Τί ἐστιν
Ἐκκλησία;
[Ἁγίου Νεκταρίου]
α)
Ἐκκλησία ἐστὶ τὸ θεῖον θρησκευτικὸν σύστημα τὸ ἰδρυθὲν ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ καὶ ἐγκαινισθὲν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος κατὰ τὴν ἡμέραν
τῆς Ἁγίας Πεντηκοστῆς ἐν τῷ συνόλῳ τῶν ἀληθειῶν, τῶν θεσμῶν, τῶν μυστηρίων καὶ
τῶν ἐντολῶν Αὐτοῦ [Ματθ. ιστ' 17].
β)
Ἐπίσης λέγεται Ἐκκλησία τὸ σύστημα τῶν πιστῶν τὸ ἐποικοδομηθὲν ἐπὶ τῷ θεμελίῳ τῶν
Ἀποστόλων καὶ Προφητῶν, ὄντος ἀκρογωνιαίου Αὐτοῦ τοῦ Ἰησοῦ Χριστοῦ [Ἐφεσ. β'
20]. Ὡσαύτως ἐκκλησία λέγεται κατὰ συνεκδοχὴν καὶ ὁ ναὸς τοῦ Θεοῦ, ἐν ᾧ ἡ
λατρεία καὶ τὰ μυστήρια τῆς Κ.Δ. ἐκτελοῦνται καὶ τὸ σύστημα τῶν πιστῶν
συναθροιζόμενον λατρεύει Θεὸν τρισυπόστατον [Ἰωάν. δ' 19-27].
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου