Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός
ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην
σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται
ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν
τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ
τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα πρὸς σὲ τάς χεῖράς
μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ
πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ
ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ
ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος. Ὁ
Ὑψωθεὶς ἐν τῷ Σταυρῷ…
Τὸν ἀρχηγὸν τῶν
Μοναστῶν καὶ ἀλείπτην, καὶ καρτερό-ψυχον ἐρήμου Πρωτάρχην, ἀνευφημοῦντες
κράξωμεν αὐτῷ οἱ πιστοί. Ἅγιε Ἀντώνιε, ταῖς πρεσβείαις σου πάσαις, λύπης
διασκέδασον σκοτεινότατον νέφος, καὶ τάς ἰάσεις δίδου συμπαθῶς, τοῖς ἀσθενοῦσι
καὶ πόθῳ σὲ μέλπουσι.
Δόξα καὶ νῦν.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ` ἡμῖν σπλαχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα
ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς. Σὲ γὰρ καὶ μόνην ἐλπίδα
κεκτήμεθα.
ΨΑΛΜΟΣ Ν'. 50.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας
μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν
μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν
σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς
με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν
ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν
ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ
τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου,
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς
ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν
καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἀρχόμεθα
τοῦ κανόνος τοῦ Ἁγίου Ἀντωνίου.
Ὠδὴ α`.
Ἦχος πλ. δ`. Ἁρματηλάτην Φαραώ.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἀθανασίας καὶ ζωῆς λαβόμενος τῆς αἰωνίου σαφῶς, καὶ τρισυποστάτου αἴγλης ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, Πάτερ τῶν Πατέρων Ἀντώνιε.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Νέος ὑπάρχων ἡλικία
σώματος, καινὴν ὁδὸν ἀρετῆς, περιπατῶν Πάτερ ἀκινδύνως ἔφθασας, εἰς οὐρανούς, Ἀντώνιε,
τῷ Σωτήρι πρεσβεύων, ὑπὲρ τῶν πίστει τὴν Μνήμην σου, καὶ πόθω τελούντων
πανόλβιε.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Τρισυποστάτω λαμπηδόνι, Πάνσεμνε, ἀεὶ λαμπόμενος, τὸ δυσμενὲς ἅπαν, τῶν δαιμόνων φρύαγμα, καὶ τῶν ἐχθρῶν τὴν ἔπαρσιν, καὶ τὰς νόσων ἑφόδους, ἐκ τῶν σῶν δούλων ἀπέλασον, θείαις σου πρεσβείαις, Ἀντώνιε.
Θεοτοκίον
Ὡς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν σὸν Τόκον Ἁγνή, Μονογενῆ Λόγον, τοῦ Πατρὸς ὑπάρχοντα, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύση, νόσων δεινῶν τε καὶ θλίψεων, σώσαι τοὺς πιστῶς σὲ δοξάζοντας.
Ὠδὴ γ`.
Ὁ στερεώσας κατ` ἀρχάς.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Νενευρωμένω
λογισμῶ καὶ σταθερὰ διανοία τῶν παθῶν καταμαράνας τὴν φλόγα, Οὐρανοὺς περιπολεῖς, ἀοίδιμε Ἀντώνιε, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν μετὰ πόθου ὑμνούντων
σέ.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἰσχυροτάτας
προσβολάς δαιμόνων θρασυνομένων, καὶ θηρίων τὰς ὁρμᾶς μιμουμένων, ὡς κατήσχυνας
Σοφέ, καμὲ δὴ ἐνδυνάμωσον, καταφρονῆσαι οὕτω, δόλους αὐτῶν καὶ τεχνάσματα.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
ὉΜοναζόντων ἀρχηγός,
τοῦ σκότους τῆς ἐξουσίας, ἐγκρατεῖα θριαμβεύσας συντόνω, νικητὴς ὡς ἀληθῶς Ἀντώνιος
ἐγένετο, ὑπὲρ τῶν Ὀρθοδόξων, Θεῶ πρεσβεύων ἀείποτε.
Θεοτοκίον
Νενεκρωμένον μου
τὸν νοῦν, τῆς ζωῆς ἐνεργεῖα, τῆς ἐκ σοὺ φανερωθείσης ἐν Κόσμῳ, ἑξανάστησον, Ἁγνή,
καὶ πρὸς ζωὴν ὁδήγησον. Σὺ γὰρ τῇ τοῦ Υἱοῦ σου ἰσχύϊ Ἅδην κατέλυσας.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ δ`.
Σύ μου ἰσχὺς Κύριε.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Τῶν ἀρετῶν,
κλίμακι θεία χρησάμενος, σὺ ἀνῆλθες, Πάτερ, εἰς Οὐράνια, καὶ τὸν Θεὸν εἶδες καθαρῶς. Ὂν νῦν ἐκδυσώπει ὑπὲρ σῶν δούλων, Ἀντώνιε, τυχεῖν τῆς σωτηρίας,
καὶ ἀφέσεως πάντων, ψυχικῶν μολυσμῶν
καὶ κακώσεων.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ὅλος Θεῶ, ὑποταγεῖς, ὢ Ἀντώνιε, μόνος μόνω, Πάνσεπτε, ἐνούμενος δι` ἀρετῆς, καὶ καθομιλῶν, καὶ ἀντὶ γηϊνου ἀξιωθεῖς τὴν οὐράνιον, ἀπόλαυσιν ἀξίως, τοῖς πιστῶς σὲ ὑμνούσι, εἰς σωτηρίαν βραβεύεις, θείαις πρεσβείαις σου.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Νοῦν καὶ ψυχήν, μεμολυσμένος, ὢ Ὅσιε, τὴν ἀπάτην ἔχων κυριεύουσαν, τοὺς λογισμούς μου ὁ δυστυχής, καὶ τὰς φαντασίας τῶν δυσμενῶν ἐχθρῶν πάντοτε, πρὸς σὲ νῦν καταφεύγω, τὸν θερμόν μου προστάτην, ἐλπίζων ταῖς εὐχαίς σου, τυχεῖν τῆς σωτηρίας.
Θεοτοκίον
Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον,τὸν ἀτρέπτως, ὁ ἣν διαμείναντα, καὶ φυσικῶς αὐτῷ τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούση, γενόμενον ὁμοούσιον, ψυχῶν τὴν σωτηρίαν, καὶ σωμάτων ὑγείαν, ἡμῖν τοῖς σὲ ὑμνούσι Παρθένε, δωρήσασθαι.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ ε`.
Ἵνα τὶ μὲ ἀπώσω.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἐνοικοῦντας
σοὶ ἔχων, πάντας τοὺς Μονάσαντας, ἀΰλους Νόας τε, καὶ ἀπολαμβάνων τὴν Οὐράνιον
δόξαν, Ἀντώνιε, μέμνησο τῶν πίστει, καὶ πόθῳ σὲ ὑμνολογούντων, καὶ τῆς δόξῃς ἐκείνης
ἀξίωσον.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἰαμάτων
τὴν χάριν, κατ` ἀσθενειῶν ἀνιάτων ὡς ἔλαβες, καὶ κατὰ δαιμόνων ἐκ Θεοῦ ἐξουσίαν,
Ἀντώνιε, οὕτως ἐκ σῶν δούλων, δαιμόνων δόλους καὶ ἑφόδους, τάς τῶν νόσων, ὢ
Πάτερ ἐξάλειψον.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἱλασμόν
μοι παράσχου, τῶν ἀτοπημάτων λιταῖς σου Ἀντώνιε, καὶ ἐλέησόν με καὶ τὰ ἕλκη ψυχῆς
μου θεράπευσον, καὶ ἀπεγνωσμένον ὄντα ἐκλύτρωσαί με τάχει, ἀρετῶν ἐνδιαίτημα
ποίησον.
Θεοτοκίον
Οἱ
σὲ σκέπην πλουτοῦντες, καὶ τῇ σῇ πρεσβείᾳ ἀεὶ ἐγκαυχώμενοι, ἀεννάως Κόρη, σὲ ὑμνοῦμεν,
καὶ πόθῳ γεραίρομεν. Σύ γὰρ εἰ, Παρθένε, μμόνη ἐλπὶς τῶν Ὀρθοδόξων, τεῖχος,
δόξα, τιμή τε καὶ καύχημα.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ στ`.
Ἄβυσσος ἁμαρτιῶν.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Νόμιμον ἀσκητικὼς
πολιτείαν ἁπαλῶν ἐξ ὀνύχων, ἀναλα-βών, ὢ Πάτερ, δόξῃς θείας ἠξίωσαι, καὶ ὡς θεῖος
ἀριστεὺς στέφος ἀπείληφας τὸ τῆς νίκης, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἔχοντες πρὸς τὸν
Θεὸν ἰσχυρὸν σὲ πρεσβευτήν, ὢ θεόφρον, καὶ τῶν κινδύνων ῥύστην καὶ προστάτην καὶ
πρόμαχον, καταφεύγοντες εἰς σὲ πάντων λυτρούμεθα ἀδοκήτων, νόσων παντοίων καὶ
κακώσεων.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ὕψιστος ἐπὶ τῆς γῆς
σὺ γενόμενος ἐν θαύμασι θείοις, τὰ πονηρὰ τοῦ σκότους φυγαδεύεις νῦν πνεύματα,
καὶ καθαίρεις τάς πολλὰς ἡμῶν, Ἀντώνιε, ἀσθενείας, καὶ μολυσμοὺς ψυχῆς καὶ
σώματος.
Θεοτοκίον
Ὑψωσας παναληθῶς
τὴν πεσοῦσαν τῶν ἀνθρώπων οὐσίαν, ὢ Παναγία Κόρη, τὸν Θεὸν γαλουχήσασα. Τοῦτον
οὖν ὑπὲρ ἡμῶν, τυχεῖν ἀφέσεως ἐγκλημάτων, διηνεκῶς δυσώπει, Πάναγνε.
Ἀντώνιε, τῶν
μοναζόντων ἔξαρχός τε καὶ κλέος, ἐν ταῖς ἀπαύστοις εὐχαῖς σου μνημόνευε, ἡμῶν τῶν
πίστει σὲ ἀνυμνούντων.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς
μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά
Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ
πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων
ἐν τῇ (κώμῃ,
πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητῶν καὶ
ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἶτα τὸ
Κοντάκιον. Ἦχος β`.
Φωτὶ τῷ ἀπροσίτω
καταλαμπόμενος, ὡς ἀστὴρ ἐξέλαμψας ἐν τῇ ἐρήμῳ, Πανεύφημε. Διὸ καὶ τοὺς βιωτικοὺς
θορύβους καταλιπών, καὶ τὸν Σταυρὸν ἐπ` ὤμων ἀράμενος, καταφωτίζεις διδαχαῖς
σου, Ἀντώνιε, τοὺς εὐσεβῶς σοι προσπελάζοντες.
Καὶ εὐθὺς
τὸ προκείμενον. Ἦχος δ`.
Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν
τῷ Κυρίῳ περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν ( ΣΤ`. 17-23 )
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν ( ΣΤ`. 17-23 )
Τῷ καιρῷ ἐκείνῳ ἔστη
ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ. Καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ
πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον
ἄκουσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων,
καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ` αὐτοῦ
ἐξήρχετο καὶ ἰάτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς
αὐτοῦ ἔλεγε. Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεῖα τοῦ Θεοῦ.
Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι
γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς,
καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.
Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε. Ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Στίχ: Ἐλέησόν με
ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου.
Καὶ τὸ
πάρον Προσόμοιον.
Ἦχος πλ. β`. Ὅλην ἀποθέμενοι…
Ἦχος πλ. β`. Ὅλην ἀποθέμενοι…
Μὴ παύσῃ δεόμενος
τοῦ Λυτρωτοῦ καὶ Δεσπότου, Ἀντώνιε Ὅσιε, τοῖς τὴν θείαν Μνήμην σου ἑορτάζουσι, πᾶσι δωρήσασθαι ἄφεσιν πταισμάτων, αἰωνίαν ἀπολύτρωσιν, τῶν
χαρισμάτων τε, τῶν πνευματικῶν τὴν
μετάδοσιν, παθῶν τε τὴν κατάφλεξιν, τῶν φρυγόντων νῦν τὴν καρδίαν ἡμῶν, ψυχῶν σωτηρίαν, καὶ θείαν προστασίαν, Ἀγαθέ,
ἵνα ὑμνῶμεν γηθόμενοι τὴν θείαν σοῦ κοίμησιν.
Ὁ Ἱερεὺς
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ
εὐλόγησον τὴν κληρονομίαν σου ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ
πλούσια* πρεσβείαις τῆς πανα-χράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων
ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου,
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων·
τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου·
Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας*
Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως,
Νικολάου του ἐκ Νάξου τῶν θαυματουργῶν* τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων
Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος,
Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνά τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων
Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς,
Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων
Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ
καὶ Ἄννης· τοῦ Ὁσίου καί Θεοφόρου Πατρός
ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε
πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον (ιβ´).
Ὁ Ἱερεύς·
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς
σοῦ Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν.
Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ`. Οἱ ἐκ τῆς Ἰουδαίας…
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Φοῖνιξ ὥς περ ἐν οἴκῳ δίκαιος Κυρίου, ὢ Πάτερ, ἐξήνθησας, καρποὺς δικαιοσύνης, ἐξ ὢν οἱ σὲ ὑμνοῦντες διατρέφονται ψάλλοντες. Ὁ τῶν Πατέρων
ἡμῶν Θεὸς εὐλογητὸς εἰ.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Φωτεινῆς ἐπιπνοίας ἐμφορούμενος, Πάτερ, τοῦ θείου Πνεύματος, τὰ πνεύματα διώκεις, τάς νόσους θεραπεύεις, τῶν θερμὼς προσιόντων σοί, καὶ προσκυνούντων πιστῶς τὴν θείαν σοῦ εἰκόνα.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἤλθοσαν τῶν ἀτόπων πράξεών μου ὕδατα, ἕως Ἀντώνιε, ψυχῆς μου τῆς ἀθλίας, ἰλῦϊ κρατουμένης, τῶν παθῶν καὶ τῶν θλίψεων, μὴ ὑπερίδῃς τὸν σὸν δοῦλον, ἀλλ` οἰκτεῖρον μέ.
Θεοτοκίον.
Μαριὰμ Θεοτόκε, τὸν πρὸ πάντων αἰώνων ἐκυοφόρησας, ἡμῖν ὁμοιωθέντα, δι` ἄκραν εὐσπλαχνίαν, ἵνα σώσῃ τοὺς ψάλλοντας. Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἰ.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ η`.
Τὸν Βασιλέα
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἐν τοῖς ὑψίστοις
μετὰ Ἀγγέλων χορεύων, Παμμα-κάριστε Ἀντώνιε πάντας, τοὺς σὲ ἀνυμνούντας, διάσῳζε
εὐχαῖς σου.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἱκετηρίους διηνεκῶς
ὑμνῳδίας πρὸς τὸν Κτίστην προσάγων, ὢ Πάτερ, μέμνησο τῶν πίστει σὲ ἀνυμνολογούντων.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ναμάτων θείων τῆς
εὐποιϊας, ὢ Πάτερ, ἐξαπόστειλον ἡμῖν τοῖς σοῖς δούλοις, καὶ δεινῶν παντοίων ἀπάλλαξον
εὐχαῖς σου.
Θεοτοκίον.
Θεογεννῆτορ τῆς
ψυχῆς μου τὰ πάθη, καὶ τὰ τραύματα θεράπευσον ἐν τάχει, καὶ τῆς ἁμαρτίας οὐλὰς ἐξάλειψόν
μου.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ
Θ`. Κυρίως Θεοτόκον.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἐνθέως ἐκτελοῦντες,
τὴν θείαν σοῦ Μνήμην, Πάτερ Πατέρων Ἀντώνιε Ὅσιε, χαρὰς ἀπείρου καὶ δόξῃς ὅλως
πληρούμεθα.
Ὃσιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Μὴ παύσῃ ἱκετεύων
τὸν Θεὸν τῶν ὅλων, Σεβασμιώτατε Πάτερ Ἀντώνιε, λύσιν πταισμάτων δωρήσασθαι ταῖς
ψυχαῖς ἡμῶν.
Ὃσιε
τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Ἰάσεως τῶν νόσων,
τεύξονται οἱ πόθῳ, τῇ σῇ Εἰκόνι Πανόσιε τρέχοντες, καὶ μετὰ πόθου καὶ πίστεως ἀνυμνοῦντες
σέ.
Θεοτοκίον.
Σύ εἰ Παρθενομῆτορ,
ἰσχὺς τῆς ψυχῆς μου, καὶ τοῦ νοός μου ἐλπὶς ἀκαταίσχυντος, φῶς καὶ ζωὴ καὶ
παράκλησις τῆς καρδίας μου.
Καὶ εὐθὺς
τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν
Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ὁ Ἱερεὺς
θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, ἢ τὸν οἶκον ὅπου
ψάλλεται ἡ παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Τὸν τῶν
Μοναζόντων ὑπογραμμόν, καὶ τὸν τῆς ἐρήμου πολιοῦχον καὶ οἰκιστήν, στήλην σωφροσύνης καὶ ὁσίων τὸ κλέος, Ἀντώνιον τὸν Μέγαν ἀνευφημήσωμεν.
Ἔχων παρρησίαν πρὸς
τὸν Θεόν, τῶν σοι προσιόντων τὰ αἰτήματα συμπαθῶς, τὰ πρὸς σωτηρίαν δίδου ταῖς
σαῖς πρεσβείαις, Ἀντώνιε Ὁσίων τὸ ἐγκαλώπισμα.
Πρεσβείας
προσάγαγε τῷ Θεῷ, Ἀντώνιε Πάτερ, ὑπὲρ πάντων τῶν εὐσεβῶν, τῶν πίστει τελούντων
τὴν θεία ν Κοίμησίν σου, καὶ σῶσον ἐκ κινδύνων καὶ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς
ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι
τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ
καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ
ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ
ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος
δ`.
Τὸν ζηλωτὴν Ἠλίαν
τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε,
τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου. Διὸ
πρέσβευε, Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Τά
τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·
σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Εἶτα μνημονεύει καὶ πάλιν
ὁ ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά
Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἐν τῇ ἀπολύσει,
καὶ τῇ προσκυνήσει τῆς Ἁγίας Εἰκόνος,
ψάλλομεν
τὸ παρόν
Προσόμοιον.
Ἦχος β`.
Ὅτε ἐκ
τοῦ ξύλου σὲ νεκρόν.
Πάντων
προστατεύεις, Ἀγαθέ, τῶν σοι προσιόντων ἐν πίστει, καὶ δεομένων σου. Ἔλαβες τὴν
χάριν γάρ, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἰᾶσθαι νοσήματα, ποικίλα καὶ πάθη,
δαιμόνων τε φρύαγμα, καταφρονεῖν καὶ θηρῶν. Ὅθεν σου δεόμεθα πάντων, καὶ ἡμᾶς
τοὺς σὲ ἀνυμνούντας, κινδύνων, Ἀντώνιε, ἀπάλλαξον.
Δι’ εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου