* οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εροσαν ἂν τρίβους δικαιοσύνης λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς* ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ* ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὁλοῦνται* οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἀπ’ αὐτῆς.

Ἱερεύς, εὐλογῶν τὸν ἀναγνώστην, λέγει*
Εἰρήνη σοι.

Ἱερεὺς ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει κατανυκτικῶς τὸ  Κατευθυνθήτω,  κατὰ μὲν τὴν Α΄ἑβδομάδα τῶν Νηστειῶν, τὴν Μ. Ἑβδομάδα καὶ ἐν μνήμη ἐορταζομενου ἁγίου, τὸ ἀργὸν εἰς ἦχον πλ. β’, τάς δὲ λοιπὰς Προηγιασμένας, τὸ σύντομον εἰς ἦχον πλ. α’, ἡμεῖς δὲ ἐπὶ γόνυ κείμεθα εὐχόμενοι.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Εἶτα ἐπαναλαμβάνουσι τὸ αὐτὸ εἰς τὸν αὐτὸν ἦχον οἱ χοροὶ ἐναλλάξ, τετράκις, κάτω τῶν στασιδίων ἱστάμενοι, ἐν ὦ ὁ ἱερεὺς εἰς ἕκαστον  Κατευθυνθήτω θυμιᾷ κύκλω ἑκάστην πλευρὰν τῆς ἁγίας τραπέζης λέγων ἐκφώνως˙
Ὁ Ἱερεὺς
Εἰς τὸ δεξιὸν τῆς ἁγίας τραπέζης*
          Στίχ. α’. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
Ὄπισθεν τῆς ἁγίας τραπέζης*
          Στίχ. β’. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
Εἰς τὸ ἀριστερὸν τῆς ἁγίας τραπέζης*
          Στίχ. γ’. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
Ἔμπροσθεν τῆς ἁγίας τραπέζης*
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς ὤν ἤδη ἔμπροσθεν τῆς ἁγίας τραπέζης ἐπαναλαμβάνει*
Κατευθυνθήτω ἡ προσευχή μου,
          Ἐξελθὼν δὲ εἰς τὴν ὡραίαν πύλην, θυμιᾷ τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ ψάλλων*
ὡς θυμίαμα ἐνώπιόν σου
Ἀκολούθως θυμιᾷ τάς λοιπὰς εἰκόνας, τὸν ναὸν καὶ τὸν λαόν, ἐνῶ ὁ χορὸς ψάλλει τὸ ὑπόλοιπον˙
ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
ἔμπροσθεν τῆς ἁγίας τραπέζης λέγει τὴν ἐκτενῆ ταύτην*
          Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Ὁ Χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον  (3)
          Κύριε, παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
          Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.
          Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
          Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν……
        Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημουντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτορων τῆς ἁγίας ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμενων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομενου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὁ χορὸς˙ Κύριε, ἐλέησον (ἅπαξ)
Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν ταύτην˙
Εὐχή τῆς ἐκτενοῦς ἱκεσίας.
Κ
ύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως
          Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς˙ Ἀμήν.
          Εἶτα ὁ ἱερεὺς λαμβάνει τὸ ἱερὸν Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου ἀντιμηνσίου, καὶ ἄρχεται λέγων τὰ κατηχούμενα.
Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ.
Ὁ χορὸς λέγει σὲ κάθε αἴτησι χύμα τὸ˙ Κύριε, ἐλέησον (ἅπαξ).
Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήση.
Κατηχήση αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.
Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης.
Ἐνώση αὐτοὺς τῇ ἁγίᾳ, καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησία.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Οἱ κατηχούμενοι τάς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ χορὸς˙ Σοί, Κύριε.
Ὁ Ἱερεὺς πρὸ τοῦ ἀπλωθῆναι τὸ εἰλητόν, δέεται μυστικῶς λέγων˙
Εὐχή ὑπὲρ τῶν κατηχουμένων
Ο
‛ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἀπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπιβλέψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιὰς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικείμενου* καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τάς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνη, ἐφ’ ἥν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.
Ἐκφώνως
        Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἐνταῦθα ὁ ἱερεὺς λαμβάνων τὸ ἱερὸν Εὐαγγέλιον καὶ σφραγίζων δι’ αὐτοῦ σταυροειδῶς τὸ εἰλητόν, ἐφαπλοῖ αὐτὸ ἐπὶ τῆς ἁγίας τραπέζης, τὸ δὲ ἱερὸν Εὐαγγέλιον ἀποτίθησιν εἰς τὸ ἄνῳ μέρος αὐτῆς.
Ὁ χορὸς˙ Ἀμήν.
Ὅσοι κατηχούμενοι προέλθετε* μή τις τῶν κατηχουμένων.
Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς˙ Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορὸς˙ Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς
Σοφία.
Καὶ λέγει τὴν α’ εὐχὴν τῶν πιστῶν μετὰ τὸ ἀπλωθῆναι τὸ εἰλητὸν˙
Ο
‛ Θεὸς ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σύ πάσας ἡμῶν τάς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶττα καθαρευέτω ῥημάτων ἀπρεπῶν* ἅγνισον ἡμῶν τὰ χείλη τὰ αἰνοῠντὰ σέ, Κύριε* τάς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τά σοί εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος χάριτι.
Ἐκφώνως
          Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ  Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς˙ Ἀμήν.
Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς˙ Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
χορὸς˙ Κύριε, ἐλέησον.
Ἱερεὺς
Σοφία.
Εὔχεται μυστικῶς λέγων˙
Εὐχὴ β’  τῶν πιστῶν.
Δ
έσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῠμὲν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξῃς. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ σῶμα, καὶ τὸ ζωοποιὸν αἷμα κατὰ τὴν παροῦσαν ὤραν εἰσπορευόμενα, τῇ μυστικὴ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους στρατιὰς οὐρανίου ἀοράτως δορυφορούμενα* ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι, ἵνα δι’ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.
Ἐκφώνως
          Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ’ οὐ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς* Ἀμήν.
Εὐχὴ τοῦ χερουβικοῦ οὐ λέγεται.
Καὶ ψάλλεται ὑπὸ τοῦ χοροῦ, ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β’, ἀντὶ Χερουβικοῠ, τὸ ἑπόμενον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (τρίς), ἔμπροσθεν τῆς ἁγίας τραπέζης, προσκυνῶν τρὶς*
Ὁ Ἱερεὺς
Ν
ῦν αἱ δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν* ἰδοὺ γὰρ εἰσπορευεται ὁ βασιλεὺς τῆς δόξῃς.**

Ἐδώ γίνεται διακοπή τοῦ ὕμνου διά  τήν εἴσοδο τῶν τιμ. δώρων
          Ἰδοὺ θυσία μυστικὴ τετελειωμένη δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. 
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Τοῦ Χερουβικοῦ ψαλλομένου, ὁ Ἱερεὺς λαμβάνει τὸ θυμιατήριον μετὰ θυμιάματος. Εὐλογεῖ αὐτὸ ὁ Ἱερεύς, ὡς συνήθως, καὶ ἄνευ χρονοτρίβῃς, θυμιᾶ ἀθορύβως τὴν ἁγίαν τράπεζαν, τὴν ἱερὰν πρόθεσιν καὶ ὅλον τὸ ἱερατεῖον, ὡς πάντοτε, λέγων καθ’ ἑαυτὸν τὸ*
Δεῦτε προσκυνήσωμεν…
καὶ τὸν Ν΄ψαλμὸν*
Ἐλέησόν με ὁ Θεός…
Καὶ ἀνοίξας τὴν ὡραίαν πύλην, θυμιᾶ τάς ἁγίας εἰκόνας, τὸν ναὸν καὶ ὅλον τὸν λαόν. Ἐπανελθὼν εἰς τὸ ἱερὸν ἀποδίδει τὸ θυμιατόν, καὶ προσκυνήσας, ἔρχεται εἰς τὴν ὡραίαν πύλην καὶ λαβὼν συγχώρησιν παρὰ τοῦ λαοῦ, ἔρχεται ἐν τῇ ἱερὰ προθέσει καὶ θυμιᾶ, ποιῶν δὲ μετανοίας τρεῖς λέγει*
Ὁ Θεὸς ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με.
Τοῦ χοροῦ περατώσαντος τὸ πρῶτον μέρος τοῦ Χερουβικοῠ (μέχρι τῆς φράσεως…ὁ βασιλεὺς τῆς δόξῃς) γίνεται βαθεῖα σιγή. Καὶ πάντων προσπεσόντων ἕως ἐδάφους καὶ λεγόντων καθ’ ἑαυτοὺς* Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς* ἀμὴν, ἐξέρχεται τῆς βορείου πύλης τοῦ ἱεροῦ, ὁ κανδυλανάπτης  κρατῶν  λαμπάδα καὶ θυμιατόν, θυμιῶν ἀθορύβως, ὁ δὲ ἱερεὺς φέρων τὸν ἀέρα ἐπὶ κεφαλῆς καὶ    κρατῶν διὰ τῆς δεξιὰς χειρὸς  ἐπὶ κεφαλῆς αὐτοῦ τὸ ἱερὸν δισκάριον καὶ  διὰ τῆς ἀριστερὰς τὸ ἅγιον ποτήριον, ἄνευ  τινός  ἐκφωνήσεως, καὶ εἰσέρχεται χωρὶς ἑλιγμοὺς κατ’ εὐθεῖαν διὰ τῆς ὡραίας πύλης, εἰς τὸ ἱερὸν βῆμα καὶ κλείεται ἡ ὡραία πύλη, ἀνοιγομένη μόνον εἰς τὸ Μετὰ φόβου Θεοῦ… Καὶ ἀποθέτει ὁ ἱερεὺς τὰ ἅγια ἐπὶ τῆς ἁγίας τραπέζης, ἀφαιρεῖ ἀπ’ αὐτῶν τὰ καλύμματα καὶ σκεπάζει αὐτὰ διὰ τοῦ ἀέρος.
Οἱ πιστοὶ ἀνίστανται ποιοῦντες μετανοίας μεγάλας τρεῖς. Ὁ δὲ χορὸς ἑξακολουθεῖ τὸ διακοπὲν ᾆσμα ἀπὸ τοῦ στίχου*  Ἰδοὺ θυσία μυστική…
Ὁ Ἱερεὺς
Πληρώσωμεν τὴν ἑσπερινήν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ὁ χορὸς μεθ’ ἑκάστην δέησιν ψάλλει*
Κύριε, ἐλέησον
Ὑπὲρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσ-δεξάμενος αὐτὰ εἰς τό ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ χορός, μεθ’ ἑκάστην δέησιν ψάλλει˙
Παράσχου, Κύριε
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοία ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορὸς* Σοί, Κύριε.
Ὁ Ἱερεὺς ἐπεύχεται μυστικῶς*
Εὐχὴ μετὰ τὸ ἀποτεθῆναι τὰ ἅγια ἐν τῇ ἁγίᾳ τραπέζῃ.
τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ’ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι, ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλὴν σου φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῠ λαοῦ ἀγνοημάτων* αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, ἔπιδε ἐφ’ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τούς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ, ὡς τῷ χερουβικῷ σου παριστάμενος θρόνῳ, ἐφ’ ᾧ ὁ μονογενὴς σου Υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων* καὶ πάσης ἡμᾶς καὶ τὸν πιστὸν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τάς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ, ἵνα ἐν καθαρῶ συνειδότι, ἀνεπαισχύντω προσώπῳ, πεφωτισμένη καρδία, τῶν θείων τούτων μετα-λαμβάνοντες ἁγιασμάτων καὶ ὑπ’ αὐτῶν ζωοποιούμενοι, ἐνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι* Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ* ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει ἤ λόγῳ ἤ κατὰ διάνοιαν ἐνεργουμένης καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς ἁγίοις σου τοῖς ἀπ’ αἰῶνός σοι εὐαρεστήσασιν.
Ἐκφώνως
          Καὶ καταξίωσον ἡμᾶς, δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαί σε, τὸν ἐπουράνιον Θεόν, Πατέρα καὶ λέγειν*
Ὁ Ἀναγνώστης
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεῖά σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς* τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεὺς
          Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς Ἀμήν.
Ὁ Ἱερεὺς Εἰρήνη πᾶσι.
Ὁ χορὸς* Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ χορὸς Σοί, Κύριε.
Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς λέγων*
Εὐχή  τῆς  κεφαλοκλισίας
Ο
‛ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνω ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων* σοί γὰρ τάς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Εἶτα ἐπαίρων τὸν ἀστερίσκον, ἐκφωνεῖ *
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθοὐ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
χορὸς ἀργῶς˙ Ἀμὴν.
Ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς λέγων˙
Π
ρόσχες Κύριε Ἰησοῦ Χριστὲ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξῃς τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ἄνῳ τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου σου αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.
Ὁ Ἱερεὺς προσκυνῶν τρὶς λέγει καθ’ ἑαυτὸν˙
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.
Ἐπικεκαλυμμένων ὄντων τῶν θείων δώρων, βαλών τάς χεῖρας ἅπτεται τοῦ ζωοποιοῦ ἄρτου μετ’ εὐλαβείας καὶ φόβου πολλοῦ. Οὐ γὰρ ὑψοῖ ἀρτίως τὸν θεῖον ἄρτον, ἐπεὶ προηγιασμένος ἐστίν, καί ἐκφωνεῖ*
Πρόσχωμεν.
Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις.

Ὁ χορὸς˙
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρὸς* ἀμήν.
Καί ψάλλει τό κοινωνικόν*
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.
Ἐν μνήμῃ ἑορταζομένου ἁγίου, κοινωνικὸν˙
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Ὁ Ἱερεὺς ἀποκαλύψας τὰ ἅγια, ἐκπληροῖ τὴν μετάληψιν τῶν θείων δώρων, ὡς καὶ ἐν ταῖς ἄλλαις θείαις λειτουργίαις* Μελίζων τόν ἅγιον ἄρτον εις τέσσαρα τμήματα, λέγει*
Μελίζεται καὶ διαμερίζεται ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
ΙΣ
ΝΙ    ΚΑ
ΧΣ
Λαβὼν τὴν κειμένην μερίδα τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου ποτηρίου λέγων*
Πλήρωμα ποτηρίου, πίστεως, Πνεύματος Ἁγίου.
Ἀμήν.
Καὶ ἐμβάλλει ταύτην εἰς τὸ ἀγ. ποτήριον.
Λαβὼν τὸ ζέον καὶ εὐλογών αὐτό, λέγει*
Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ἐκχέων τὸ ἀρκοῦν ζέον ἐν τῷ ἁγ. ποτηρίῳ λέγει˙
Ζέσις πίστεως, πλήρης  Πνεύματος Ἁγίου* ἀμὴν
Ὑποκλίνας τὴν κεφαλὴν ἀναγινώσκει εὐλαβῶς τάς εὐχὰς τῆς ἁγ. μεταλήψεως*
Π
ιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σώσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον αἷμά σου. Δέομαι οὖν σου* Ἐλέησόν με, καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοία* καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον*ἀμήν.
Ἐρχόμενος δὲ μεταλαβεῖν λέγει τοὺς ἑξῆς στίχους τοῦ Μεταφραστοῦ*
Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν.
Πλαστουργέ, μὴ φλέξης με τῇ μετουσίᾳ.
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ’ οὖν καθαρὸν ἐκ πάσης με κηλῖδος.
Εἶτα τὸ τροπάριον
Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν μὲ παράλαβε* οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω* οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας* ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοὶ* μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Εἶτα τοὺς παρόντας στίχους*
Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων.
Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων.
Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει.
Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Καὶ τὰ τροπάρια ταῦτα˙
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι* ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλω τάς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τάς δύο σκιρτῶν μεγαλύνω, ἀγαθὲ παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν με ἐλέγχει, ὅτι οὔκ ἐστι τοῦ γάμου καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων* καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Καὶ τὴν παροῦσαν εὐχὴν*
Δ
έσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῠτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι* τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
Καί πάλιν
Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν μὲ παράλαβε* οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω* οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας* ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοὶ* μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.
(τρίς)
Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι……..τῷ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Καὶ οὕτω μεταλαμβάνει τοῦ ἁγίου ἄρτου.
Εἶτα λαβών ὁ ἱερεὺς τὸ ἅγιον ποτήριον μετὰ τοῦ καλύμματος λέγει*
Ἔτι μεταδίδοταί μοι………τῷ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Καὶ μεταλαμβάνει τρίτον ἐξ αὐτοῦ, οὐδὲν λέγων* καὶ ἀποσπογγίσας διὰ τοῦ ἐν χερσὶ καλύμματος τά τε ἴδια χείλη καὶ τὸ ἅγιον ποτήριον καὶ ἀσπασάμενος αὐτό, λέγει˙
Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τάς ἀνομίας μου καὶ τάς ἁμαρτίας μου περικαθαριεῖ.
Πληρωθέντος δὲ τοῦ κοινωνικοῦ, καὶ ἀνοιχθείσης τῆς ὡραίας πύλης, ὁ Ἱερεὺς ἐξελθὼν καὶ κρατῶν κεκαλυμμένον τὸ ἅγιον ποτήριον, ἐκφωνεῖ˙
Μετά φόβου Θεοῦ, πίστεως καί ἀγάπης προσέλθετε.
Ὁ Χορὸς χύμα˙
Ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς  Κύριος καὶ ἐπέφανεν ἡμῖν.
Καὶ μεταλαμβάνουσιν οἱ πιστοί.
Καὶ μετὰ τὸ κοινωνῆσαι πάντας, ὁ ἱερεὺς ὑψῶν τὸ ἅγιον ποτήριον, λέγει˙
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Καὶ ἐπιστρέφει εἰς τὴν ἁγίαν τράπεζαν.
Ὁ χορὸς ψάλλει(ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς), τὸ ἑξῆς*
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου* ἄρτον οὐράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ Κύριος* Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Ὁ ἱερεὺς θυμιῶν τρὶς τὰ ἅγια λέγει μυστικῶς*
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Προσκυνήσας καὶ λαβὼν τὰ ἅγια, λέγει μυστικῶς*
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν*
Ἐκφώνως στραφείς πρός τόν λαόν*
Πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς˙ Ἀμήν.
Ὁ ἱερεὺς φέρων τὰ ἅγια, ἀποθέτει αὐτὰ εἰς τὴν ἱερὰν πρόθεσιν, ἐπανέρχεται εἰς τὴν ἁγίαν τράπεζαν, καὶ διπλοῖ τὸ ἁγ. ἀντιμήνσιο, λέγων*
          Ὀρθοὶ* Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων, ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός˙ Σοί, Κύριε.
Ὁ Ἱερεὺς ἐπεύχεται μυστικῶς˙
Εὐχή μετά τήν θείαν μετάληψιν
Ε
ὐχαριστοῦμέν σοι, τῷ Σωτῆρι τῶν ὅλων Θεῷ, ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, δεσπότα φιλάνθρωπε* φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.

Ἐκφώνως ποιῶν σταυρὸν μετὰ τοῦ Εὐαγγελίου ἐπὶ τοῦ ἀντιμηνσίου λέγει*
          Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς˙ Ἀμήν.

Ὁ Ἱερεὺς
Ἐν εἰρήνῃ προέλθωμεν
Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ χορὸς˙ Κύριε, ἐλέησον.

Ἱερεὺς ἐξελθὼν τῆς ὡραίας πύλης, καὶ στὰς πρὸ τῆς δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ, λέγει τὴν εὐχὴν˙
Εὐχὴ ὀπισθάμβωνος
Δ
έσποτα παντοκράτορ, πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δηγμιουργήσας, διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τάς πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως˙ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τάς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλᾶσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τὴν ἁγίαν ἀνάστασιν.
     Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς˙ Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος  (τρίς).
Ὁ ἱερεὺς ἐπὶ τῆς ἱερᾶς προθέσεως λέγει μυστικῶς τὴν εὐχὴν ἐν τῷ συστεῖλαι τὰ ἅγια*
Κ
ύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τάς πανσέπτους ἡμέρας ταύτας καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνη καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς* Κύριε, ἐλέησον.
Ὁ ἱερεὺς ἐξερχόμενος εὐλογεῖ τὸν λαόν, λέγων*
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ’ ἡμᾶς, τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπία, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς˙ Ἀμήν.
Ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν*
Δόξα σοι, Χριστέ ο Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.
Ὁ Ἀναγνώστης
Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (τρὶς).
Πάτερ  ἅγιε, εὐλόγησον.
Ὁ ἱερεὺς
Χ
ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρὸς* δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων* ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ ναοῦ,)τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἂννης, (τοῦ ἁγίου τῆς ἡμέρας)καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ἀναγνώστης ἀναγινώσκει εὐκρινῶς τοὺς ψαλμούς λγ’ (33) καί ρμδ’(144).

Κατὰ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν(33, 144) ἱερεὺς διανέμει τὸ ἀντίδωρον.

Ὁ ἱερεὺς ἐν τέλει˙
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

χορὸς καὶ λαὸς˙ Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου